ἦν δʼ ἄρα καὶ χειμὼν καὶ γαλήνη θαλάσσης ἀργαλέον, ὡς ἐκείνοις συνέτυχε τότε παρʼ οὐδὲν ἐλθόντας ἀπολέσθαι διαφυγεῖν αὖθις ἀπροσδοκήτως τὸν κίνδυνον. ἐπέπλευσαν γὰρ αὐτοῖς Λιπαρέων τριήρεις περὶ τὰς Αἰόλου νήσους τοῦ πνεύματος ἐκλιπόντος ὡς λῃσταῖς.
Camillus. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1914.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.