ἦν δὲ πρόσχημα τῆς Τυρρηνίας ἡ πόλις, ὅπλων μὲν ἀριθμῷ καὶ πλήθει τῶν στρατευομένων οὐκ ἀποδέουσα τῆς Ῥώμης, πλούτῳ δὲ καὶ βίων ἁβρότητι καὶ τρυφαῖς καὶ πολυτελείαις ἀγαλλομένη πολλοὺς καὶ καλοὺς ἀγῶνας ἠγωνίσατο περὶ δόξης καὶ δυναστείας πολεμοῦσα Ῥωμαίοις.
Camillus. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1914.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.