μετὰ δὲ τὰς εὐχὰς ὁ Κάμιλλος εἰς τὴν Φαλίσκων ἐνέβαλε, καὶ μάχῃ μεγάλῃ τούτους τε καὶ Καπηνάτας προσβοηθήσαντας αὐτοῖς ἐνίκησεν.
ἁλούσης δὲ τῆς πόλεως κατὰ κράτος καὶ τῶν Ῥωμαίων ἀγόντων καὶ φερόντων ἄπειρόν τινα πλοῦτον, ἐφορῶν ὁ Κάμιλλος ἀπὸ τῆς ἄκρας τὰ πραττόμενα, πρῶτον μὲν ἑστὼς ἐδάκρυσεν, εἶτα μακαρισθεὶς ὑπὸ τῶν παρόντων ἀνέσχε τὰς χεῖρας τοῖς θεοῖς καὶ προσευχόμενος εἶπε·
Camillus. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1914.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.