Apollonius Rhodius Argonautica 1.1078

ed. George W. Mooney

Argonautica. Apollonius Rhodius. ed. George W. Mooney. London. 1912.

Sponsored by Perseus Project, Tufts University.

Funding provided by Tufts University.

Current edition Perseus

Argonautica (Greek) (The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.)

Editions (2)
Apollonii Rhodii Argonautica, edited by R. Brunck (OCR draft) Experimental (R. Brunck's edition of the Argonautica, with a concise critical apparatus. Leipzig: Teubner, 1810.) — 1 focus
Apollonii Rhodii Argonautica, edited by R. C. Seaton (OCR draft) Experimental (R. C. Seaton's Oxford Classical Text of the Argonautica, with a concise critical apparatus. Oxford: Clarendon Press, 1900.) — 1 focus
Translations (4)
The Argonautica, translated by E. P. Coleridge (OCR draft) Experimental (E. P. Coleridge's English translation of Apollonius Rhodius, published by Harvard University Press in 1912.) — 1 focus
The Argonautica, translated by R. C. Seaton (OCR draft) Experimental (R. C. Seaton's English translation of Apollonius Rhodius, published by Harvard University Press in 1912.) — 1 focus
The Argonautica, translated by F. A. Fawkes (OCR draft) Experimental (F. A. Fawkes's English translation of Apollonius Rhodius.) — 1 focus
The Argonautica, translated by R. C. Seaton and modernized by OpenAI 5.6 Sol (OCR draft) Experimental (R. C. Seaton's English translation of Apollonius Rhodius, published by Harvard University Press in 1912 and modernized by OpenAI 5.6 Sol in 2026.) — 1 focus

Commentary

Scholia on Apollonius' Argonautica (Scholia in Apollonium Rhodium vetera. Wendel, Carl, editor. Weidmann: Berlin, 1935.) focus

1079. ἦμαθ᾽ ὁμοῦ: τὸ ὁμοῦ παρ᾽ Ὁμήρῳ μὲν τὸ ἐν τῷ αὐτῷ τόπῳ σημαίνει (Λ 127)

“ὁμοῦ δ᾽ ἔχον ὠκέας ἵππους”
, παρὰ δὲ τοῖς μεθ᾽ Ὅμηρον καὶ ἄλλα σημαίνει, ὡς καὶ Σοφοκλῆς ἐπὶ χρόνου τέθεικεν αὐτό (Oed. R. 4 sq.)·
‘πόλις δ᾽ ὁμοῦ μὲν θυμιαμάτων γέμει, / ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων’.
νῦν δὲ ἀντὶ τοῦ ὁμοίως κεῖται, ὡς καὶ παρ᾽ Εὐριπίδῃ (Herc. 455)·
‘ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες’.

1080. 〈ἐπιπλομένη:〉 ἐπερχομένη. L gr (P)

1081. ὧλλοι μέν ῥα: ἡ τοιαύτη συναλοιφὴ τῆς νεωτέρας Ἰάδος ἐστί. διὸ μέμφονται Ζηνοδότῳ εἰπόντι 〈δεῖν ἀναγινώσκειν〉 (Β 1)

“ὧλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες”
· οὐ κέχρηται γὰρ ταύτῃ Ὅμηρος.

1082a. πύματον λάχος: ὕστατον κλῆρον καὶ μερίδα τοῦ ἐν τῇ Δολιονίᾳ ὕπνου λαμβάνοντες καὶ ἐκεῖσε ὑπνοῦντες· τῇ γὰρ ἑξῆς ἀναπλεῖν ἔμελλον. L gM P

1082b. 〈πύματον λάχος:〉 τοῦ ἐν Κυζίκῳ ὕπνου ὕστατον λάχος φησίν. S m

1083. ἀδινὰ κνώσσοντασ: ἐφύλαττον μεγάλως καὶ βαθέως ὑπνοῦντας. ὁ δὲ Ταρραῖος (fg 8 Linnenkugel De Lucillo Tarrhaeo, Diss. Monast. 1926, 89 ) λεπτὰ κοιμωμένους καὶ οὐ κατὰ βάθος.

1085—87a. 〈θεσπίζουσα:〉 προλέγουσα, μαντευομένη. L g

1085—87b. λῆξιν ὀρινομένων: τὴν κατάπαυσιν καὶ λώφησιν τῆς τῶν ἀνέμων βίας.

1085—87b. 〈ἀκταίης:〉 τὸ γὰρ ὄρνεον θαλάσσιον καὶ ἐν τοῖς αἰγιαλοῖς βιοῦν. λέγεται δὲ καὶ ὁ Ζεὺς ἐφεξῆς ιε᾽ ἡμέρας ἤ, ὡς τινες, ιδ᾽ εὐδιεινὰς ποιεῖν, ἵνα ἀποκυήσῃ παρὰ τοῖς αἰγιαλοῖς, αἱ ἀλκυονίδες ἡμέραι καλοῦνται, ζ᾽ πρὸ τοῦ τόκου καὶ ζ᾽ μετὰ τὸν τόκον. εἴληφε δὲ τὰ περὶ τῶν ἀλκυόνων παρὰ Πινδάρου ἐκ Παιάνων (fg 62 Schr.). εὐλόγως δὲ

1085—87b. ὄσσαν εἶπε τὴν τῆς ἀλκυόνος φωνήν· ὑπὸ γὰρ Ἥρας ἦν ἀπεσταλμένη, ὡς φησι Πίνδαρος.

1085—87c. ἀκταίης ὄρνιθος: τῆς παρὰ ταῖς ἀκταῖς καὶ τοῖς αἰγιαλοῖς διατριβούσης καθήκουσαν φωνὴν ἀκούσας.

1089a. ἀφλάστοιο: Ἀπολλόδωρος ἐν ταῖς Λέξεσι (cf. 244 fg 240 J.) ἀποδέδωκεν ἄφλαστον τὸ ἀκροστόλιον. οὐκ εὖ, ἐπειδὴ τὸ

1089b. 〈ἀφλάστοιο:〉 ἀκροστολίου. G g

1098—1102a. ἐκ γὰρ τῆς ἄνεμ〈οι〉: ἐκ ταύτης τῆς Ῥέας καὶ γῆ καὶ θάλασσα καὶ οὐρανὸς συνέχεται. οἱ γὰρ φυσικοὶ αὐτὴν γῆν φυσιολογοῦσι καὶ τὴν πάντων ἁρμογὴν καὶ σύνδεσμον, καὶ τὸ ὄνομα αὐτῆς ἐτυµολογοῦσι παρὰ τὸ ῥεῖν ἀεὶ καὶ ποιεῖν τείρεα. καὶ φυσικῶς ταύτης ἄνδρα τὸν Κρόνον φασίν, οἱονεὶ τὸν χρόνον μεταβολῇ τῶν ἀντιστοίχων· σύνεστι δὲ τῇ τῶν στοιχείων τάξει ἐξ ἀνάγκης ὁ χρόνος. καὶ εἶτα λοιπὸν ἀλληγορικῶς τούτους τῶν θαλασσίων καὶ οὐρανίων καὶ χθονίων θεῶν πατέρασ εἶναί φασι· μετὰ γὰρ τὴν τῶν στοιχείων θέσιν καὶ σύνδεσμον συνέβη καὶ θεοὺς καὶ θεῶν δυνάμεις καὶ διαφορὰς μαθεῖν τοὺς ἄνδρας καὶ τιμῆσαι.

1098—1102b. πεπείρηται: συνέχεται, συνέζευκται. L gG gP

1109. Ἱερῆς ἐκ πείσματα: ἧς καὶ ἐν τοῖς πρώτοις μέμνηται εἰπών (v. 1019)·

“Ἱερὴ δὲ φατίζεται ἥδ᾽ ἔτι πέτρη.”

1110. ἤρεσαν: ἐκωπηλάτησαν. τῷ δὲ συντελικῷ ἀντὶ παρατατικοῦ εἶπεν, τοῦ ἤρεσσον. λιμένα δὲ Θρηίκιον λέγει, ἐπειδὴ κεῖται μὲν ἡ Κύζικος ἐπ᾽ ἐσχάτοις τῆς Φρυγίας, συνάπτει δὲ ἡ Βιθυνία τῇ Φρυγίᾳ, Βιθυνοί δὲ Θρᾷκες κατὰ τὸ δεξιὸν μέρος. ἢ ἐπειδὴ Θρᾷκες Κύζικον ᾤκησαν.

1112—13. καὶ πᾶσα περαίη Θρηικ〈ίης〉: καὶ πᾶσα ἡ ἐν-

1112-13. 〈Μακριάδες...〉 Ποντικὸν δὲ ἔθνος οἱ Μάκρωνες. τὸ δὲ

1112-13. χερσὶν ἑαῖς οὐκ εὖ εἴρηκεν· ὤφειλε γὰρ σφετέραις.

1114—15a. 〈ἠερόεν〉 στόμα Βοσπόρου: ἠερόεν οἷον ἀερώδες ἤτοι ὁμιχλῶδες. Βόσπορος δὲ τὸ τῆς Προποντίδος στενόν, οὕτω κληθὲν ἀπὸ τῆς διανηξαμένης βοός, τῆς Ἰοῦς.

1114—15b. ἐκ δ᾽ ἑτέρης: οὐ λέγει ἐκ δ᾽ ἑτέρης ἠπείρου — καὶ γὰρ ἡ Μυσία καὶ ὁ Αἴσηπος τῆς Ἀσίας —, ἐπὶ ἑτέρας δὲ χώρας λέγει, τῆς Τρῳάδος, καθ᾽ ἣν ὁ Αἴσηπος ῥεῖ χωρίσων αὐτὴν τῆς Μυσίας. καὶ Ὅμηρος (Μ 21)· ‘Γρήνικός τε καὶ Αἴσηπος’. ἡ δὲ Τρῳὰς ἀπὸ Μυσίας ἀρχομένη τῆς Μεγάλης ἐπὶ τοῦ Αἰσήπου λήγει· ἡ δὲ Δολιονία καὶ Φρυγία ἄρχεται μὲν ἀπὸ τοῦ Αἰσήπου, λήγει δὲ ἐπὶ Ῥυνδάκου. Μυσίαι δὲ δύο, ὧν ἡ μὲν μία τῇ Εὐρώπῃ πλησιάζει, ἡ δὲ ἑτέρα τῇ Ἀσίᾳ· τῆς οὖν ἐν Ἀσίᾳ Μυσίας αἱ κολῶναι τοῖς Ἀργοναύταις ἐφαίνοντο.

1116. καὶ πεδίον Νηπήιον: πεδίον Νηπείας ἔστι περὶ Κύζικον. μνημονεύει δὲ αὐτοῦ καὶ Καλλίμαχος ἐν Ἑκάλῃ (fg 45 Schn. = 101 Kapp)·

‘Νηπείης ἥ τ᾽ ἄργος, ἀοίδιμος Ἀδρήστεια.’
τὴν δὲ Νήπειαν Διονύσιος ὁ Μιλήσιος (32 fg 9 J.) πεδίον τῆς Μυσίας φησὶν εἶναι. ὁ γὰρ βασιλεὺς τῶν Μυσῶν Ὄλυμπος θυγατέρα Ἰάσου ἔγημεν, Νήπειαν ὄνομα, καὶ κατώκησεν ἐν τῷ πεδίῳ τούτῳ, ὃ νῦν καλεῖται Νηπείας πεδίον. Ἀπολλόδωρος (244 fg 175 J.) δὲ φησι Νηπείας πεδίον ἐν Φρυγίᾳ. ὁ δὲ Καλλίμαχός φησιν ἐν Ὑπομνήμασι (fg 100 h 3 Schn.) Νέμεσιν εἶναι τὴν τὸ πεδίον κατέχουσαν. ἔστι δὲ

1117—19a. ἔσκε δέ τι στιβα〈ρὸν στύπος〉: στύπος τὸ πρέμνον καὶ στέλεχος, ἐξ οὗ καὶ 〈Ἀρχίλοχος (fg 127 B. II 423) ‘ὀρέων〉 ἀπεστύπαζον’.

