Παιδαγωγός
δέσποιν’, ἀφεῖνται παῖδες οἵδε σοὶ φυγῆς,
καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖν
ἐδέξατ’· εἰρήνη δὲ τἀκεῖθεν τέκνοις.
ἔα.
1005
τί συγχυθεῖσ’ ἕστηκας ἡνίκ’ εὐτυχεῖς;
τί σὴν ἔστρεψας ἔμπαλιν παρηίδα
κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον;
Μήδεια
αἰαῖ.
Παιδαγωγός
τάδ’ οὐ ξυνῳδὰ τοῖσιν ἐξηγγελμένοις.
Μήδεια
αἰαῖ μάλ’ αὖθις.
Παιδαγωγός.
μῶν τιν’ ἀγγέλλων τύχην
οὐκ οἶδα, δόξης δ’ ἐσφάλην εὐαγγέλου;
1010
Μήδεια
ἤγγειλας οἷ’ ἤγγειλας· οὐ σὲ μέμφομαι.·
Παιδαγωγός
τί δαὶ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς;
Μήδεια
πολλή μ’ ἀνάγκη, πρέσβυ· ταῦτα γὰρ θεοὶ
κἀγὼ κακῶς φρονοῦσ’ ἐμηχανησάμην.
Παιδαγωγός
θάρσει· κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι.
1015
Μήδεια
ἄλλους κατάξω πρόσθεν ἡ τάλαιν’ ἐγώ.
Παιδαγωγός
οὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων·
κούφως φέρειν χρὴ θνητὸν ὄντα συμφοράς.
Μήδεια
δράσω τάδ’. ἀλλὰ βαῖνε δωμάτων ἔσω
καὶ παισὶ πόρσυν’ οἷα χρὴ καθ’ ἡμέραν.
1020
ὦ τέκνα τέκνα, σφῷν μὲν ἔστι δὴ πόλις
καὶ δῶμ’, ἐν ᾧ, λιπόντες ἀθλίαν ἐμέ,
οἰκήσετ’ αἰεὶ μητρὸς ἐστερημένοι·
ἐγὼ δ’ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς,
πρὶν σφῷν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας,
1025
πρὶν λέκτρα καὶ γυναῖκα καὶ γαμηλίους
εὐνὰς ἀγῆλαι λαμπάδας τ’ ἀνασχεθεῖν.
ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας.
ἄλλως ἄρ’ ὑμᾶς, ὦ τέκν’, ἐξεθρεψάμην,
ἄλλως δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις,
1030
στερρὰς ἐνεγκοῦσ’ ἐν τόκοις ἀλγηδόνας.
ἦ μήν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδας
πολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ’ ἐμὲ
καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,
ζηλωτὸν ἀνθρώποισι· νῦν δ’ ὄλωλε δὴ
1035
γλυκεῖα φροντίς. σφῷν γὰρ ἐστερημένη
λυπρὸν διάξω βίοτον ἀλγεινόν τ’ ἐμοί.
ὑμεῖς δὲ μητέρ’ οὐκέτ’ ὄμμασιν φίλοις
ὄψεσθ’, ἐς ἄλλο σχῆμ’ ἀποστάντες βίου.
φεῦ φεῦ· τί προσδέρκεσθέ μ’ ὄμμασιν, τέκνα;
1040
τί προσγελᾶτε τὸν πανύστατον γέλων;
αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται,
γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων.
οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματα
τὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς.
1045
τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς
λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;
οὐ δῆτ’ ἔγωγε. χαιρέτω βουλεύματα.
Medea. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.