μικρὸν δὲ ὑπὸ τὰ ἕλη νεώς ἐστιν Ἀπόλλωνος Τεγυραίου καὶ μαντεῖον ἐκλελειμμένον οὐ πάνυ πολὺν χρόνον, ἀλλʼ ἄχρι τῶν Μηδικῶν ἤκμαζε, τὴν προφητείαν Ἐχεκράτους ἔχοντος, ἐνταῦθα μυθολογοῦσι τὸν θεὸν γενέσθαι· καὶ τὸ μὲν πλησίον ὄρος Δῆλος καλεῖται, καὶ πρὸς αὐτὸ καταλήγουσιν αἱ τοῦ Μέλανος διαχύσεις,
Pelopidas. Plutarch. Cambridge, MA. 1917.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.