1117—19a. βρέτας δὲ τὸ βροτῷ ἐοικός. καὶ Εὐφορίων (fg 125 Scheidw.) δὲ ἐκ τούτου κινηθεὶς τὸ ξόανον τῆς μητρὸς τῶν θεῶν φησιν ἀµπέλινον εἶναι, διὰ τὸ τὴν ἄµπελον ἴσως ἱερὰν εἶναι τῆς Ῥέας.

1117—19b. πρόχνυ: παντελῶς. L gG gS mP

1117—19c. γεράνδρυον: ἀρχαῖον, ξηρόν, ἄχρηστον. L gG gS mP

1120. 〈ὀκριόεντι〉 κολωνῷ: τῇ ἐξεχούσῃ ἀκρώρειᾳ. L g (P)

1123a. χέραδος: ἡ τῶν βραχέων λίθων συλλογή τῶν καθ᾽ ἕνα χειρὶ ληφθῆναι δυναμένων, οὓς Ὅμηρος

1123a. χερμάδιά φησι. τὸ δὲ

1123a. βωμὸν ἀντὶ τοῦ εἰς βωμοῦ κατασκευήν.

1123b. χέραδες λέγονται οἱ σωροί τῶν μικρῶν λίθων. φησὶ Δημήτριος ὁ Σκήψιος (fg 70 Gaede) τὴν διάλεκτον Ἀπολλωνιατῶν εἶναι τῶν ἐν Πόντῳ. μνημονεύει καὶ Σαπφώ (fg inc. lib. 30 Lobel = 114 B. III 127)

‘μή κίνη χεράδας’
καὶ Ὅμηρος (Φ 319)
‘ἅλις χεράδος περιχεύας’.

1123b. χέραδος δὲ ὁ τῶν λίθων σωρός· εἰς δὲ τὴν τοῦ βωμοῦ κατασκευὴν λίθους ἐσώρευον.

1124a. δρυΐνοισιν: εἰκότως· ἡ γὰρ δρῦς ἱερὰ τῆς Ῥέας, ὡς φησιν Ἀπολλόδωρος ἐν γ᾽ Περὶ θεῶν (244 fg 92 J.).

1124b. δρυΐνοις δὲ αὐτούς φησι στέφεσθαι διὰ τὸ μεμερίσθαι τῇ θεῷ τὸ δένδρον τοῦτο, διὰ τὸ καὶ πρὸς στέγας καὶ πρὸς τροφὴν 〈τὸ〉 πρῶτον χρησιμεῦσαι.

1125. Δινδυμίην: τὴν ἐν τῷ Δινδύμῳ ὄρει τιμωμένην ἐπικαλούμενοι καὶ ἱκετεύοντες. L g (P)

1126—31a. ἐνναέτιν Φρυγίης, Τιτίην θ᾽ ἅμα: [περί] τῶν Ἰδαίων Δακτύλων καλουμένων πρώτους 〈τούτους〉 φησὶν εἶναι καὶ παρέδρους τῇ μητρὶ τῶν θεῶν, ἀκολουθῶν Μαιανδρίῳ λέγοντι Μιλησίους, ὅταν θύωσι τῇ Ῥέᾳ, προθύειν Τιτίᾳ καὶ Κυλλήνῳ. εἰσὶ δὲ οὗτοι τῶν Ἰδαίων Δακτύλων μοιρηγέται καὶ μητρὸς θεῶν πάρεδροι. Καλλίστρατος δὲ ἐν τῇ β᾽ τῶν Καθ᾽ Ἡράκλειαν περὶ Τιτίου φησίν (fg 2 M. IV 354)·

‘ὁ δὲ Τιτίας ἥρως ἐγχώριος, ὃν οἱ μὲν μυθεύουσι παῖδα Διός, οἱ δὲ τὸν πρεσβύτατον τῶν Μαριανδυνοῦ τοῦ Κιμμερίου παίδων, δι᾽ ὃν μάλιστα τὸ ἔθνος ηὔξηται καὶ προάγεται ἔτι εἰς εὐδαιμονίαν·

1126—31b. Δάκτυλοι Ἰδαῖοι: ἐκατέρους πέντε φασὶ τούτους εἶναι, δεξιοὺς μὲν τοὺς ἄρσενας, ἀριστεροὺς δὲ τὰς θηλείας. Φερεκύδης (3 fg 47 J.) δὲ τοὺς μὲν δεξιοὺς κ᾽ λέγει, τοὺς δὲ εὐωνύμους λβ᾽. γόητες δὲ ἦσαν καὶ φαρμακεῖς, καὶ δημιουργοί σιδήρου λέγονται πρώτοι καὶ μεταλλεῖς γενέσθαι· ἀριστεροὶ μὲν αὐτῶν, ὡς φησι Φερεκύδης (v. supra), οἱ γόητες, οἱ δὲ μεταλλεύοντες δεξιοί. ὠνομάσθησαν δὲ ἀπὸ τῆς μητρὸς Ἴδης. ὡς 〈δὲ〉 Ἑλλάνικός (4 fg 89 J.) φησι, Ἰδαῖοι Δάκτυλοι ἐκλήθησαν, ὅτι ἐν τῇ Ἴδῃ συντυχόντες τῇ Ῥέᾳ ἐδεξιώσαντο τὴν θεὸν καὶ τῶν δακτύλων αὐτῆς ἥψαντο. ὡς δὲ Μνασέας ἐν τῷ α᾽ Περὶ Ἀσίας (fg 26 M. III 154), Ἰδαῖοι Δάκτυλοι λέγονται ἀπὸ τοῦ πατρὸς Δακτύλου.

1126-31c. Δικταῖον: τὸ Κρητικὸν σπήλαιον· Δίκτη γὰρ ὄρος Κρήτης. L g (P)

1126-31d. 〈ἀμφοτέρῃσιν:〉 λείπει χερσί. L g

1126-31e. δραξαμένη: ἔθος ἐστὶ ταῖς κυούσαις τῶν παρακειμένων λαμβάνεσθαι καὶ ἀποκουφίζειν ἑαυτὰς τῶν ἀλγηδόνων, ὡς καὶ Λητὼ ἐλάβετο τοῦ φοίνικος. 〈...〉 ἔδει δὲ εἰπεῖν ‘Ὀαξίδος’· προσετέθη δὲ τὸ ι.

1126-31f. ἐβλάστησεν: ἐγέννησεν. L gP

1132. ἐριώλας: διαφόρως ἀνεγνώσθη, ἐπικρατεῖ δὲ ἡ βαρεῖα τάσις. L m (P)

1134—39a. Ὀρφῆος ἀνωγῇ: τῇ τοῦ Ὀρφέως παρακελεύσει, ὡς αὐτοῦ τῆς ὀρχήσεως προκαταρχομένου.

1134—39a. βηταρμὸν δὲ τὴν ὄρχησιν παρὰ τὴν ἁρμόδιον βάσιν αὐτῶν· λέγει δὲ νῦν τὴν πυρρίχην ὄρχησιν. τὸ δὲ ἑξῆς· ὠρχοῦντο τοῖς ξίφεσι τὰς ἀσπίδας κομποῦντες διὰ τὸ τὸν Κύζικον θρηνεῖσθαι ὑπὸ τῶν Δολιόνων, ἵνα μὴ τῆς θυσίας οὔσης

1134-39b. ῥόμβος τροχίσκος, ὃν στρέφουσιν ἱμᾶσι τύπτοντες, καὶ οὕτως κτύπον ἀποτελοῦσι. τινὲς δὲ

1134-39b. ῥύμβον αὐτὸν καλοῦσιν, ὡς καὶ Εὔπολις ἐν Βάπταις (fg 72 Kock I 274) καὶ Δίδυμος (fg I 5, 33 Schmidt 69).

1141—48a. ἀνταίη: ἡ Ῥέα οὕτω λέγεται, διότι ἐναντία τοῖς Τελχῖσιν ἐγένετο. ὡς δέ τινες, ἀνταίη ἡ εὐάντητος καὶ εὐλιτάνευτος.

1141—48b. σήματ᾽ ἔγεντο: διὰ τούτου οὐδὲν ἕτερον ὁ ποιητής φησιν ἢ τὴν τῆς θεοῦ φύσιν· καὶ τοῖς φυσικοῖς γὰρ δοκεῖ ἡ αὐτὴ εἶναι τῇ γῇ, γῆς δὲ εὐμενείας σημεῖον τὸ εὔκαρπα εἶναι τὰ δένδρα καὶ πόας αὐτομάτους φύειν.

1141—48c. τερείνης: τῆς ἁπαλῆς καὶ χλωρᾶς.

1141—48c. εἰλυοὺς δὲ τὰς καταδύσεις τῶν θηρῶν.

1141—48c. ξυλόχους δὲ τοὺς ἐν τοῖς ὄρεσιν ὑλώδεις τόπους. ἔστι δὲ ὑπερβατόν· εἰλυούς τε ξυλόχους τε καταλιπόντες. διὰ πολλῶν δὲ τὸ θαυμαστὸν παρέστησε, διά τε τοῦ

1141—48c. διψάδος καὶ ὅτι...

1141-48c. ναῖεν οὐκ εὖ. ἔδει γὰρ χωρὶς τοῦ ι νᾶεν, ἵν᾽ ᾖ ἔρρει, ὡς παρ᾽ Ὁμήρῳ (ι 222)·

‘νᾶεν δ᾽ ὀρῷ ἄγγεα πάντα’
. d. ἡ δὲ σύνταξις κατὰ μετάθεσιν, ὡς τὸ ‘ῥέε δ᾽ αἵματι γαῖα’ ἀντὶ τοῦ ‘αἷμα ἔρρεεν ἐν τῇ γῇ’. ἢ μεταληπτέον τὸ ναῖεν εἰς τὸ κατάρρυτον, ἵν᾽ ᾖ· ‘κατάρρυτον ἦν τὸ Δίνδυμον ὕδασιν’. P

1141-48e. 〈ποίη:〉 βοτάνης. L g

1141-48f. 〈παροίτερον:〉 ἔμπροσθεν, πρότερον. L g

1141-48g. ἀνέβραχε: ἀντὶ τοῦ ἀνεδόθη. L gP

1141-48h. διψάδος: ξηρᾶς. L g (P)

1152. νῆσον: τὴν Κύζικον. L g (P)

Commentary (Carolus Wendel, 1935) (OCR draft) () focus

1-4a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-1

1—4 a. Ἀρχόμενος: ἀπὸ περιεκτικοῦ ῥήματος ἡ μετοχὴ ἐσχημάτισται. περιεκτικὰ δέ εἰσιν, ὅσα 〈καὶ〉 δρᾶσίν καὶ πάθος ἐμφαίνουσιν, οἷον βιάζομαι, δωροῦμαι, σφαγιάζομαι. οὕτω καὶ τὸ ἄρχομαι τὸ
μὲν τι σημαίνει ‘ἀπὸ σοῦ τὴν ἀρχὴν ποιοῦμαι’ — ἔθος γὰρ ἀπὸ θεῶν προοιμιάζεσθαι· ‘ἐκ Διὸς ἀρχώμεσθα’ (Arat. Phaen. 1; Theocr. XVII 1) —, τὸ δέ τι σημαίνει ‘ἀρχαιρεσιαζόμενος ὑπὸ σοῦ’ οἷον ἐνθουσιῶν. παραπλησίως γὰρ τοὺς ποιητὰς τοῖς μαινομένοις ἐνθουσιᾶν 〈λέγεται〉. κέχρηται δὲ ἐπὶ τοῦ
ἀρχόμενος παρατατικοῦ μετοχῇ, ἀντὶ τοῦ ἀρξά-
μενος.

