πυρός τ’ ἐρινὺς ἐν νεκροῖς θερηνυαι
ζῶσ’ ἥδ’ ἀνίησ’ ἀτμὸν ἐμφανῆ . .
ἀπωλόμην· οὐκ οἴσετ’ εἰς δόμους ν〈έκυν;〉
νοεῖς; πόσις μοι πλησίον γαμηλίους
μολπὰς ἀυτεῖ παρθένοις ἡγούμενος.
5
οὐ θᾶσσον; οὐ σταλαγμὸν ἐξομόρξετε,
εἴ πού τις ἔστιν αἵματος χαμαὶ πεσών;
ἐπείγετ’ εἶα, δμωίδες· κρύψω δέ νιν
ξεστοῖσι θαλάμοις, ἔνθ’ ἐμῷ κεῖται πόσει
χρυσός· μόνη δὲ κλῇθρ’ ἐγὼ σφραγίζομαι.
10
ὦ καλλιφεγγὲς Ἥλι’, ὥς μ’ ἀπώλεσας
καὶ τόνδ’ · Ἀπόλλων δ’ ἐν βροτοῖς ὀρθῶς καλῇ,
ὅστις τὰ σιγῶντ’ ὀνόματ’ οἶδε δαιμόνων.
τὰν Διὸς οὐρανίαν ἀείδομεν
15
τὰν ἐρώτων πότνιαν, τὰν παρθένοις
πότνια, σοὶ τάδ’ ἐγὼ νυμφεῖ’ ἀείδω,
πώλῳ, τὸν ἐν αἰθέρι κρύπτεις
τᾶσδε πόλεως βασιλῆ νυμφεύεται,
ἀστερωποῖσιν δόμοισιν χρυσέων
25
ὦ μακάρων βασιλεὺς μείζων ἔτ’ ὄλβον·
γαμβρὸς δι’ ἀπείρονα γαῖαν
30
ΜΕΡ.
χώρει σὺ καὶ τάσδ’ εἰς δόμους ἄγων κόρας
γυναῖκ’ ἄνωχθι πᾶσι τοῖς κατὰ στόμα
θεοῖς χορεῦσαι καὶ κυκλώσασθαι δόμους
σεμνοῖσιν ὑμεναίοισιν, Ἑστίας θ’ ἕδος,
35
ἀφ’ ἧς γε σώφρων πᾶς ἂν ἄρχεσθαι θέλοι
εὐχὰς πο〈εῖσθαι〉. . . . . . .
. . . . . . . . . . . .
40
θεᾶς προσελθεῖν τέμενος ἐξ ἐμῶν δόμων.
ΘΕΡ.
ὦ δέσποτ’, ἔστρεψ’ ἐκ δόμων ταχὺν πόδα.
οὗ γὰρ σὺ σῴζῃ σεμνὰ θησαυρίσματα
χρυσοῦ, δι’ ἁρμῶν ἐξαμείβεται πύλης
45
καπνοῦ μέλαιν’ ἄησις ἔνδοθεν στέγης.
προσθεὶς πρόσωπον φλόγα μὲν οὐχ ὁρῶ πυρός,
γέμοντα δ’ οἶκον μέλανος ἔνδοθεν καπνοῦ.
ἀλλ’ ἔσιθ’ ἐς οἶκον, μή τιν’ Ἥφαιστος χόλον
δόμοις ἐπεισφρεὶς μέλαθρα συμφλέξῃ πυρὶ·
50
ἐν τοῖσιν ἡδίστοισι Φαέθοντος γάμοις.
ΜΕΡ.
πῶς φής; ὅρα μὴ θυμάτων πυρουμένων
κατ’ οἶκον ἀτμὸν κεῖσ’ ἀποσταλέντ’ ἴδῃς.
ΘΕΡ.
ἅπαντα ταῦτ’ ἠθρησεκανπωτουσεχει
ΜΕΡ.
οἶδεν δ’ ἐμὴ τάδ’ ἢ οὐκ ἐπίσταται δάμαρ;
55
ΘΕΡ.
θυηπολοῦσα θεοῖς ἐκεῖσ’ ἔχει φρένας.
ΜΕΡ.
ἀλλ’ εἶμ’, ἐπεί τοι καὶ φιλεῖ τὰ τοιάδε
ληφθέντα φαύλως ἐς μέγαν χειμῶν’ ἄγειν.
σὺ δ’ ὡς πάρος δέσποινα Δήμητρος κόρη
Ἥφαιστέ τ’ ἔστε πρευμενεῖς δόμοις ἐμοῖς.
60
ΧΟΡ.
τάλαιν’ ἐγώ, τάλαινα, ποῖ πόδα
ἀν’ αἰθέρ’; ἢ γᾶς ὑπὸ κεῦθος ἄφαντον
ἰώ μοί μοι, κακὰ φανήσεται·
65
βασίλεια τάλαινα παῖς τ’ ἔσω
ὀτοτοτοῖ, κεραύνιαί τ’ ἐκ Διὸς
πυριβόλοι πλαγαὶ λέχεα θ’ Ἁλίου.
ὦ δυστάλαινα τῶν ἀμετρήτων κακῶν
70
σφαγὰς οἰκτρά τ’ ἀρκέσαι σᾶς δειρᾶς.
ΧΟΡ.
ἠκούσατ’ ἀρχὰς δεσπότου στεναγμάτων;
ΧΟΡ.
καλεῖ τὸν οὐ κλύοντα δυστυχῆ γόνον
. . . . . . . τῶνὁρᾶν σαφῆ.