περὶ δʼ ἡμερῶν ἀποφράδων εἴτε χρὴ τίθεσθαί τινας, εἴτε ὀρθῶς Ἡράκλειτος ἐπέπληξεν Ἡσιόδῳ τὰς μὲν ἀγαθὰς ποιουμένῳ, τὰς δὲ φαύλας, ὡς ἀγνοοῦντι φύσιν ἡμέρας ἁπάσης μίαν οὖσαν, ἑτέρωθι διηπόρηται.
οὐκ ἀγνοῶ δʼ ὅτι περὶ τὸν τῶν μυστηρίων καιρὸν αὖθις Θῆβαί τε κατεσκάφησαν ὑπὸ Ἀλεξάνδρου, καὶ μετὰ ταῦτα φρουρὰν Ἀθηναῖοι Μακεδόνων ἐδέξαντο περὶ αὐτὴν τήν εἰκάδα τοῦ Βοηδρομιῶνος, ᾗ τὸν μυστικὸν Ἴακχον ἐξάγουσιν.
Camillus. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1914.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.