1-4b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-2

b. ὁ λόγος· ἀρχαιρεσιασθεὶς ὑπὸ σοῦ, Ἄπολλον, τὸ κλέος τῶν ἡρώων εἰς μνήμην ἄξω τῶν κατὰ τὸν Πελίαν 〈...〉. L mP

1-4c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-3

c. παλαιγενέων: διαφέρει τὸ παλαιὸν τοῦ ἀρχαίου. τὸ μὲν γὰρ παλαιὸν καὶ ἀρχαῖον, τὸ δὲ ἀρχαῖον οὐκ ἔστι παλαιόν. τὸ γὰρ
ἀρχαῖον ἀναφέρει 〈εἰς〉 τὸ ἀρχῆς ἔχεσθαι.

1-4d. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-4

d. ἐύζυγον: εὐκάθεδρον. L gP

1-4e. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-5

e. ἤλασαν Ἀργώ: ὁ μὲν Ἀπολλώνιος καλεῖ τὴν Ἀργὼ ἀπὸ Ἄργου τοῦ κατασκευάσαντος, Φερεκύδης (3 fg 106 J.) δὲ ἀπὸ Ἄργου

1-4e_cont. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-6

τοῦ Φρίξου υἱοῦ. ταύτην δὲ λέγουσι πρώτην ναῦν γεγενῆσθαι. ἄλλοι δὲ λέγουσιν, 〈ὅτι〉 Δαναὸς διωκόμενος ὑπὸ Αἰγύπτου 〈τὴν〉 πρώτην κατεσκεύασε, ὅθεν καὶ Δαναῒς ἐκλήθη.

23-25a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-13

23—25 a. πρῶτά νυν Ὀρφῆος: Ἡρόδωρος (31 fg 42 J.) δύο εἶναι Ὀρφεῖς φησιν, ὧν τὸν ἕτερον συμπλεῦσαι τοῖς Ἀργοναύταις.

23-25a_cont. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-14

Φερεκύδης ἐν τῇ ς’ (3 fg 26 J.) Φιλάμμωνά φησι καὶ οὐκ Ὀρφέα συμπεπλευκέναι. ἔστι δέ, ὡς Ἀσκληπιάδης (12 fg 6 c J.), Ἀπόλλωνος καὶ Καλλιόπης· ἔνιοι δὲ ἀπὸ Οἰάγρου καὶ Πολυμνίας.
ζητεῖται δέ, διὰ τί Ὀρφεὺς ἀσθενὴς ὢν συνέπλει τοῖς ἥρωσιν· ὅτι
μάντις ὢν ὁ Χείρων ἔχρησε δύνασθαι καὶ τὰς Σειρῆνας παρελθεῖν αὐτοὺς Ὀρφέως συμπλέοντος.

23-25b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-15

b. 〈σκοπιῆς〉 Πιμπληίδος ἄγχι τεκ〈έσθαι〉: Πίμπλεια χωρίον κατὰ Πιερίαν· οἱ δὲ ὄρος θράκης, οἱ δὲ κρήνην καὶ κώμην τῆς Πιερίας.

31-34a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-19

31—34 a. Πιερίηθεν: Πιερία ὄρος θράκης, ἐν ᾗ διέτριβεν
Ὀρφεύς. φησὶ δὲ Ἡρόδωρος (31 fg 43 a J.), ὅτι παρήνησεν ὁ Χείρων τῷ Ἰάσονι, ὅπως τὸν Ὀρφέα σὺν τοῖς Ἀργοναύταις παραλάβῃ.

31-34b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-20

b. 〈τοῖον:〉 οἷον εἴπομεν δηλονότι. L g

31-34c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-21

c. Βιστωνίδι κοιρανέοντα: γράφεται καὶ Βιστῶνι τε κοιρανέοντα. L mP

37-38a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-23

37—38 a. 〈Πειρεσιάς:〉 ὄνομα πόλεως· ὡς Ἐρυθραὶ καὶ Πειρεσιαί. L g

37-38b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-24

b. Ἀπιδανός τε μέγας καὶ δ〈ῖος〉: Ἀπιδανὸς καὶ Ἐνιπεὺς ἀμφότεροι θεσσαλίας ποταμοί. τὸ δὲ Φυλλήιον ὄρος Μαγνησίας.

37-38c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-25

c. ἡ δὲ Πειρεσία χώρα ἢ πόλις, ἧς ἐγγὺς ἦν τὸ Φυλλεῖον. P

40-41. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-26

40—41. Λάρισαν δ’ ἐπὶ τοῖ〈σι〉: Λάρισαν τὴν θεσσαλίας λέγει, ἣν ἔκτισεν Ἀκρίσιος, ἥτις ὠνομάσθη ἀπὸ Λαρίσης τῆς Πελασγοῦ, ὡς φησιν Ἑλλάνικος (4 fg 91 J.). εἰσὶ δὲ Λάρισαι τρεῖς· ἀρχαιοτάτη μὲν ἡ Ἀργειῶτις, ἥτις ἐστὶν αὐτὴ ἡ ἀκρόπολις· δευτέρα δὲ ἡ ἐν τῷ Πελασγικῷ τῆς θεσσαλίας, ἣν Ὅμηρος (Β 738) Ἄργισσάν φησι, πλησίον
οὖσα τῆς Γυρτώνης, ἧς νῦν ὁ Ἀπολλώνιος μέμνηται· ἔστι δὲ καὶ περὶ Τροίαν, ἧς Ὅμηρος (Β 840 sq.) μνημονεύει· ‘φῦλα Πελασγῶν τῶν, οἳ Λάρισαν’. τὸν δὲ Πολύφημον Ἐλάτου παῖδα εἶπεν Ἀπολλώνιος, Σωκράτης (fg 10 M. IV 498) δὲ καὶ Εὐφορίων (fg 87 Scheidw.) Ποσειδῶνος. οἱ δὲ Λαπίθαι ἀπὸ Λαπίθου τοῦ Ἀπόλλωνος καὶ
Στίλβης νύμφης ὠνομάσθησαν.

45-47a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-27

45—47 a. οὐδὲ μὲν Ἴφικλος: οὔτε Ὅμηρος οὔτε Ἡσίοδος (fg 50 Rz. 2) οὔτε Φερεκύδης (3 fg 110 J.) λέγουσι τὸν Ἴφικλον συμπεπλευκέναι τοῖς Ἀργοναύταις. ὅτι δὲ μητρὸς ἦν Ἀλκιμέδης ὁ Ἰάσων, Φερεκύδης (3 fg 104 a J.) μὲν συμφωνεῖ τῷ Ἀπολλωνίῳ. Ἡρόδωρος
(31 fg 40 J.) δὲ Πολυφήμην τὴν Αὐτολύκου φησὶν Ἰάσονος εἶναι μητέρα. Ἄνδρων δὲ ἐν τῇ ἐπιτομῇ τῶν Συγγενειῶν (10 fg 5 J.) Αἴσονος καὶ

45-47a_cont. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-28

θεογνήτης τῆς Λαοδίκου 〈φησὶν Ἰάσονα γεγονέναι υἱόν〉.

45-47b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-29

b. τὸν δὲ Ἴφικλον Ἡσίοδος (fg 117 Rz. 2) ἐπὶ πυρίνων ἀθέρων τρέχειν φησίν, Δημαρέτης (42 fg 1 J.) δὲ ἐπὶ τῆς θαλάσσης. ἔστι δὲ υἱὸς Φυλάκου καὶ Κλυμένης τῆς Μινύου.

45-47c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-30

c. ὁ δὲ τρόπος ἀντίφρασις. ἀντὶ τοῦ ‘ταχέως δὲ ὁ Ἴφικλος ἦλθεν’· ‘οὐ πολὺν χρόνον ἔμεινεν ἐν Φυλάκῃ’.

45-47d. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-31

d. 〈μήτρως:〉 ὁ θεῖος. L gr

45-47e. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-32

e. κασιγνήτην γὰρ ὄπυιεν: διὰ τοῦ παρεπομένου τὸ προηγούμενον δηλοῖ.

45-47f. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-33

f. 〈ὄπυιεν:〉 τὸ ἐγεγαμήκει· ἤτοι ἀπὸ τῶν ὠπῶν ἐσχηματισμένης
τῆς λέξεως, ὅ ἐστιν ὀφθαλμῶν· ἢ ἀπὸ τοῦ
ὄπτω καὶ ἐπιτηρῶ· ἢ ἀπὸ τῆς ὀπός, τῆς φωνῆς, διὰ τὰς τῶν ἀνδρῶν πρὸς τὰς γυναῖκας ὁμιλίας, ἀφ’ οὗ καὶ ‘ὄαροι’ (I 327) αἱ γυναῖκες.

51-52. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-40

51—52. οὐδ’ Ἀλόπῃ μίμνον: θεσσαλίας πόλις ἢ Μαγνησίας. πολυλήιοι δὲ ἤτοι ἀπὸ τοῦ ληίου, τουτέστι σιτοφόρου πεδίου, ἢ ἀπὸ τῆς λείας, ὅπερ βέλτιον· ἐπιφέρει γὰρ εὖ δεδαῶτε δόλους . ἱστοροῦνται δὲ ἄυπνοι καὶ δεινοὶ καὶ φερέπονοι.

54-55a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-42

54—55 a. Αἰθαλίδης: ὄνομα κύριον. ἔστι δὲ υἱὸς Ἑρμοῦ καὶ Εὐπολεμείας τῆς Μυρμιδόνος.

54-55b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-43

b. Ἄμφρυσσος γράφεται καὶ διὰ τοῦ β, ὡς Διονύσιος (32 fg 12 J.). ἔστι δὲ ποταμὸς θεσσαλίας. προπαροξύνεται δέ, ὡς ἐν
τῇ η’ τῆς Καθόλου (Herodian. I 213, 16 L.).

57-64a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-44

57—64 a. Γυρτῶνα Κόρωνος: ἣν Ὅμηρός φησι (Β 738) ‘Γυρτώνην τε νέμοντο’. ἔστι δὲ πόλις θεσσαλίας ἢ Περραιβίας, ὡς 〈Σου〉ίδας (fg 5 M. II 464), ὠνομάσθη δὲ ἀπὸ Γυρτώνης τῆς Φλεγύου. ὁ δὲ Κόρωνος υἱός ἐστι Καινέως. μεμύθευται δὲ ὁ Καινεὺς πρότερον
γεγονέναι γυνή, εἶτα Ποσειδῶνος αὐτῇ πλησιάσαντος μεταβληθῆναι εἰς ἄνδρα· τοῦτο γὰρ ἤτησε καὶ ἀτρωσίαν. ἤρισε δὲ καὶ Ἀπόλλωνι καὶ ἐνικήθη. καὶ ἐκέλευε τοὺς παριόντας ὀμνύναι εἰς τὸ δόρυ αὐτοῦ· ἔνθεν ἡ παροιμία ‘τὸ Καινέως δόρυ’. τινὲς δέ φασι Καινέα συμπλεῦσαι τοῖς Ἀργοναύταις, οὐ Κόρωνον· ὁ δὲ Ἀπολλώνιος παρὰ Πινδάρου
εἴληφε λέγοντος (fg 167 Schr.)· ‘ὁ δὲ χλωραῖς ἐλάτῃσι τυπεὶς ᾤχετο Καινεύς, σχίσας ὀρθῷ ποδὶ γᾶν.’ τοῦτο δὲ αὐτῷ συνέβη διὰ τὸ μήτε θύειν τοῖς θεοῖς μήτε εὔχεσθαι ἀλλ’ 〈ἢ〉 τῷ ἑαυτοῦ δόρατι· διὸ Ζεὺς ἐφορμᾷ αὐτῷ τοὺς Κενταύρους, οἵτινες κατὰ γῆν αὐτὸν ὠθοῦσιν.

