Ἕκτωρ
ᾔδη τάδʼ· οὐδὲν μάντεων ἔδει φράσαι
Ὀδυσσέως τέχναισι τόνδʼ ὀλωλότα.
ἐγὼ δὲ γῆς ἔφεδρον Ἑλλήνων στρατὸν
λεύσσων, τί μὴν ἔμελλον οὐ πέμψειν φίλοις
955
κήρυκας, ἐλθεῖν κἀπικουρῆσαι χθονί;
ἔπεμψʼ· ὀφείλων δʼ ἦλθε συμπονεῖν ἐμοί.
οὐ μὴν θανόντι γʼ οὐδαμῶς συνήδομαι.
καὶ νῦν ἕτοιμος τῷδε καὶ τεῦξαι τάφον
καὶ ξυμπυρῶσαι μυρίων πέπλων χλιδήν·
960
φίλος γὰρ ἐλθὼν δυστυχῶς ἀπέρχεται.
Μοῦσα
οὐκ εἶσι γαίας ἐς μελάγχιμον πέδον·
τοσόνδε Νύμφην τὴν ἔνερθʼ αἰτήσομαι,
τῆς καρποποιοῦ παῖδα Δήμητρος θεᾶς,
ψυχὴν ἀνεῖναι τοῦδʼ· ὀφειλέτις δέ μοι
965
τοὺς Ὀρφέως τιμῶσα φαίνεσθαι φίλους.
κἀμοὶ μὲν ὡς θανών τε κοὐ λεύσσων φάος
ἔσται τὸ λοιπόν· οὐ γὰρ ἐς ταὐτόν ποτε
οὔτʼ εἶσιν οὔτε μητρὸς ὄψεται δέμας·
κρυπτὸς δʼ ἐν ἄντροις τῆς ὑπαργύρου χθονὸς
970
ἀνθρωποδαίμων κείσεται βλέπων φάος,
Βάκχου προφήτης ὥστε Παγγαίου πέτραν
ᾤκησε, σεμνὸς τοῖσιν εἰδόσιν θεός.
ῥᾷον δὲ πένθος τῆς θαλασσίας θεοῦ
οἴσω· θανεῖν γὰρ καὶ τὸν ἐκ κείνης χρεών.
975
θρήνοις δʼ ἀδελφαὶ πρῶτα μὲν σὲ ὑμνήσομεν,
ἔπειτʼ Ἀχιλλέα Θέτιδος ἐν πένθει ποτέ.
οὐ ῥύσεταί νιν Παλλάς, ἥ σʼ ἀπέκτανεν·
τοῖον φαρέτρα Λοξίου σῴζει βέλος.
ὦ παιδοποιοὶ συμφοραί, πόνοι βροτῶν·
980
ὡς ὅστις ὑμᾶς μὴ κακῶς λογίζεται,
ἄπαις διοίσει κοὐ τεκὼν θάψει τέκνα.
Χορός
οὗτος μὲν ἤδη μητρὶ κηδεύειν μέλει·
σὺ δʼ εἴ τι πράσσειν τῶν προκειμένων θέλεις,
Ἕκτορ, πάρεστι· φῶς γὰρ ἡμέρας τόδε.
985
Ἕκτωρ
χωρεῖτε, συμμάχους δʼ ὁπλίζεσθαι τάχος
ἄνωχθε πληροῦν τʼ αὐχένας ξυνωρίδων.
πανοὺς δʼ ἔχοντας χρὴ μένειν Τυρσηνικῆς
σάλπιγγος αὐδήν· ὡς ὑπερβαλὼν στρατὸν
τείχη τʼ Ἀχαιῶν ναυσὶν αἶθον ἐμβαλεῖν
990
πέποιθα Τρωσί θʼ ἡμέραν ἐλευθέραν
ἀκτῖνα τὴν στείχουσαν ἡλίου φέρειν.
Rhesus. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.