Εὐάδνη
τί φέγγος, τίνʼ αἴγλαν
990
ἐδίφρευε τόθʼ ἅλιος
σελάνα τε κατʼ αἰθέρα,
λαμπάδʼ ἵνʼ ὠκυθόαι νύμφαι,
ἱππεύουσι διʼ ὀρφναίας,
ἁνίκα
γάμων γάμων
995
τῶν ἐμῶν πόλις Ἄργους
ἀοιδάς, εὐδαιμονίας,
ἐπύργωσε καὶ γαμέτα
χαλκεοτευχοῦς, αἰαῖ, Καπανέως.
πρός σʼ ἔβαν δρομὰς ἐξ ἐμῶν
1000
οἴκων ἐκβακχευσαμένα,
πυρᾶς φῶς τάφον τε
βατεύσουσα τὸν αὐτόν,
ἐς Ἅιδαν καταλύσουσʼ ἔμμοχθον
βίοτον αἰῶνός τε πόνους·
1005
ἥδιστος γάρ τοι θάνατος
συνθνῄσκειν θνῄσκουσι φίλοις,
εἰ δαίμων τάδε κραίνοι.
The Suppliant Maidens. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.