Χορός
καὶ μὴν ὅδʼ αὐτὸς σὸς πατὴρ βαίνει πέλας
γεραιὸς Ἶφις ἐς νεωτέρους λόγους,
οὓς οὐ κατειδὼς πρόσθεν ἀλγήσει κλύων.
Ἶφις
ὦ δυστάλαιναι, δυστάλας δʼ ἐγὼ γέρων,
ἥκω διπλοῦν πένθημʼ ὁμαιμόνων ἔχων,
1035
τὸν μὲν θανόντα παῖδα Καδμείων δορὶ
Ἐτέοκλον ἐς γῆν πατρίδα ναυσθλώσων νεκρόν,
ζητῶν τʼ ἐμὴν παῖδʼ, ἣ δόμων ἐξώπιος
βέβηκε πηδήσασα Καπανέως δάμαρ,
θανεῖν ἐρῶσα σὺν πόσει. χρόνον μὲν οὖν
1040
τὸν πρόσθʼ ἐφρουρεῖτʼ ἐν δόμοις· ἐπεὶ δʼ ἐγὼ
φυλακὰς ἀνῆκα τοῖς παρεστῶσιν κακοῖς,
βέβηκεν. ἀλλὰ τῇδέ νιν δοξάζομεν
μάλιστʼ ἂν εἶναι· φράζετʼ εἰ κατείδετε.
Εὐάδνη
τί τάσδʼ ἐρωτᾷς; ἥδʼ ἐγὼ πέτρας ἔπι
1045
ὄρνις τις ὡσεὶ Καπανέως ὑπὲρ πυρᾶς
δύστηνον αἰώρημα κουφίζω, πάτερ.
Ἶφις
τέκνον, τίς αὔρα; τίς στόλος; τίνος χάριν
δόμων ὑπεκβᾶσʼ ἦλθες ἐς τήνδε χθόνα;
Εὐάδνη
ὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτων
1050
κλύων· ἀκοῦσαι δʼ οὔ σε βούλομαι, πάτερ.
Ἶφις
τί δʼ; οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι;
Εὐάδνη
κριτὴς ἂν εἴης οὐ σοφὸς γνώμης ἐμῆς.
Ἶφις
σκευῇ δὲ τῇδε τοῦ χάριν κοσμεῖς δέμας;
Εὐάδνη
θέλει τι κλεινὸν οὗτος ὁ στολμός, πάτερ.
1055
Ἶφις
ὡς οὐκ ἐπʼ ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν.
Εὐάδνη
ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα.
Ἶφις
κἄπειτα τύμβῳ καὶ πυρᾷ φαίνῃ πέλας;
Εὐάδνη
ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι.
Ἶφις
νικῶσα νίκην τίνα; μαθεῖν χρῄζω σέθεν.
1060
Εὐάδνη
πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος.
Ἶφις
ἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίᾳ;
Εὐάδνη
ἀρετῇ· πόσει γὰρ συνθανοῦσα κείσομαι.
Ἶφις
τί φῄς; τί τοῦτʼ αἴνιγμα σημαίνεις σαθρόν;
Εὐάδνη
ᾄσσω θανόντος Καπανέως τήνδʼ ἐς πυράν.
1065
Ἶφις
ὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς.
Εὐάδνη
τοῦτʼ αὐτὸ χρῄζω, πάντας Ἀργείους μαθεῖν.
Ἶφις
ἀλλʼ οὐδέ τοί σοι πείσομαι δρώσῃ τάδε.
Εὐάδνη
ὅμοιον· οὐ γὰρ μὴ κίχῃς μʼ ἑλὼν χερί.
καὶ δὴ παρεῖται σῶμα — σοὶ μὲν οὐ φίλον,
1070
ἡμῖν δὲ καὶ τῷ συμπυρουμένῳ πόσει.
The Suppliant Maidens. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.