57-64b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-45

b. 〈Κενταύροισιν:〉 ἀντὶ τοῦ ὑπὸ Κενταύρων. L g

57-64c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-46

c. 〈καταΐγδην:〉 καταφορικῶς, μεθ’ ὁρμῆς. L g

67-68a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-48

67—68 a. ἄγχι δὲ λίμνης Ξ〈υνιάδος〉: Ξυνιὰς λίμνη τῆς θεσσαλίας· τινὲς δὲ πόλιν, ᾗ παράκειται 〈...〉 Βοιβηὰς λίμνη. ἀπὸ δὲ τῆς πόλεως εἴρηκε 〈λίμνην〉 Ξυνιάδα, ἐπειδὴ πλησίον αὐτῆς ἐστιν ἡ πόλις. ξυνὸν δὲ εἴρηται τὸ κοινόν· κοινὴ δέ ἐστιν θεσσαλίας καὶ Βοιω-
τίας αὕτη.

67-68b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-49

b. Κτιμένην Δολοπηίδα: Κτιμένη πόλις τῆς θεσσαλίας. Δολοπηίδα δὲ τὴν θεσσαλικήν εἶπε· Δόλοπες γὰρ ἔθνος θεσσαλίας. Ὅμηρος (Ι 484)· ‘ναῖον δ’ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων’.

71-74. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-51

71—74. ἀλκήεις Ἐρ〈ιβώτης〉: ἰσχυρός· παραγώγως δὲ ἐσχημάτισται παρὰ τὴν ἀλκήν, ὡς φωνήεις παρὰ τὴν φωνήν. Ἡρόδωρος δὲ ἐν τοῖς Ἀργοναυτικοῖς (31 fg 5 J.) τοῦτον Εὐρυβάτην καλεῖ καί
φησιν αὐτὸν Τελέοντος υἱόν. Ἄκτορος δὲ υἱοὶ Μενοίτιος καὶ Ἶρος, τούτων δὲ υἱοί, Μενοιτίου μὲν καὶ Σθενέλης Πάτροκλος, Ἴρου δὲ Εὐρυτίων.

75-76. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-52

75—76. καὶ ἐπαῖξαι: ἀντὶ τοῦ ἐπιδιῶξαι. περιττὸν μὲν τὸ μετόπισθεν , λείπει δὲ ὁ καὶ· καί ὅτε κλίνειαν φάλαγγας, εἰς φυγὴν
τρέψειεν.

77-78. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-53

77—78. Κάνθος κίε: τὸν Κάνθον καὶ ὁ Κλέων καταλέγει.

71-78_cont. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-54

ἔστι δὲ Κανήθου υἱός, ἀφ’ οὗ 〈τὸ〉 ὄρος ἐν Βοιωτίᾳ· ἦν δὲ 〈οὗτος〉 Ἄβαντος παῖς, ἀφ’ οὗ οἱ Εὐβοεῖς Ἄβαντες.

81-82. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-57

81—82. δηωθῆναι: καινότερον νῦν δηωθῆναι τὸ φθαρῆναι.
ἑξῆς δὲ ὁ ποιητὴς ὡς δυσφορῶν ἐπὶ τῇ ἀπωλείᾳ τῶν ἡρώων ἐπιφωνεῖ·
ὡς οὐκ ἀνθρώ〈ποισιν〉 . ὁ δὲ νοῦς· οὐδέν ἐστι μέγιστον κακόν, οὗ ἄνθρωπος ἀποτυγχάνει. ἔδει οὖν διὰ τοῦ ᾱ ἀπαυρεῖν. ἢ ὅτι οὐδὲν κακὸν μέγιστον, ὃ εἴη 〈ἂν〉 ἀνθρώποις δυσχερὲς ἐπαυρεῖν, ὅ ἐστιν ἐπιτυχεῖν.

83-85. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-58

83—85. δύσιές τε καὶ ἀντολ〈αί〉: τοσοῦτόν φησι κεχωρισμένους τῆς τῶν Κόλχων χώρας, ὅσον τῶν ἀνατολῶν αἱ δύσεις ἀφεστήκασιν, ἐπεὶ ἡ μὲν Λιβύη ἐν δύσει, ἡ δὲ Κολχὶς ἐν ἀνατολῇ.

90-94a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-60

90—94 a. οὐδ’ ὁμόθεν: οὐδ’ ἐκ τοῦ αὐτοῦ τόπου. τὸ δὲ οὐ μέν ἀντὶ τοῦ οὐ μήν. διεχωρίσθησαν γὰρ διὰ τὸν φόνον Φώκου, καὶ
ὁ μὲν ἐν Σαλαμῖνι κατῴκησεν, ἥν φησι νῆσον
Ἀτθίδα , ὁ δὲ Πηλεὺς ἐν Φθίᾳ. ἀφραδίῃ δὲ ἢτοι ἀνοίᾳ ἢ κακοβουλίᾳ.

90-94b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-61

b. 〈λιασθείς:〉 ἀντὶ τοῦ φυγών. L g

95-96. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-62

95—96. τοῖς δ’ ἔπι Κεκροπίηθεν: ἀντὶ τοῦ· σὺν τούτοις
ἀπὸ τῆς Ἀττικῆς. Κεκροπία γὰρ λέγεται ἡ Ἀττικὴ ἀπὸ Κέκροπος τοῦ βασιλεύσαντος. ἕτερος δέ ἐστιν ὁ Τελέων οὗτος ὁ Βούτου πατὴρ

95-96_cont. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-63

παρὰ τὸν πρότερον (ν. 72) εἰρημένον, τὸν τοῦ Ἐριβώτου πατέρα. ἐυμελίης δὲ ὁ πολεμικός, ἀπὸ τῆς μελίας.

97-100. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-64

97—100. Ἄλκων: ὄνομα κύριον, πατὴρ Φαλήρου. τὸν δὲ Ἄλκωνα Πρόξενός (fg 5 M. II 462) φησιν Ἐρεχθέως. φυγεῖν δὲ αὐτὸν
λέγει ἀπὸ τῆς Ἀττικῆς μετὰ τῆς θυγατρὸς Χαλκιόπης εἰς Εὔβοιαν, ἐξαιτοῦντος δὲ τοῦ πατρὸς οὐκ ἐκδοῦναι τοὺς Χαλκιδέας. τὸ δὲ
τηλύγετον ἐνταῦθα οὐ τὸν μονογενῆ, πρόσκειται γὰρ καὶ μοῦνον ἐόντα , ἀλλὰ καταγηράσαντι αὐτῷ γενόμενον· οἱ γὰρ τοιούτοι τῶν παίδων εἰσὶ προσφιλεῖς.

101-04a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-65

101—04 a. θησέα δ’ ὃς περὶ πά〈ντας〉: θησεὺς καὶ Πει-
ρίθοος, ὄντες τὸ γένος ὁ μὲν ἐκ Διός, ὁ δὲ Ποσειδῶνος, ἐφάμιλλον τῷ γένει τὴν πρᾶξιν ἐποιούντο. καὶ ὁ μὲν θησεὺς τῆς Ἑλένης ἐρασθεὶς ἔσχεν συμπράττοντα αὐτῷ τὸν Πειρίθουν, ὁ δὲ Πειρίθοος τὴν Περσεφόνην ἐθελήσας ἀγαγέσθαι ἀναγκαίως εἶχε τὸν θησέα ἑπόμενον. καὶ
δὴ διὰ Ταινάρου κατελθόντες καὶ ἐπί τινος πέτρας καθεσθέντες αὖθις ἀναστῆναι οὐ δεδύνηνται. Ἡρακλῆς δὲ ὕστερον κατελθὼν διὰ τὸν Κέρβερον, τὸν μὲν θησέα ἀπέσωσεν ὡς μὴ ἑκοντὶ κατελθόντα, τὸν δὲ Πειρίθουν εἴασεν, ἐπειδὴ προαιρέσει ἰδίᾳ κατῆλθεν. ἐπεστράτευσαν δὲ κατὰ τῆς Τροιζῆνος οἱ Διόσκουροι διὰ τὴν ἀδελφὴν θησέως ὄντος
ἐν Ἅιδου καὶ πορθήσαντες ἔλαβον αἰχμάλωτον Αἴθραν τὴν θησέως μητέρα.

101-04b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-66

b. Ταιναρίην: Φερεκύδης ἐν τῇ θ' (3 fg 39 J.) φησὶν ‘ὅτι Ἔλατος ὁ Ἰκαρίου γαμεῖ Ἐριμήδην τὴν Δαμασίκλου· τῶν δὲ γίνεται Ταίναρος, ἀφ’ οὗ Ταίναρον καλεῖται ἡ πόλις καὶ ἡ ἄκρα καὶ ὁ λιμήν’. L mP

101-04c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-67

c. κεινὴν ὁδόν: ἀντὶ τοῦ ματαίαν. ὁ δὲ νοῦς· ἀμφότεροι γὰρ οὗτοι συνοδεύσαντες πάντας ἂν μόχθων ἀνέπαυσαν τοὺς Ἀργοναύτας. τὴν δὲ αἰτίαν ἐνταῦθά φησιν ὁ Ἀπολλώνιος τοῦ μὴ συμπλεῦσαι αὐτούς. ἀναγινώσκεται δὲ καὶ κείνην βαρυτόνως κατὰ ἀναφορὰν καὶ κεινὴν ὀξυτόνως ἀντὶ τοῦ κενήν.

105-08a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-68

105—08 a. Τῖφυς δ’ Ἀγνιάδ〈ης〉: αἱ Σῖφαι τῆς Βοιωτίας πόλις, Σιφαεὺς δὲ δῆμος θεσπιέων· θέσπεια δὲ 〈καὶ〉 πόλις θεσσαλίας. Φερεκύδης (3 fg 107 J.) δὲ Ποντέως ἱστορεῖ τὸν Τῖφυν, ὁ δὲ Αἰσχύλος ἐν τῇ Ἀργοῖ (fg 21 N. 2) τὸν Τῖφυν Ἴφυν καλεῖ.

105-08b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-69

b. προδαῆναι: προμαθεῖν. ἀρίστου γὰρ αὕτη τέχνη κυβερνήτου.
ὁ δὲ λόγος· ἀγαθὸς μὲν καὶ ἡμέρας τῷ ἡλίῳ, νυκτὸς δὲ πρός τινα τῶν ἀστέρων τὸν καιρὸν τοῦ πλοῦ τεκμήρασθαι.

118-21a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-75

118—21 a. Ἀργόθεν αὖ Ταλαός: ἐκ τοῦ Ἄργους τῆς χώρας,
οὐ τῆς πόλεως. ἐν δὲ ταῖς Μεγάλαις Ἠοίαις (Hesiodi fg 149 Rz. 2) λέγεται, ὡς ἄρα Μελάμπους φίλτατος ὢν τῷ Ἀπόλλωνι ἀποδημήσας κατέλυσε παρὰ Πολυφόντῃ. βοὸς δὲ αὐτῷ τεθυμένου, δράκοντος ἀνερπύσαντος παρὰ τὸ θῦμα, διαφθεῖραι αὐτὸν τοὺς θεράποντας τοῦ βασιλέως· τοῦ δὲ βασιλέως χαλεπήναντος τὸν Μελάμποδα λαβεῖν καὶ
θάψαι, τὰ δὲ τούτου ἔγγονα τραφέντα ὑπὸ τούτου λείχειν τὰ ὦτα καὶ ἐμπνεῦσαι αὐτῷ τὴν μαντικήν. διόπερ κλέπτοντα αὐτὸν τὰς βόας τοῦ Ἰφίκλου περιληφθέντα δεθῆναι καὶ τοῦ οἴκου μέλλοντος πεσεῖν, ἐν ᾧ ἦν ὁ Ἴφικλος, τῇ διακόνων πρεσβύτιδι μηνῦσαι καὶ τούτου χάριν ἀφεθῆναι τῷ Ἰφίκλῳ. σαφὴς δὲ ἡ ἱστορία.

