Ἡνίοχος
τί τοῖσδʼ ἀπειλεῖς βάρβαρός τε βαρβάρου
γνώμην ὑφαιρῇ τὴν ἐμήν, πλέκων λόγους;
σὺ ταῦτʼ ἔδρασας· οὐδένʼ ἂν δεξαίμεθα
835
οὔθʼ οἱ θανόντες οὔτʼ ἂν οἱ τετρωμένοι
ἄλλον· μακροῦ γε δεῖ σε καὶ σοφοῦ λόγου,
ὅτῳ με πείσεις μὴ φίλους κατακτανεῖν,
ἵππων ἐρασθείς, ὧν ἕκατι συμμάχους
τοὺς σοὺς φονεύεις, πόλλʼ ἐπισκήπτων μολεῖν.
840
ἦλθον, τεθνᾶσιν· εὐπρεπέστερον Πάρις
ξενίαν κατῄσχυνʼ ἢ σὺ συμμάχους κτανών.
μὴ γάρ τι λέξῃς ὥς τις Ἀργείων μολὼν
διώλεσʼ ἡμᾶς· τίς δʼ ὑπερβαλὼν λόχους
Τρώων ἐφʼ ἡμᾶς ἦλθεν, ὥστε καὶ λαθεῖν;
845
σὺ πρόσθεν ἡμῶν ἧσο καὶ Φρυγῶν στρατός.
τίς οὖν τέτρωται, τίς τέθνηκε συμμάχων
τῶν σῶν, μολόντων ὧν σὺ πολεμίων λέγεις;
ἡμεῖς δʼ ἑκὰς τετρώμεθʼ, οἳ δὲ μειζόνως
παθόντες οὐχ ὁρῶσιν ἡλίου φάος.
850
ἁπλῶς δʼ Ἀχαιῶν οὐδένʼ αἰτιώμεθα.
τίς δʼ ἂν χαμεύνας πολεμίων κατʼ εὐφρόνην
Ῥήσου μολὼν ἐξηῦρεν, εἰ μή τις θεῶν
ἔφραζε τοῖς κτανοῦσιν; οὐδʼ ἀφιγμένον
τὸ πάμπαν ᾖσαν· ἀλλὰ μηχανᾷ τάδε.
855
Ἕκτωρ
χρόνον μὲν ἤδη συμμάχοισι χρώμεθα
ὅσονπερ ἐν γῇ τῇδʼ Ἀχαιικὸς λεώς,
κοὐδὲν πρὸς αὐτῶν οἶδα πλημμελὲς κλύων·
ἐν σοὶ δʼ ἂν ἀρχοίμεσθα. μή μʼ ἔρως ἕλοι
τοιοῦτος ἵππων ὥστʼ ἀποκτείνειν φίλους.
860
καὶ ταῦτʼ Ὀδυσσεύς· τίς γὰρ ἄλλος ἄν ποτε
ἔδρασεν ἢ ʼβούλευσεν Ἀργείων ἀνήρ;
δέδοικα δʼ αὐτὸν καί τί μου θράσσει φρένας,
μὴ καὶ Δόλωνα συντυχὼν κατακτάνῃ·
χρόνον γὰρ ἤδη φροῦδος ὢν οὐ φαίνεται.
865
Ἡνίοχος
οὐκ οἶδα τοὺς σοὺς οὓς λέγεις Ὀδυσσέας·
ἡμεῖς δʼ ὑπʼ ἐχθρῶν οὐδενὸς πεπλήγμεθα.
Ἕκτωρ
σὺ δʼ οὖν νόμιζε ταῦτʼ, ἐπείπερ σοι δοκεῖ.
Ἡνίοχος
ὦ γαῖα πατρίς, πῶς ἂν ἐνθάνοιμί σοι;
Ἕκτωρ
μὴ θνῇσχʼ· ἅλις γὰρ τῶν τεθνηκότων ὄχλος.
870
Ἡνίοχος
ποῖ δὴ τράπωμαι δεσποτῶν μονούμενος;
Ἕκτωρ
οἶκός σε κεύθων οὑμὸς ἐξιάσεται.
Ἡνίοχος
καὶ πῶς με κηδεύσουσιν αὐθεντῶν χέρες;
Ἕκτωρ
ὅδʼ αὖ τὸν αὐτὸν μῦθον οὐ λήξει λέγων.
Ἡνίοχος
ὄλοιθʼ ὁ δράσας. οὐ γὰρ ἐς σὲ τείνεται
875
γλῶσσʼ, ὡς σὺ κομπεῖς· ἡ Δίκη δʼ ἐπίσταται.
Ἕκτωρ
λάζυσθʼ· ἄγοντες
δʼ αὐτὸν ἐς δόμους ἐμούς,
οὕτως ὅπως ἂν μὴ ʼγκαλῇ πορσύνετε·
ὑμᾶς δʼ ἰόντας τοῖσιν ἐν τείχει χρεὼν
Πριάμῳ τε καὶ γέρουσι σημῆναι νεκροὺς
880
θάπτειν κελεύθου λεωφόρου πρὸς ἐκτροπάς.
Rhesus. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.