ἦν δὲ μεταξὺ τῶν στρατοπέδων λόφος ἐπιεικῶς μὲν εὐερκής, ὕλης δὲ παντοδαπῆς ἀνάπλεως· εἶχε δὲ καὶ σκοπὰς περικλινεῖς ἐπʼ ἀμφότερα, καὶ ναμάτων ὑπεφαίνοντο πηγαὶ καταρρεόντων, ἐθαύμαζον οὖν οἱ Ῥωμαῖοι Ἀννίβαν ὅτι πρῶτος ἐλὼν εὐφυᾶ τόπον οὕτως οὐ κατέσχεν, ἀλλʼ ἀπέλιπε τοῖς πολεμίοις.
Marcellus. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1917.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.