Χορός
ὦ Φοῖβε πυργώσας τὸν ἐν Ἰλίῳ εὐτειχῆ πάγον
καὶ πόντιε κυανέαις ἵπποις διφρεύ-
1010
ων ἅλιον πέλαγος,
τίνος οὕνεκ’ ἄτιμον ὀργᾶς
ἃν χέρα τεκτοσύνας Ἐ-
1015
νυαλίῳ δοριμήστορι προσθέν-
τες τάλαιναν τάλαι-
ναν μεθεῖτε Τροίαν;
Χορός
πλείστους δ’ ἐπ’ ἀκταῖσιν Σιμοεντίσιν εὐίππους
ὄχους
ἐζεύξατε καὶ φονίους ἀνδρῶν ἁμίλ-
1020
λας ἔθετ’ ἀστεφάνους·
ἀπὸ δὲ φθίμενοι βεβᾶσιν
Ἰλιάδαι βασιλῆες,
οὐδ’ ἔτι πῦρ ἐπιβώμιον ἐν Τροί-
ᾳ θεοῖσιν λέλαμ-
1025
πεν καπνῷ θυώδει.
Χορός
βέβακε δ’ Ἀτρείδας ἀλόχου παλάμαις,
αὐτά τ’ ἐναλλάξασα φόνον θανάτῳ
πρὸς τέκνων ἀπηύρα
1030
θεοῦ. θεοῦ νιν κέλευμ’ ἐπεστράφη
μαντόσυνον, ὅτε νιν Ἀργόθεν πορευθεὶς
Ἀγαμεμνόνιος κέλωρ, ἀδύτων ἐπιβὰς
κτεάνων, ματρὸς φονεὺς
1035
ὦ δαῖμον, ὦ Φοῖβε, πῶς πείθομαι;
Χορός
πολλαὶ δ’ ἀν’ Ἑλλάνων ἀγόρους στοναχὰς
μέλποντο δυστάνων τεκέων, ἄλοχοι δ’
ἐξέλειπον οἴκους
1040
πρὸς ἄλλον εὐνάτορ’. οὐχὶ σοὶ μόνᾳ
δύσφρονες ἐπέπεσον, οὐ φίλοισι, λῦπαι·
νόσον Ἑλλὰς ἔτλα, νόσον· διέβα δὲ Φρυγῶν
καὶ πρὸς εὐκάρπους γύας
1045
σκηπτὸς σταλάσσων
τὸν Ἅιδα φόνον.
Andromache. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.