118-21b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-76

b. 〈τῆς δ’ ἀμφί:〉 διὰ τὸν ἀδελφὸν Βίαντα. L g

118-21c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-77

c. 〈Αἰολίδης:〉 Ἀμυθάονος γὰρ ἔστι τοῦ Κρηθέως τοῦ Αἰόλου τοῦ Ἕλληνος τοῦ Διός. L m(P)

118-21d. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-78

d. σταθμοῖσιν ἐν Ἰφίκ〈λοιο〉: Ἴφικλος Φυλάκου παῖς τοῦ Δηιονέως. μήτηρ δὲ Μελάμποδος Δωρίππη, ὡς Διευχίδας (fg 9 M.
IV 390). φησὶ δὲ καὶ τὴν αἰτίαν τοῦ ὀνόματος, ὅτι τεκοῦσα αὐτὸν ἡ μήτηρ εἰς σύνδενδρον ἐξέθετο τόπον, συνέβη δὲ τοὺς πόδας αὐτοῦ ὑπὸ ἡλίου μελανθῆναι ἀσκίους ὄντας.

124-29a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-79

124—29 a. νεῖον ἀπ’ Ἀρκαδ〈ίης〉: προπερισπωμένως ἀντὶ

124-29a_cont. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-80

τοῦ νεωστί, ὀξυτόνως δὲ τὴν γῆν. ὁ δὲ ἑξῆς λόγος οὕτω· ἐπειδὴ ἤκουσε μέλλειν πλεῖν τοὺς Ἀργοναύτας, νεωστί διεληλυθὼς τὸ Ἄργος, καθ’ Ἣν ὁδὸν ἐκόμιζε τὸν κάπρον ζῶντα ἐκ τοῦ Ἐρυμανθίου ὄρους, ὅπου κατὰ τὰς βήσσας ἐνέμετο Λαμπείας τε καὶ Ἐρυμάνθου, ἦλθεν ὡς Ἰάσονα. Λάμπεια δὲ ὄρος Ἀρκαδίας, ἐξ ἧς Ἐρύμανθος ποταμὸς
ἔχει τὰς πηγάς.

124-29b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-81

b. Λυγκήιον: ἀπὸ Λυγκέως τοῦ βασιλεύσαντος Ἄργους. ἐὰν δὲ Λυρκήιον , ἀπὸ ὄρους Ἄργους ἀκουστέον, ἀφ’ οὗ ὁ Ἴναχος καταφέρεται ποταμός.

124-29c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-82

c. τῖφος: ὁ κάθυγρος τόπος, ἔνθα διέτριβεν ὁ κάπρος. περὶ
δὲ τοῦ κάπρου καὶ Ἡρόδωρός (31 fg 24 J.) φησιν, ὅτι ἐπὶ τὰς πύλας τῶν Μυκηνῶν κομίσας αὐτὸν ἀπέθετο.
ἰλλόμενον δὲ δεδεμένον. διὰ δὲ τοῦ ἀπεθήκατο τοῦ βαστάζοντος ἐπιδείκνυται ἡ δύναμις, ὅτι εὐχερῶς.

133-38. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-86

133—38. Ναύπλιος υἱὸς Ποσειδῶνος καὶ Ἀμυμώνης τῆς Δαναοῦ.

133-38_cont. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-87

οὗτος δὲ ἀπὸ τοῦ ἀρχαίου Ναυπλίου ἐστίν. Προίτου δὲ λέγει τοῦ Βελλεροφόντου ἐχθροῦ, ἀνδρὸς δὲ Ἀντείας· καὶ Ὅμηρος (Ζ 152 sqq.) οἶδεν.

139-44a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-88

139—44 a. Ἴδμων δ’ ὑστάτ〈ιος〉: Χαμαιλέων (fg 6 Koepke) φησι τὸν θέστορα Ἴδμονα παρὰ τοῖς ἀρχαίοις καλεῖσθαι διὰ τὸ ἔμπειρον εἶναι,
ἄλλοι φασὶ καὶ θέστορα συμπλεῦσαι τοῖς Ἀργοναύταις. τὸν Ἀμφιάραον δὲ φησι συμπλεῦσαι Δηίοχος (fg 1 M. II 17). ὁ δὲ Ἴδμων, ὡς ἱστορεῖ Φερεκύδης (3 fg 108 J.), ἐγένετο παῖς Ἀστερίας τῆς Κορώνου καὶ Ἀπόλλωνος, οὗ καὶ Λαοθόης θέστωρ· τοῦ δὲ Κάλχας. ἀναιρεῖται δὲ Ἴδμων ἐν Μαριανδυνίᾳ ὑπὸ κάπρου. ὅτι δὲ Ἄβαντος υἱὸς Ἴδμων, φησὶ
καὶ Ἡρόδωρος (31 fg 44 J.).

139-44b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-89

b. 〈ὑστάτιος:〉 τῶν ἐξ Ἄργους ὕστατος. L g

139-44c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-90

c. μὴ ὁ δῆμος μέμψηται αὑτοῦ τὸ κλέος. L m(P)

139-44d. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-91

d. Αἰολίδῃσιν: τοῖς υἱωνοῖς 〈Αἰόλου〉. Αἰόλου γὰρ τοῦ
Ἕλληνος Κρηθεὺς καὶ Ἀθάμας, Κρηθέως δὲ Αἴσων, Αἴσονος δὲ ὁ Ἰάσων. Ἄβας δὲ Μελάμποδος ἦν τοῦ Ἀμυθάονος τοῦ Κρηθέως τοῦ Αἰόλου. L m(P)

146-49a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-92

146—49 a. καὶ μὴν Αἰτωλὶς κρα〈τερόν〉: εἰκότως αὐτὴν Αἰτωλίδα εἶπεν, ἐπεὶ Αἰτωλὸς ὁ θέστιος. καὶ εἴρηκεν ἀπὸ τῆς χώρας,
ὡς ἐάν τις τὸν Συρακόσιον Σικελὸν λέγῃ ἢ τὸν Ῥωμαῖον Ἰταλόν. ὁ δὲ Ἴβυκος (fg 41 B. III 249) αὐτὴν Πλευρωνίαν φησίν, Ἑλλάνικος (4 fg 119 J.) δὲ Καλυδωνίαν. ἡ δὲ Λήδα ἦν θεστίου θυγάτηρ τοῦ βασιλέως τῆς Αἰτωλίας, Ἄρεως υἱοῦ καὶ Δημοδίκης, μητέρα δὲ αὐτῆς 〈λέγουσι Δηιδά〉μειαν. Γλαύκου δὲ αὐτὴν τοῦ Σισύφου εἶναι πατρὸς
ἐν Κορινθιακοῖς λέγει Εὔμηλος (fg 6 Kink. 191) καὶ Παντειδυίας μη-

146-49a_cont. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-93

τρός, ἱστορῶν ὅτι τῶν ἵππων ἀπολομένων ἦλθεν εἰς Λακεδαίμονα ὁ Γλαῦκος καὶ ἐκεῖ ἐμίγη Παντειδυίᾳ· ἣν ὕστερον γήμασθαι θεστίῳ, ὥστε τὴν Λήδαν γόνῳ μὲν οὖσαν Γλαύκου λέγεσθαι θεστίου. Φερεκύδης δὲ ἐν τῇ β' (3 fg 9 J.) ἐκ Λαοφόνης τῆς Πλευρῶνος Λήδαν καὶ Ἀλθαίαν θεστίῳ γενέσθαι φησίν. ὅτι δὲ Γλαύκου ἐστὶ θυγάτηρ, καὶ Ἀλκμὰν
(fg 8 B. III 17) αἰνίττεται, λέγων ‘τοὺς τέκε θυγάτηρ Γλαύκω μάκαι- ρα’. φασὶ τὸν μὲν Πολυδεύκην Διός, τὸν δὲ Κάστορα Τυνδάρεω. τηλυγέτους δὲ νῦν ἀντὶ τοῦ ἀγαπητούς, Ὅμηρος δὲ τοὺς ἐν γήρᾳ γεννωμένους.

146-49b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-94

b. Αἰτωλὶς δὲ ἤτοι διὰ τὴν χώραν ἢ ἀπὸ Αἰτωλοῦ τοῦ
ἥρωος. L

156-60a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-96

156—60 a. σὺν δὲ Περικλύμενος: ὅτι Νηλέως παῖς Περι- κλύμενος, δῆλον. φησὶ γὰρ ὁ ποιητὴς (λ 286)· ‘Νέστορά τε Χρόμιόν τε Περικλύμενόν τ’ ἀγέρωχον’. τοῦτον δὲ ὡς ἔγγονον αὑτοῦ ὁ Ποσει- δῶν — Νηλεὺς γὰρ Ποσειδῶνος — καὶ τοῖς ἄλλοις ἐκόσμησεν καὶ
ἐχαρίσατο αὐτῷ εἰς πάντα μεταβάλλεσθαι, ὡς καὶ ὁ Εὐφορίων (fg 74 Scheidw.)· ‘ὅς ῥά τε πᾶσιν ἔικτο, θαλάσσιος ἠύτε Πρωτεύς’. ἀνήρηκεν

156-60a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-97

δὲ αὐτὸν Ἡρακλῆς εἰς μυῖαν μεταβληθέντα ἐν τῷ πρὸς Πυλίους πολέμῳ κατὰ συμβουλὴν Ἀθηνᾶς τῷ ῥοπάλῳ αὐτὸν πλήξας 〈...〉 ἐμπαγέντα ὥσπερ μέλισσαν τῷ κέντρῳ· Ἡσίοδος (fg 14 Rz. 2) δὲ μεταβληθέντα εἴς
τινα τῶν συνήθων μορφῶν ἐπικαθεσθῆναι τῷ ὀμφαλῷ τοῦ ζυγοῦ τῶν Ἡρακλέους ἵππων, βουλόμενον εἰς μάχην καταστῆναι τῷ ἥρωι, τὸν δὲ Ἡρακλέα καιρίως αὐτὸν κατατοξεῦσαι τῆς Ἀθηνᾶς ὑποδειξάσης. φησὶ δὲ οὕτως·
Περικλύμενόν τ’ ἀγέρωχον
ὄλβιον, ᾧ πόρε δῶρα Ποσειδάων Ἐνοσίχθων

παντοῖ’· άλλοτε μὲν γὰρ ἐν ὀρνίθεσσι φάνεσκεν
αἰετός, άλλοτε δ’ αὖτε πελέσκετο — θαῦμα ἰδέσθαι —
μύρμηξ, άλλοτε δ’ αὖτε μελισσέων ἀγλαὰ φῦλα,
άλλοτε δ’ αἰνὸς ὄφις καὶ ἀμείλιχος. εἶχε δὲ δῶρα
παντοῖ’, οὐκ ὀνομαστά, τά μιν καὶ ἔπειτα δόλωσεν

βουλῇ Ἀθηναίης’.

156-60b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-98

b. 〈Πύλῳ:〉 ἀφ’ ἧς ἦν ὁ Νέστωρ, ἥτις ἐστὶ καὶ ἀμμώδης ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ. Νηλεὺς δὲ ἔσχεν παῖδας ἐκ μὲν Χλώριδος Νέστορα, Περικλύμενον, Χρόμιον, ἐκ δὲ διαφόρων γυναικῶν Ταῦρον, Ἀστέριον, Πυλάωνα, Δηίμαχον, Εὐρύβιον, Ἐπιλέοντα, Φράσιν, Ἀντι-
μένη, Εὐαγόραν ἤ, ὡς Ἀσκληπιάδης (12 fg 21 J.) φησίν, Ἀλάστορα. καὶ ὁ ποιητής (Λ 692)· ‘δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν’.

156-60c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-99

c. 〈συνοχῇ:〉 τῇ συμβολῇ. L g

161-63. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-100

161—63. οἳ Τεγέην: Τεγέα πόλις Ἀρκαδίας. κλῆρον δὲ 〈Ἀφειδάντειον〉 τὴν βασιλείαν τὴν Ἀφείδαντος. ὁ γὰρ Ἀλεὸς ἱστο-

161-63_cont. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-101

ρεῖται Ἀφείδαντος υἱὸς εἶναι τοῦ Ἀρκάδος, ἀφ’ οὗ καὶ ἡ χώρα Ἀρκαδία. Ἀφείδας δὲ ὁ Ἀρκάδος, ἀρχαῖος ἥρως, ἐβασίλευσε Τεγέας. δύο δέ εἰσι Κηφεῖς, ὁ μὲν Ἀλεοῦ, οὗ μνημονεύει Ἀπολλώνιος, ὁ δὲ ἕτερος 〈...〉, οὗ μνημονεύει Ἑλλάνικος ἐν τῷ Περὶ Ἀρκαδίας (4 fg 37 J.).

