Χορός
θὲς ἐς χορόν, ὦ φίλα, ἴχνος,
ὡς νεβρὸς οὐράνιον
860
πήδημα κουφίζουσα σὺν ἀγλαΐᾳ.
νικᾷ στεφαναφορίαν
κρείσσω τοῖς παρʼ Ἀλφειοῦ ῥεέθροισι τελέσσας
κασίγνητος σέθεν· ἀλλʼ ἐπάειδε
καλλίνικον ᾠδὰν ἐμῷ χορῷ.
865
866
Ἠλέκτρα
ὦ φέγγος, ὦ τέθριππον ἡλίου σέλας,
ὦ γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος,
νῦν ὄμμα τοὐμὸν ἀμπτυχαί τʼ ἐλεύθεροι,
ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς.
φέρʼ, οἷα δὴ χω καὶ δόμοι κεύθουσί μου
870
κόμης ἀγάλματʼ ἐξενέγκωμαι, φίλαι,
στέψω τʼ ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου.
Χορός
σὺ μέν νυν ἀγάλματʼ ἄειρε
κρατί· τὸ δʼ ἁμέτερον
χωρήσεται Μούσαισι χόρευμα φίλον.
875
νῦν οἱ πάρος ἁμέτεροι
γαίας τυραννεύσουσι φίλοι βασιλῆες,
δικαίως
τοὺς ἀδίκους καθελόντες.
ἀλλʼ ἴτω ξύναυλος βοὰ χαρᾷ.
Electra. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.