οὕτω δὴ θαυμάσας τὸ φρόνημα τοῦ ἀνδρὸς καὶ τὸ ἦθος ὁ Πύρρος ἔτι μᾶλλον ὠρέγετο φιλίαν ἀντὶ πολέμου πρὸς τὴν πόλιν αὐτῷ γενέσθαι· κἀκεῖνον ἰδίᾳ παρεκάλει ποιησάμενον τὰς διαλύσεις ἕπεσθαι καὶ συζῆν μετʼ αὐτοῦ, πρῶτον ὄντα πάντων τῶν ἑταίρων καὶ τῶν στρατηγῶν, ὁ δὲ ἡσυχῇ λέγεται πρὸς αὐτὸν εἰπεῖν, ἀλλʼ οὐδὲ σοὶ τοῦτο, βασιλεῦ, λυσιτελές ἐστιν αὐτοὶ γὰρ οἱ νῦν σε τιμῶντες καὶ θαυμάζοντες, ἂν ἐμοῦ πεῖραν λάβωσιν, ὑπʼ ἐμοῦ μᾶλλον ἐθελήσουσιν ἢ σοῦ βασιλεύεσθαι. τοιοῦτος μὲν ὁ Φαβρίκιος.
Pyrrhus. Plutarch. Cambridge, MA. 1920.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.