168-70. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-103

168—70. βῆ δ’ ὅγε Μαιναλίης: Μαίναλος ὄρος Ἀρκαδίας
καὶ πόλις, ἀπὸ Μαινάλου τοῦ Ἀρκάδος, οὗ πατὴρ Λυκάων.
καλιῇ δὲ ἀντὶ τοῦ οἰκίᾳ, κυρίως δὲ ἡ ἐκ κάλων κατεσκευασμένη· κάλα δὲ τὰ ξύλα. ξυλίναις γὰρ ἐχρῶντο τὸ παλαιὸν οἰκίαις λιθ〈ίν〉ων μηδέπω ἐπινοηθέντων.

172-73. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-104

172—73. βῆ δὲ καὶ Αὐγείης: οὗτος γόνῳ μὲν ἦν Ἡλίου,
ἐπίκλησιν δὲ Φόρβαντος ἐκ τῆς Νηλέως Ὑρμίνης· οἱ δέ φασιν ἀπὸ τῆς Νυκτέως, οἱ δὲ αὐτὴν Ἐπειοῦ θυγατέρα εἶναι. δοκοῦσι δὲ ἀκτῖνες ἀπο- λάμπειν αὐτοῦ τῶν ὀφθαλμῶν. τούτου δὲ τῶν βοσκημάτων ὁ Ἡρακλῆς τὴν κόπρον ἐκάθηρεν.

185-88a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-111

185—88 a. καὶ δ’ ἄλλω δύο παῖδε: ὁ μὲν ἦν υἱός, ὁ δὲ Ἐργῖνος ἀπόγονος· Ἀγκαῖος υἱὸς Ἀστυπαλαίας τῆς Φοίνικος καὶ Ποσει-
δῶνος, Ἐργῖνος δὲ Κλυμένου τοῦ Πρέσβωνος καὶ Βουζύγης τῆς Λύκου. ὁ δὲ Μίλητος, ἀφ’ οὗ καὶ ἡ πόλις Μίλητος, Εὐξαντίου τοῦ Μίνωος, οἱ δέ φασιν αὐτὸν Ἀπόλλωνος καὶ Ἀρείας τῆς Κλεόχου· ἐκλήθη δὲ Μί- λητος, ὅτι ἐκρύβη ὑπὸ τῆς μητρὸς ἐν μίλακι. οἱ δέ φασιν ὑπὸ Σαρπη- δόνος τοῦ Διὸς Μίλητον κτισθῆναι, ὀνομασθεῖσαν ἀπὸ τῆς ἐν Κρήτῃ.
ὀνομασθῆναι δὲ αὐτὴν πρῶτον λέγουσι Πιτυοῦσσαν, οἱ δὲ Ἀστερίαν, εἶτα Ἀνακτορίαν, εἶτα Μίλητον. καὶ Ἀριστόκριτός (fg 1 M. IV 334) φησι,

185-88a_cont. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-112

ὅτι Ἀρεία θυγάτηρ ἐγένετο Κλεόχου, ἧς καὶ Ἀπόλλωνος γενέσθαι βρέφος, καὶ τοῦτο ἐκτεθῆναι εἰς μίλακα, τὸν δὲ Κλέοχον ἀνελέσθαι καὶ ὀνομάσαι ἀπὸ τῆς μίλακος Μίλητον· τοῦτον δὲ ἀνδρωθέντα καὶ φθονούμενον ὑπὸ τοῦ Μίνωος ἀναχωρῆσαι εἰς τὴν Σάμον, ἀφ’ οὗ καὶ τόπος ἐκεῖ Μίλητος. καὶ ἀπὸ τῆς Σάμου μεταβὰς εἰς τὴν Καρίαν ἔκτισε πόλιν, Μίλητον ἀφ’
ἑαυτοῦ καλέσας. μαρτυρεῖ Ἡρόδωρος (31 fg 45 J.).

185-88b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-113

b. 〈ὁ δ’ Ἰμβρασίης ἕδος Ἥρης Παρθενίην:〉 τὴν Σάμον φησίν. Ἴμβρασος γὰρ ποταμὸς Σάμου, ὃς μετεκλήθη Παρθένιος διὰ τὸ ἐκεῖ παρθένον ἔτι οὖσαν τετράφθαι τὴν Ἥραν. καὶ Καλλίμαχος (fg 213 Schn.) μέμνηται. ὁ δὲ Ταρραῖος οὕτως (fg 10 Linnenkugel) Παρθενία δὲ ἡ Σάμος ἀπὸ
Παρθενίας τῆς Σάμου γυναικὸς ὠνομάσθη. L m (P)

185-88c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-114

c. 〈Παρθενίης〉 Ἀγκαῖος: Ἀριστοτέλης (fg 530 Rose) φησὶ τιθεὶς ἐπὶ Ἀγκαίου τὴν παροιμίαν, ὅτι γέγονε φιλογεώργος Ἀγκαῖος καὶ πολλὰς ἐφύτευσεν ἀμπέλους. εἰπόντος δὲ αὐτῷ τοῦ θερά-
ποντος, ὅτι θᾶττον ἀποθανεῖται ἢ πίεται ἐκ τῶν καρπών τῆς ἀμπέλου, Ἀγκαῖος ὡρίμου γενομένου τοῦ καρποῦ, τρίψας βότρυν ἐκάλεσε τὸν θε- ράποντα καὶ εἶπεν, ὡς ἔζησεν μέχρις οὗ καρποφορήσῃ ἡ ἄμπελος, καὶ ἔμελλε πίνειν. τοῦ δὲ θεράποντος εἰπόντος ‘πολλά μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου’ διηγγέλη αὐτῷ τις σῦς διαλυμαινόμενος τὴν χώραν
ἐφ’ ὃν ἐκδραμὼν πρὶν πίῃ, ἀνηρέθη ὑπ’ αὐτοῦ· διὸ ἐπεκράτησεν ἡ παρ- οιμία ἐπὶ τῶν παρὰ προσδοκίαν τι πασχόντων. καὶ Φερεκύδης ἐν τῇ η’ (3 fg 36 J.) φησὶ τὸν Ἀγκαῖον ὑπὸ τοῦ Καλυδωνίου συὸς πληγέντα τὸν μηρὸν ἀποθανεῖν.

199-201a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-121

199/201 a. μήτρως: Ἀλθαία καὶ Ἴφικλος ἀδελφοὶ ἐκ Δηιδαμείας
τῆς Περιήρους. L m (P)

199-201b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-122

b. θεστιάδης Ἴφικλος: κασίγνητος Τοξέως καὶ Πληξίππου καὶ Ἀλθαίας τῆς Μελεάγρου μητρός. μήτρως οὖν ὁ Ἴφικλος Μελεάγρου [ἐκ τῆς Ἐφύρης ἵκανεν]. Η

207-09a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-127

207—09 a. ἐκ δ’ ἄρα Φωκή〈ων〉: οἱ Φωκεῖς ἐκλήθησαν ἀπὸ Φώκου τοῦ Αἰακοῦ. τὸν δὲ Ἴφιτον γενεαλογοῦσι Ναυβόλου καὶ Περι- νείκης τῆς Ἱππομάχου. ἡ δὲ Πυθὼ πόλις Φωκίδος, ἔνθα τὸ μαντεῖον, ἀπὸ τοῦ πυνθάνεσθαι τῶν μαντειών οὕτω κληθεῖσα ἢ ἀπὸ τοῦ ἐκεῖσε
σεσῆφθαι τὸν δράκοντα.

207-09b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-128

b. 〈ξεῖνος:〉 τοῦ Ἰάσονος φίλος ἦν. L g

211-15a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-129

211—15 a. 〈Ζήτης:〉 ὄνομα κύριον. L g

211-15b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-130

b. 〈Κάλαϊς:〉 ὄνομα κύριον. L g

211-15c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-131

c. Ζήτης καὶ Κάλαϊς: τούτους ἐκ διαφόρων τόπων συμπλεῦσαι τοῖς Ἀργοναύταις φασίν. οἱ μὲν γὰρ ἐκ θράκης ὡς Ἀπολλώνιος, Ἡρό-
δωρος (31 fg 46 J.) δὲ ἐκ Δαυλίδος, Δοῦρις (76 fg 86 J.) δὲ ἐξ Ὑπερβορέων. καταλέγει δὲ τούτους καὶ Ἀντίμαχος (fg 7 B. II 290). Φανόδικος δὲ ἐν α’ Δηλιακῶν (fg 1 M. IV 473) ἐξ Ὑπερβορέων φησὶν αὐτοὺς ἐλθεῖν ἐπὶ τὸν πλοῦν. τὴν δὲ Ὠρείθυιαν Σιμωνίδης (fg 3 B. III 382) ἀπὸ Βριλησσοῦ φησιν ἁρπαγεῖσαν ἐπὶ τὴν Σαρπηδονίαν
πέτραν τῆς θράκης ἐνεχθῆναι· ἔστι γὰρ καὶ τῆς Κιλικίας ὁμώνυμος, ὡς Καλλισθένης (124 fg 39 J.) Στησίχορος δὲ ἐν τῇ Γηρυονίδι (fg 10 B. III 210) καὶ νῆσόν τινα ἐν τῷ Ἀτλαντικῷ πελάγει Σαρπηδονίαν φησί. περὶ δὲ τῆς θρᾳκίας Σαρπηδονίας πέτρας, ὅτι πρὸς τῷ Αἵμῳ ὄρει ἐστί, Φερε- κύδης (3 fg 145 J.) φησί, περὶ τῆς ἁρπαγῆς ἱστορῶν τῆς Ὠρειθυίας.
Χοιρίλος (fg 5 Kink.) δὲ ἁρπασθῆναί φησιν αὐτὴν ἄνθη ἀμέργουσαν ὑπὸ τὰς τοῦ Κηφισοῦ πηγάς. Ἡραγόρας δὲ ἐν τοῖς Μεγαρικοῖς (fg 4 M. IV 427) τὸν τὴν Ὠρείθυιαν ἁρπάσαντα Βορέαν υἱὸν Στρυμόνος φησίν, οὐχὶ δὲ τὸν ἄνεμον. ἡ δὲ Ὠρείθυια Ἐρεχθέως θυγάτηρ, ἣν ἐξ Ἀττικῆς ἁρπάσας ὁ Βορέας ἤγαγεν εἰς θράκην, κἀκεῖσε συνελθὼν ἔτεκε
Ζήτην καὶ Κάλαϊν, ὡς Σιμωνίδης ἐν τῇ Ναυμαχίᾳ (v. supra). 〈...〉 Φινεύς δὲ Κλεοπάτραν τὴν Ὠρειθυίας πρώτην ἔγημεν, μετὰ ταῦτα δὲ Ἰδαίαν τὴν Δαρδάνου, ἥτις ἀπεχθῶς ἔχουσα πρὸς τοὺς προγόνους, λέγω δὴ πρὸς τοὺς ἀπὸ Κλεοπάτρας υἱούς, ἐπειρᾶτο τυφλῶσαι αὐτούς. οἱ δέ, ὅτι ὁ πατὴρ ἐτύφλωσεν αὐτοὺς διαβαλούσης τῆς μητρυιᾶς πρὸς αὐτόν.

211-15d. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-132

d. Κεκροπίηθεν: 〈...〉 Κρέουσα, Ὠρείθυια, Πρόκρις· Ὠρει- θυίας δὲ Χιόνη, Χθονία, Κλεοπάτρα, Ζήτης καὶ Κάλαϊς. ὁ δὲ Βορέας ἰδὼν παίζουσαν Ὠρείθυιαν πρὸς τῷ Ἰλισσῷ ἠράσθη αὐτῆς· ἐξ ἧς οὗτοι.

