Χορός
καὶ μὴν ὅδʼ Αἰνέας καὶ μάλα σπουδῇ ποδὸς
85
στείχει, νέον τι πρᾶγμʼ ἔχων φίλοις φράσαι.
Αἰνείας
Ἕκτορ, τί χρῆμα νύκτεροι κατὰ στρατὸν
τὰς σὰς πρὸς εὐνὰς φύλακες ἐλθόντες φόβῳ
νυκτηγοροῦσι καὶ κεκίνηται· στρατός;
Ἕκτωρ
Αἰνέα, πύκαζε τεύχεσιν δέμας σέθεν.
90
Αἰνείας
τί δʼ ἔστι; μῶν τις πολεμίων ἀγγέλλεται
δόλος κρυφαῖος ἑστάναι κατʼ εὐφρόνην;
Ἕκτωρ
φεύγουσιν ἅνδρες κἀπιβαίνουσιν νεῶν.
Αἰνείας
τί τοῦδʼ ἂν εἴποις ἀσφαλὲς τεκμήριον;
Ἕκτωρ
αἴθουσι πᾶσαν νύκτα λαμπάδας πυρός·
95
καί μοι δοκοῦσιν οὐ μενεῖν ἐς αὔριον,
ἀλλʼ ἐκκέαντες πύρσʼ ἐπʼ εὐσέλμων νεῶν
φυγῇ πρὸς οἴκους τῆσδʼ ἀφορμήσειν χθονός.
Αἰνείας
σὺ δʼ ὡς τί δράσων πρὸς τάδʼ ὁπλίζῃ χέρας;
Ἕκτωρ
φεύγοντας αὐτοὺς κἀπιθρῴσκοντας νεῶν
100
λόγχῃ καθέξω κἀπικείσομαι βαρύς·
αἰσχρὸν γὰρ ἡμῖν, καὶ πρὸς αἰσχύνῃ κακόν,
θεοῦ διδόντος πολεμίους ἄνευ μάχης
φεύγειν ἐᾶσαι πολλὰ δράσαντας κακά.
Αἰνείας
εἴθʼ ἦσθʼ ἀνὴρ εὔβουλος ὡς δρᾶσαι χερί.
105
ἀλλʼ οὐ γὰρ αὑτὸς πάντʼ ἐπίστασθαι βροτῶν
πέφυκεν· ἄλλῳ δʼ ἄλλο πρόσκειται γέρας,
σὲ μὲν μάχεσθαι, τοὺς δὲ βουλεύειν καλῶς·
ὅστις πυρὸς λαμπτῆρας ἐξήρθης κλύων
φλέγειν Ἀχαιούς, καὶ στρατὸν μέλλεις ἄγειν
110
τάφρους ὑπερβὰς νυκτὸς ἐν καταστάσει.
καίτοι περάσας κοῖλον αὐλώνων βάθος,
εἰ μὴ κυρήσεις πολεμίους ἀπὸ χθονὸς
φεύγοντας, ἀλλὰ σὸν βλέποντας ἐς δόρυ,
νικώμενος μὲν οὔτι μὴ μόλῃς πάλιν·
115
πῶς γὰρ περάσει σκόλοπας ἐν τροπῇ στρατός;
πῶς δʼ αὖ γεφύρας διαβαλοῦσʼ ἱππηλάται,
ἢν ἆρα μὴ θραύσαντες ἀντύγων χνόας;
νικῶν δʼ ἔφεδρον παῖδʼ ἔχεις τὸν Πηλέως,
ὅς σʼ οὐκ ἐάσει ναυσὶν ἐμβαλεῖν φλόγα,
120
οὐδʼ ὧδʼ Ἀχαιούς, ὡς δοκεῖς, ἀναρπάσαι.
αἴθων γὰρ ἁνὴρ καὶ πεπύργωται χερί.
ἀλλὰ στρατὸν μὲν ἥσυχον παρʼ ἀσπίδας
εὕδειν ἐῶμεν ἐκ κόπων ἀρειφάτων,
κατάσκοπον δὲ πολεμίων, ὃς ἂν θέλῃ,
125
πέμπειν δοκεῖ μοι· κἂν μὲν αἴρωνται φυγήν,
στείχοντες ἐμπέσωμεν Ἀργείων στρατῷ·
εἰ δʼ ἐς δόλον τινʼ ἥδʼ ἄγει φρυκτωρία,
μαθόντες ἐχθρῶν μηχανὰς κατασκόπου
βουλευσόμεσθα· τήνδʼ ἔχω γνώμην, ἄναξ.
130
Rhesus. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.