Χορός
καὶ μὴν ὅδ’ ἄναξ ἤδη φοράδην
Δελφίδος ἐκ γῆς δῶμα πελάζει.
τλήμων ὁ παθών, τλήμων δέ, γέρον,
καὶ σύ· δέχῃ γὰρ τὸν Ἀχίλλειον
σκύμνον ἐς οἴκους οὐχ ὡς σὺ θέλεις·
1170
αὐτός τε κακοῖς
πήμασι κύρσας
εἰς ἓν μοίρας συνέκυρσας.
Andromache. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.