211-15e. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-133

e. Κεκροπίηθεν: ἡ ἀκρόπολις τῆς Ἀττικῆς Κεκροπία ἐκαλεῖτο
τὸ πρότερον. L m (P)

211-15f. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-134

f. 〈Ἰλισσοῦ:〉 ποταμὸς Ἀττικῆς. L g

216-17a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-135

216—17 a. Σαρπηδονίην ὅθι πέ〈τρην〉: πόλις τῆς Ἀστι- κῆς ἀπὸ Σαρπηδόνος τοῦ τῆς θράκης βασιλέως, ἀδελφοῦ Πόλτυος. 〈ποταμοῖο παρὰ ῥόον Ἐργίνοιο:〉 τοῦτο δὲ προσέθηκεν, ἐπεὶ
καὶ ἑτέρα ἐστὶ Σαρπηδονία πέτρα τῆς Κιλικίας.

216-17b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-136

b. 〈Ἐργίνοιο:〉 ποταμὸς θράκης. L g

219-20. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-138

219—20. ἐπ’ ἀκροτάτοισι ποδ〈ῶν〉: τοῖς σφυροῖς ἢ τοῖς
ἀστραγάλοις. ἐρεμνὰς δὲ ἤτοι κατὰ συγκοπὴν τὰς ἐρεβεννάς, τουτέστι [καταπληκτικὰς] σκοτεινὰς κυρίως, ἐξ οὗ μελαίνας. ὁ δὲ λόγος· ἔσειον μελαίνας πτέρυγας κινούμενοι, καταπληκτικὰς τῷ ἰδέσθαι.

221-22. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-139

221—22. φολίδεσσι: ταῖς στίξεσι, τοῖς ποικίλμασι τῶν πτερῶν. 〈κράατος〉 ὑπάτοιο δὲ ἄκρας κεφαλῆς.

224-26a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-140

224—26 a. οὐδὲ μὲν οὐδ’ αὐτοῖο πά〈ις〉: Ἄκαστος Πελίου
υἱὸς ἔγημεν Κρηθηΐδα ἤ, ὥς τινες, Ἱππολύτην. ἡ δὲ Πηλέως ἐρασθεῖσα

224-26a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-141

224/26 a. ἀπήτει συνελθεῖν. ὡς δὲ ἀπετύγχανεν, προβαλοῦσα τὸν Πηλέα τῷ ἀνδρὶ κατηγόρει, ὅτι ἤθελεν αὐτῇ συνελθεῖν. ὁ δὲ δεξάμενος τὸν Πηλέα ὡς ἐπὶ θήραν εἰς τὸ Πήλιον κατέλειψεν ἄοπλον, ἵνα ὑπὸ θηρίων διαφθαρῇ. ἐπιστὰς δὲ Ἑρμῆς ἤ, ὥς τινες, Χείρων ἔδωκεν αὐτῷ ἡφαιστότευκτον
μάχαιραν. καὶ τὰ ἐπιτυγχάνοντα θηρία ἀναιρῶν ἦλθεν εἰς τὴν πόλιν καὶ ἀνεῖλεν Ἄκαστον αὐτόν 〈τε〉 καὶ τὴν τοῦ Ἀκάστου γυναῖκα.
εἰ δὲ ἐπὶ κίνδυνον αὐτοὺς ἔπεμπεν ὁ Πελίας, διὰ τί ὁ υἱὸς αὐτοῦ ἐξήρχετο; καὶ οὗτος μέν φησιν, ἄκοντος τοῦ πατρός· Δημάγητος δέ, ὅτι ἐκέλευσεν ὁ Πελίας τὴν Ἀργὼ ἀραιοῖς γόμφοις παγῆναι, ἵνα ταχέως
ἀπολέσῃ αὐτούς· ὁ δὲ Ἄργος τοὐναντίον πεποίηκεν, καὶ πιστὸν ἔχων τὸν τέκτονα Ἄκαστος ἐπέβη.

224-26b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-142

b. Ἄργος τε θεᾶς ὑπ〈οεργός〉: διὰ τὸ τὴν Ἀργὼ κατασκευάσαι Ἀθηνᾶς προνοίᾳ. διὰ τοῦτο ὁ ποιητής φησιν (I 19) Ἀθηνᾶς ὑποθημοσύνῃσι γενέσθαι αὐτήν.

230-33a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-144

230—33 a. ἀντὶ τοῦ γὰρ ὁ ἐπεί. L g

230-33b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-145

b. ἐπεὶ Μινύαο θυγα〈τρῶν〉: ὁ γὰρ Μινύας πολλὰς εἶχεν θυγατέρας. καὶ γὰρ ὁ Ἰάσων Ἀλκιμέδης ἐστὶ τῆς Κλυμένης τῆς Μινύου θυγατρός. Στησίχορος (fg 54 B. III 225) δὲ Ἐτεοκλυμένης φησίν, Φερεκύδης (3 fg 104 b J.) δὲ Ἀλκιμέδης τῆς Φυλάκου. Ἰσονόης δὲ
τῆς Δαναοῦ καὶ Διὸς γίνεται Ὀρχομενός, ἀφ’ οὗ καὶ ἡ πόλις Ὀρχομενὸς καλεῖται· Ὀρχομενοῦ δὲ καὶ Ἑρμίππης τῆς Βοιωτοῦ γίνεται Μινύας — ἐπίκλησιν, φύσει δὲ Ποσειδῶνος —, ὃς ᾤκει ἐν Ὀρχομενῷ, ἀφ’ οὗ ὁ

230-33b_cont. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-146

λαὸς Μινύαι ἐκλήθησαν· ἐκ δὲ Μινύου καὶ Κλυτοδώρας γίνεται Πρέσβων καὶ Περικλυμένη καὶ Ἐτεοκλυμένη, ἐκ δὲ Φανοσύρας τῆς Παιῶνος καὶ Μινύου Ὀρχομενὸς καὶ Διοχθώνδης καὶ Ἀθάμας. ὁ δὲ Σκήψιος Δημήτριος (fg 51 Gaede) φησι τοὺς τὴν Ἰωλκὸν οἰκοῦντας Μινύας προσαγορεύεσθαι.

242-43. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-149

242—43. πόθι τόσσον ὅμιλον: οὐχ ὑγιῶς τὸ πόθι· ἔστι γὰρ τοῦ ἐν τόπῳ δηλωτικόν. ἔδει οὖν ποῖ εἰπεῖν. τὸ δὲ ἔκτοθι βάλλει ἀντὶ τοῦ ἀποστέλλει. Παναχαιίδα δὲ τὴν θεσσαλίαν φησίν,
ὅτι αὕτη πρώτη ἐκλήθη Ἀχαία ἀπὸ Ἀχαιοῦ τοῦ Ξούθου.

247-49a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-153

247—49 a. 〈αἱ δὲ γυναῖκες:〉 καὶ τοῦτο ὡς πρὸς γυναικείαν φύσιν. ἄγαν θαυμαστῶς πρὸς τὰς φύσεις καὶ τοὺς λόγους ἀμφοτέροις ἀνέπλασεν. τοῖς μὲν γὰρ ἀνδράσιν, ἐπεὶ θρασυτέρα ἡ φύσις, ἄνυσιν καὶ τέλος τῶν μελλόντων εἰσάγει, ταῖς δὲ γυναιξίν, ἐπεὶ ἀσθενέστεραι, εὐχὰς καὶ ἱκεσίας ποιεῖ. τοιαῦται γὰρ ἐπὶ τῶν μεγάλων καὶ φοβερῶν πραγμάτων
αἱ γυναῖκες.

247-49b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-154

b. νόστοιο τέλος θυμηδέες: θυμήρεες.

251-52. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-155

251—52. δειλὴ Ἀλκιμέδη: ἐπίπονε. ὁ δὲ νοῦς· εἰ καὶ ὀψέ, ὅμως δ’ οὖν ἦλθε καὶ σοὶ κακόν, Ἀλκιμέδη. λείπει δὲ ἡ διὰ πρόθεσις· καὶ οὐ διετέλεσας λαμπρῶς τὸν βίον, αὐχοῦσα ἐπὶ τοιούτῳ υἱῷ.

254-55a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-156

254—55 a. 〈εἰ τὸ πάροιθεν:〉 [ἢ τέ οἱ ἦεν] πρὸ τοῦ τὸν ἆθλον ἐπιστῆναι. κακῶν δὲ ἤτοι τῶν ἰδίων ἢ τῶν μελλόντων ἐπι- τελεῖσθαι τοῖς Ἀργοναύταις.

254-55b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-157

b. κτερέεσσιν: ἐνταφίοις. L g (P)

256-59. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-158

256—59. ὧς ὄφελεν καὶ Φρίξον: λέγεται γάρ, ὅτι τῆς Ἕλλης
καταπεσούσης ἀγωνιῶντι τῷ Φρίξῳ κατὰ Διὸς βούλησιν ἐφθέγξατο θαρ- σύνων αὐτὸν ὁ κριὸς διασώσειν αὐτὸν εἰς τὴν Σκυθίαν. τοῦτο δὲ αὐτὸ τῇ Ἀλκιμέδῃ ἔμελλε κακὸν γενέσθαι τοῦ υἱοῦ ἐκεῖσε στελλομένου. ἡ δὲ ἱστορία κεῖται παρὰ Ἑκαταίῳ (1 fg 17 J.), ὅτι ὁ κριὸς ἐλάλησεν. ἔνιοι δὲ φασιν αὐτὸν ἐπὶ κριοπρώρου σκάφους πλεῦσαι. Διονύσιος δὲ ἐν β'
(32 fg 2 b J.) Κριόν φησι Φρίξου τροφέα γενέσθαι καὶ συμπεπλευκέναι αὐτῷ εἰς Κόλχους· διὸ καὶ μεμυθεῦσθαι τὰ περὶ τῆς τοῦ κριοῦ θυσίας αὐτόθι.

262-63a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-160

262—63 a. 〈βεβολημένη:〉 λύπῃ βλαβεῖσα ἢ δυσθυμοῦσα. L g

262-63b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-161

b. ὀξὺ δ’ ἑκάστην: μετενήνεκται ἀπὸ τῶν κατὰ τὴν ἁφήν, ὡς

262-63b_cont. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-162

παρ’ Ὁμήρῳ (Λ 269)· ‘ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξύ’. ἄχος δὲ ἐστι σύγχυσις ψυχῆς, λύπη ἐπιτεταμένη· σαφὲς δὲ ἐκ τοῦ λέγειν τὸν ποιητήν (ο 358)· ‘ἡ δ’ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο’.

269-72a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-168

269—72 a. ἀδινώτερον: ὅμοιον τὸ σχῆμα τῷ ‘μελάντερον ἠύτε
πίσσα’ (Δ 277)· τὸ γὰρ συγκριτικόν ἔλαβεν ἀντὶ τοῦ ἀπολελυμένου.

269-72b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-169

b. ἠύτε κούρη: ἀκαταλλήλως τὴν παραβολὴν τέθεικεν· ὑπο- τίθεται γὰρ γραῦν μὲν τὸν Ἰάσονα, κόρην δὲ τὴν μητέρα· ἔδει δέ, φασί, κατὰ τὸ ἐναντίον ταῦτα τάξαι. ἀλλ’ ἐροῦμεν, ὅτι προσφόρως ὑπόκειται ὁ Ἰάσων οὐ κατὰ τὴν ἡλικίαν, ἀλλὰ κατὰ τὴν γηροκομίαν τῆς μητρός
— καὶ γὰρ ἡ γραῦς τὴν κόρην ἀνατρέφει —, ὡς ἡ μήτηρ πρός τε τὸ ἀφερέπονον διὰ τὴν ἡλικίαν — καὶ γὰρ τὸ γῆρας καὶ ἡ βραχεῖα ἡλικία παρεοίκασι — καὶ πρὸς τὸ χρήζειν τῆς τρεφούσης.
μητρυιὰ δὲ ὥσπερ ἀπηνὴς ἐπικειμένη ἐστὶν ὁ Πελίας. τὸ δὲ κηδεμονῆες ἀπὸ τοῦ κηδε-

269-72b_cont. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-170

μόνες παρήκται. οὕτω δὲ λέγονται οἱ κατὰ γάμον οἰκεῖοι, οἱ κηδεσταὶ καὶ κηδόμενοι.

