οὐ μόνον δʼ ἦν ἄρα τὸ φίλων πεῖραν λαβεῖν, ὡς Εὐριπίδης φησίν, 1 οὐ σμικρὸν κακόν, ἀλλὰ καὶ τὸ φρονίμων στρατηγῶν, ἡ γὰρ πρὸ τῆς μάχης Φαβίου δειλία καὶ ψυχρότης λεγομένη μετὰ τὴν μάχην εὐθὺς οὐδʼ ἀνθρώπινος ἐδόκει λογισμός, ἀλλὰ θεῖόν τι χρῆμα διανοίας καὶ δαιμόνιον ἐκ τοσούτου τὰ μέλλοντα προορωμένης, ἃ μόλις ἦν πιστὰ πάσχουσιν.
Fabius Maximus. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1916.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.