ταῦτα δὴ τοῦ Σκηπίωνος οἱ πολλοὶ θαυμάζοντες ἐκάκιζον τὸν Τίτον ὡς ἀλλοτρίῳ νεκρῷ προσενεγκόντα τὰς χεῖρας. ἔνιοι δὲ ἦσαν οἱ τὸ πεπραγμένον ἐπαινοῦντες καί τὸν Ἀννίβαν, ἕως ἔζη, πῦρ ἡγούμενοι δεόμενον τοῦ ῥιπίζοντος·
οὐ μὴν οὐδὲ Γαΐου Μαρίου ταπεινότερος Ἀννίβας ἔκειτο, τῷ μὲν γὰρ βασιλεὺς φίλος ὑπῆρχε καί βίος ἦν συνήθης καί διατριβαὶ περὶ ναῦς καί ἵππους καί στρατιωτῶν ἐπιμέλειαν τὰς δὲ Μαρίου τύχας Ῥωμαῖοι γελῶντες ἀλωμένου καί πτωχεύοντος ἐν Λιβύῃ μετὰ μικρὸν ἐν Ῥώμῃ σφαττόμενοι καὶ μαστιγούμενοι προσεκύνουν. οὕτως οὐδὲν οὔτε μικρὸν οὔτε μέγα τῶν παρόντων πρὸς τὸ μέλλον ἐστίν, ἀλλὰ μία τοῦ μεταβάλλειν τελευτὴ καί τοῦ εἶναι.
ἐπεὶ δὲ οὐδεμίαν ἔτι τούτων κατόπιν οὔτε πολιτικὴν τοῦ Τίτου πρᾶξιν οὔτε πολεμικὴν ἱστορήκαμεν, ἀλλὰ καί τελευτῆς ἔτυχεν εἰρηνικῆς, ὥρα τὴν σύγκρισιν ἐπισκοπεῖν.
Titus Flamininus. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1921.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.