Ἠλέκτρα
λέγοιμʼ ἄν· ἀρχὴ δʼ ἥδε μοι προοιμίου·
1060
εἴθʼ εἶχες, ὦ τεκοῦσα, βελτίους φρένας.
τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν
Ἑλένης τε καὶ σοῦ, δύο δʼ ἔφυτε συγγόνω,
ἄμφω ματαίω Κάστορός τʼ οὐκ ἀξίω.
ἣ μὲν γὰρ ἁρπασθεῖσʼ ἑκοῦσʼ ἀπώλετο,
1065
σὺ δʼ ἄνδρʼ ἄριστον Ἑλλάδος διώλεσας,
σκῆψιν προτείνουσʼ, ὡς ὑπὲρ τέκνου πόσιν
ἔκτεινας· οὐ γάρ σʼ ὡς ἔγωγʼ ἴσασιν εὖ.
ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς,
νέον τʼ ἀπʼ οἴκων ἀνδρὸς ἐξωρμημένου,
1070
ξανθὸν κατόπτρῳ πλόκαμον ἐξήσκεις κόμης.
γυνὴ δʼ, ἀπόντος ἀνδρός ἥτις ἐκ δόμων
ἐς κάλλος ἀσκεῖ, διάγραφʼ ὡς οὖσαν κακήν.
οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲς
φαίνειν πρόσωπον, ἤν τι μὴ ζητῇ κακόν.
1075
μόνη δὲ πασῶν οἶδʼ ἐγὼ σʼ Ἑλληνίδων,
εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην,
εἰ δʼ ἥσσονʼ εἴη, συννεφοῦσαν ὄμματα,
Ἀγαμέμνονʼ οὐ χρῄζουσαν ἐκ Τροίας μολεῖν.
καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι·
1080
ἄνδρʼ εἶχες οὐ κακίονʼ Αἰγίσθου πόσιν,
ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην·
Ἑλένης δʼ ἀδελφῆς τοιάδʼ ἐξειργασμένης
ἐξῆν κλέος σοι μέγα λαβεῖν· τὰ γὰρ κακὰ
παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τʼ ἔχει.
1085
εἰ δʼ, ὡς λέγεις, σὴν θυγατέρʼ ἔκτεινεν πατήρ,
ἐγὼ τί σʼ ἠδίκησʼ ἐμός τε σύγγονος;
πῶς οὐ πόσιν κτείνασα πατρῴους δόμους
ἡμῖν προσῆψας, ἀλλʼ ἐπηνέγκω λέχει
τἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη;
1090
κοὔτʼ ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις,
οὔτʼ ἀντʼ ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲ
κτείνας ἀδελφῆς ζῶσαν. εἰ δʼ ἀμείψεται
φόνον δικάζων φόνος, ἀποκτενῶ σʼ ἐγὼ
καὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι·
1095
εἰ γὰρ δίκαιʼ ἐκεῖνα, καὶ τάδʼ ἔνδικα.
ὅστις δὲ πλοῦτον ἢ εὐγένειαν εἰσιδὼν
γαμεῖ πονηράν, μῶρός ἐστι· μικρὰ γὰρ
μεγάλων ἀμείνω σώφρονʼ ἐν δόμοις λέχη.
Electra. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.