Χορός
ἴτε θοαὶ Λύσσας κύνες ἴτʼ εἰς ὄρος,
θίασον ἔνθʼ ἔχουσι Κάδμου κόραι,
ἀνοιστρήσατέ νιν
ἐπὶ τὸν ἐν γυναικομίμῳ στολᾷ
980
λυσσώδη κατάσκοπον μαινάδων.
μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτρας
ἢ σκόλοπος ὄψεται
δοκεύοντα, μαινάσιν δʼ ἀπύσει·
Τίς ὅδʼ ὀρειδρόμων
985
μαστὴρ Καδμείων ἐς ὄρος ἐς ὄρος ἔμολʼ
ἔμολεν, ὦ βάκχαι; τίς ἄρα νιν ἔτεκεν;
οὐ γὰρ ἐξ αἵματος
γυναικῶν ἔφυ, λεαίνας δέ τινος
ὅδʼ ἢ Γοργόνων Λιβυσσᾶν γένος.
990
ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος
φονεύουσα λαιμῶν διαμπὰξ
τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος
995
γόνον γηγενῆ.
997
Χορός
ὃς ἀδίκῳ γνώμᾳ παρανόμῳ τʼ ὀργᾷ
περὶ
σὰ Βάκχιʼ, ὄργια ματρός τε σᾶς
μανείσᾳ πραπίδι
παρακόπῳ τε λήματι στέλλεται,
1000
τἀνίκατον ὡς κρατήσων βίᾳ,
γνωμᾶν σωφρόνα θάνατος ἀπροφάσι-
στος ἐς τὰ θεῶν ἔφυ·
βροτείως τʼ ἔχειν ἄλυπος βίος.
τὸ σοφὸν οὐ φθονῶ·
1005
χαίρω θηρεύουσα· τὰ δʼ ἕτερα μεγάλα
φανερά τʼ· ὤ, νάει
ν ἐπὶ τὰ καλὰ βίον,
ἦμαρ ἐς νύκτα τʼ εὐ-
αγοῦντʼ εὐσεβεῖν, τὰ δʼ ἔξω νόμιμα
δίκας ἐκβαλόντα τιμᾶν θεούς.
1010
ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος
φονεύουσα λαιμῶν διαμπὰξ
τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος
1015
τόκον γηγενῆ.
1017
Χορός
φάνηθι ταῦρος ἢ πολύκρανος ἰδεῖν
δράκων ἢ πυριφλέγων ὁρᾶσθαι λέων.
ἴθʼ, ὦ Βάκχε, θηραγρευτᾷ βακχᾶν
1020
γελῶντι προσώπῳ περίβαλε βρόχον
θανάσιμον ὑπʼ ἀγέλαν πεσόν-
τι τὰν μαινάδων.
1024
Bacchae. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.