μνησθεὶς ὅ μοί ποτ’ εἶφ’ ὅτ’ ηὐνάσθη θεός.
αἰτοῦ τί χρῄζεις ἕν· πέρᾳ γὰρ οὐ θέμις
λαβεῖν σε· κἂν μὲν τυγχάνῃς
θεοῦ πέφυκας· εἰ δὲ μή, ψευδὴς ἐγώ.
ΦΑΕ.
πῶς οὖν πρόσειμι δῶμα θερμὸν Ἡλίου;
5
ΚΛΥ.
κείνῳ μελήσει σῶμα μὴ βλάπτειν τὸ σόν.
ΦΑΕ.
εἴπερ πατὴρ πέφυκεν, οὐ κακῶς λέγεις.
ΚΛΥ.
σάφ’ ἴσθι· πεύσῃ δ’ αὐτὸ τῷ χρόνῳ σαφῶς.
ΦΑΕ.
ἀρκεῖ· πέποιθα γάρ σε μὴ ψευδῆ λέγειν.
ἀλλ’ ἕρπ’ ἐς οἴκους· καὶ γὰρ αἵδ’ ἔξω δόμων
10
δμῳαὶ περῶσιν, αἳ πατρὸς κατὰ σταθμοὺς
σαίρουσι δῶμα καὶ δόμων κειμήλια
καθ’ ἡμέραν φοιβῶσι κἀπιχωρίοις
ὀσμαῖσι θυμιῶσιν εἰσόδους δόμων.
ὅταν δ’ ὕπνον γεραιὸς ἐκλιπὼν πατὴρ
15
πύλας ἀμείψῃ καὶ λόγους γάμων πέρι
λέξῃ πρὸς ἡμᾶς, Ἡλίου μολὼν δόμους
τοὺς σοὺς ἐλέγξω, μῆτερ, εἰ σαφεῖς λόγοι
ΧΟΡ
. . . . . . . .
στρ. α
. δειλα . . α̣ . κ̣υ̣ . .μ̣α̣ι̣
μέλπει δ’ ἐν δένδρεσι λεπτὰν
σύριγγας δ’ οὐριβάται
ἀντ. α
ξανθᾶν πώλων συζυγίαι.
30
ἄκατοι δ’ ἀνάγονται ὑπ’ εἰρεσίας
στρ. β
35
ἀνέμων τ’ εὐαέσσιν ῥοθίοις
ἀνὰ δ’ ἱστία . . . . . . .
σινδὼν δὲ πρότονον ἐπὶ μέσον πελάζει.
τὰ μὲν οὖν ἑτέροισι μέριμνα πέλει·
ἀντ. β
κόσμον δ’ ὑμεναίων δεσποσύνων
ἐμὲ καὶ τὸ δίκαιον ἄγει καὶ ἔρως
45
ὑμνεῖν· δμωσὶν γὰρ ἀνάκτων
ἐπὶ χάρματ’· εἰ δὲ τύχα τι τέκοι,
βαρὺν βαρεῖα φόβον ἔπεμψεν οἴκοις.
50
ὁρίζεται δὲ τόδε φάος γάμων τέλος,
ἐπ.
θεὸς ἔδωκε, χρόνος ἔκρανε
ἀλλ’ ὅδε γὰρ δὴ βασιλεὺς πρὸ δόμων
κῆρύξ θ’ ἱερὸς καὶ παῖς Φαέθων
60
βαίνουσι, τριπλοῦν ζεῦγος, ἔχειν χρὴ
περὶ γὰρ μεγάλων γνώμας δείξει,
παῖδ’ ὑμεναίοις, ὡς φησί, θέλων
ζεῦξαι νύμφης τε λεπάδνοις.
65
〈ΚΗΡ.〉
Ὠκεανοῦ πεδίων οἰκήτορες,
ἐκτόπιοί τε δόμων ἀπαείρετε,
κηρύσσω δ’ ὁσίαν βασιλήιον,
70
εὐτεκνίαν τε γάμοις, ὧν ἔξοδος
παιδὸς πατρός τε τῇδ’ ἐν ἡμέρᾳ λέχη
κρᾶναι θελόντων· ἀλλὰ σῖγ’ ἔστω λεώς.
75
ΜΕΡ
. . . . . . . . . . . . . .
. . . . . . . εἰ γὰρ εὖ λέγω