269-72c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-171

c. 〈οἰόθεν:〉 ἀντὶ τοῦ οἴη. L g

269-72d. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-172

d. 〈πολιήν:〉 γραῦν. L g

269-72e. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-173

e. 〈μύρεται:〉 κλαίει, θρηνεῖ. L g

269-72f. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-174

f. 〈ἡ οὐκ εἰσὶν ἔτ’ ἄλλοι:〉 τοῦτο καὶ πρὸς τὴν Ἀλκιμέδην, ᾗ οὐκ εἰσὶν ἄλλοι παῖδες. L m

269-72g. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-175

g. 〈ὑπὸ μητρυιῇ〉 βίοτον βαρὺν 〈ἡγηλάζει〉: λείπει τὸ οὖσα· ὑπὸ μητρυιᾷ οὖσα κακὴν ζωὴν διάγει. τίθεται γὰρ τὸ βίοτος καὶ ἐπὶ τῆς ζωῆς ὡς νῦν καὶ ἐπὶ τοῦ πλούτου. τὸ δὲ ἡγηλάζει καὶ τὸ
ἠλάσκει κατὰ τοῦ αὐτοῦ πράγματος κεῖται· δηλοῖ δὲ τὸ ἐπὶ τῷ αὐτῷ τόπῳ διατρίβειν καὶ ἐνέχεσθαι καὶ ἐν [τῷ] αὐτῷ ἀναστρέφεσθαι. ἐπὶ γὰρ τῶν μυιῶν φησιν Ὅμηρος (Β 470)· ‘αἵτε κατὰ σταθμὸν ποιμνήιον ἠλάσκουσι’ καὶ (ι 457)· ‘ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει’.

285-86a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-189

285—86 a. δμωὶς ὅπως: ἐν τῇ προεκδόσει κεῖται· ‘βείομαι οὐλο- μένοισιν ὀιζυρὴ ἀχέεσσιν’ καὶ τὰ ἑξῆς ‘σεῖο πόθῳ φίλε κοῦρε δυσάμμορος’.

285-86b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-190

b. 〈σεῖο πόθῳ:〉 διὰ τὴν σὴν ἀπουσίαν. L g

311-12a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-216

311—12 a. 〈κεκλομένων:〉 πάντων ὁμοῦ κελευομένων καὶ ἐπευ-
φημούντων. L m

311-12b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-217

b. τῷ δὲ ξύμβλητο: τοῦτο σύμβολον πρὸς τὸ καταγωνίσασθαι τὸν ἆθλον, ὅτι τε πρεσβυτέρα καὶ ὅτι ἱέρεια.

311-12c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-218

c. ξύμβλητο: συνήντησεν. L g (P)

311-12d. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-219

d. πολιηόχου: τῆς φυλασσούσης τὰς πόλεις. L

311-12e. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-220 e. ἐν δὲ τῷ πολιήοχος ἐπεντέθη τὸ η̄. P

311-12f. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-221

f. ἀρήτειρα: ἱέρεια.

313-14a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-222

313—14 a. καί μιν δεξιτερῆς: γράφεται καὶ οὕτως 〈χειρὸς κύρεν〉, ἵν’ ᾖ· καὶ αὐτοῦ τῆς δεξιᾶς χειρὸς ἔθιγεν. L

313-14b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-223

b. οὐδέ τι φάσθαι: προσεληπτέον τὸν καί· ὅμως δὲ καὶ λαλῆσαι προθυμουμένη οὐκ ἔφθασε. τὸ γὰρ ἔμπης νῦν ἀντὶ τοῦ ὅμως. L

445-47a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-265

445—47 a. ὧδε κακοῖς δεδα〈ώς〉: οὐκ ἐκ τῶν καθόλου, ἀλλ’ ἐκ τῶν ἐμοὶ βλαβερῶν. ὑπέρβατον δέ ἐστι καὶ πλεονάζει ὁ καὶ σύνδεσμος,
λείπει δὲ ἡ ἐξ̄ πρόθεσις, καὶ 〈ἡ〉 πτῶσις ἐνήλλακται, δοτικὴ ἀντὶ γενικῆς. ἔστι δὲ καὶ τὸ ῥῆμα συντελικόν, ἀντὶ τοῦ ἐξῆλθον. ὁ δὲ λόγος οὕτως· ἔμπροσθεν ἐκ κακῶν οἰωνῶν ἐγνωκὼς τὸν ἐμαυτοῦ μόρον ἐξῆλθον ἐκ τῆς πατρίδος, ἵνα ὑμῖν συμπλεύσας κλέος ἀπενέγκωμαι. L

445-47b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-266

b. ὄφρ’ ἐπιβαίην: ὑπέρβατόν ἐστι. τὸ δὲ ἑξῆς· ὄφρ’ ἐπιβαίην
νηός, ἐπιβάντι δὲ τῆς νηὸς ἡ εὐδοξία τοῖς οἴκοις λίποιτο. L

487-89a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-292

487—89 a. ἄγρει νυν: δι’ ἀμφοτέρων ἐπισκώπτει τὸν Ἴδμονα, πρῶτον μὲν ὡς ἀτεχνῆ μάντιν, δεύτερον δὲ ὡς μέγα φρονοῦντα ἐπὶ Ἀπόλλωνι τῷ πατρὶ ὡς μέγα δυναμένῳ τοὺς αὐθάδεις καθαιρεῖν.
τοῦτο δὲ μετὰ ἀπειλῆς δρᾷ λοιδορῶν.

487-89b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-293

b. 〈ἐνίεπε:〉 ἔνειπε. S g

487-89c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-294

c. 〈πατὴρ τεός:〉 Ἀπόλλων. S m

494-95. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-299

494—95. λαιῇ: κατ’ εὐφημισμὸν τῇ ἀριστερᾷ. πείραζεν δὲ ἀντὶ τοῦ ἥρμοττεν. περιττὴ δὲ ἡ ἀνά · τὸ γὰρ ἑξῆς· καὶ Ὀρφεὺς δέ. εἰ μὴ ἄρα ἐκ τῆς ἀνά τὸ ἀναστὰς λέγει· ἀναστὰς δὲ καὶ ὁ Ὀρφεύς. τοῦτο δὲ ποιεῖ, ἵνα τὰς στάσεις καὶ τὰς φιλονεικίας τῇ ἑαυτοῦ μουσικῇ
καταπαύσῃ.

496-98a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-300

496—98 a. ἤειδεν δ’ ὡς γαῖα: τὴν πρώτην σύγχυσιν τῶν στοι- χείων ᾄδειν βούλεται, ὡς ἔκ τινος φιλονεικίας τὸ ἴδιον ἕκαστον μετέσχεν καὶ τάξιν ἔλαβεν. οἰκεία δὲ καὶ τοῖς ὑποκειμένοις πράγμασιν ἡ ᾠδή, ὅτι πρέπον ἐστὶ τῆς μάχης παύσασθαι καὶ εἰς τὴν οἰκείαν διάθεσιν ἐπα-
νιέναι.

496-98b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-301

b. νείκεος ἐξ ὀλοοῖο: Ἐμπεδοκλῆς (cf. 31 B 17 sqq. Diels- Kranz) φησιν, ὅτι συγκεχυμένων ἁπάντων τὸ πρότερον νεῖκος καὶ φιλία παραπεμφθέντα τὴν διάκρισιν ἐποιήσαντο, χωρὶς δὲ τούτων οὐδὲν δύ-

496-98b_cont. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-302

ναται γενέσθαι· ᾧ ἕπεται, ὡς εἰκός, καὶ Ἀπολλώνιος. ὁ δὲ θαλῆς (cf. 11 A 12 Diels-Kranz) ἀρχὴν ὑπεστήσατο πάντων 〈τὸ〉 ὕδωρ, λαβὼν παρὰ τοῦ ποιητοῦ λέγοντος (H 99)· ‘ἀλλ’ ὑμεῖς πάντες ὕδωρ καὶ γαῖα γέ- νοισθε’. καὶ Ζήνων (fg 104 Arn.) δὲ τὸ παρ’ Ἡσιόδῳ (Theog. 116 sq.) χάος ὕδωρ εἶναί φησιν, οὗ συνιζάνοντος ἰλὺν γίνεσθαι, ἧς πηγνυμένης ἡ
γῆ στερεμνιοῦται· τρίτον δὲ ἔρωτα γεγονέναι καθ’ Ἡσίοδον (ib. 120), ἵνα τὸ πῦρ παραστήσῃ· πυρωδέστερον γὰρ πάθος ὁ ἔρως. Ἀναξα- γόρας (cf. 59 Α 72 Diels-Kranz) δὲ μύδρον εἶναι τὸν ἥλιόν φησιν, ἐξ οὗ τὰ πάντα γίνεσθαι. διὸ καὶ Εὐριπίδης (Or. 983) γνώριμος αὐτῷ γεγονὼς φησι χρυσέαν βῶλον τὸν ἥλιον εἶναι. τὴν δὲ σελήνην ὁ
αὐτὸς Ἀναξαγόρας (59 Α 77 Diels-Kranz) χώραν πλατεῖαν ἀποφαίνει, ἐξ ἧς δοκεῖ ὁ Νεμεαῖος λέων πεπτωκέναι.

513-15a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-305

513—15 a. τοὶ δ’ ἄμοτον: ἀντὶ τοῦ ἀμότως καὶ ἀκορέστως. ὁ δὲ νοῦς· λήξαντος δὲ τῆς ᾠδῆς ἀπλήρωτοι αὐτῆς ὄντες ἔτι προετετά- κεισαν τὰς κεφαλὰς ἀνατετακότες τὰ ὦτα καὶ ἠρεμοῦντες ἐν ἡσυχίᾳ·
τοιαύτῃ ἡδονῇ συνείχοντο.

513-15b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-306

b. τοῖόν σφιν: τοιαύτην ἐπέθηκεν ἡδονὴν τοῖς ἀκούουσιν αὐ- τοῦ. L

516-18a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-307

516—18 a. οὐδ’ ἐπιδὴν μετέπειτ〈α〉: οὕτως ἀναστρεπτέον τὴν φράσιν· ἔπειτα οὐκ ἐπιδὴν οὐδὲ μετὰ χρόνον κεράσαντες, ἀντὶ
τοῦ εὐθέως καὶ μετολίγον.

516-18b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-308

b. 〈ἡ θέμις:〉 ὅτι ἔθος ἦν τοῖς παλαιοῖς κρατῆρα κιρνᾶν, ὅτε μέλλοιεν καθεύδειν, καὶ τὰς γλώσσας τῶν ἱερείων ἐπιθύειν τῷ Ἑρμῇ καὶ

516-18b_cont. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-309

ἐπισπένδειν οἶνον. καὶ ἴσως φυσικῶς. ἐπεὶ γὰρ Ἑρμῆς λόγος εἶναι παραδέδοται, ὄργανον δὲ αὐτοῦ ἡ γλῶσσα, ἥτις ὕπνου ἐπιπεσόντος ἠρε- μεῖ, εἰκότως τῷ Ἑρμῇ αὐτὴν θύουσιν. καὶ Ὅμηρος (γ 332) ‘ἀλλ’ ἄγε τάμνετε γλώσσας’ ἀντὶ τοῦ παύετε τοὺς λόγους.

516-18c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-310

c. ἡ θέμις ἐστί: Διευχίδας ἐν τοῖς Μεγαρικοῖς (fg 8 M. IV
390) ἱστορεῖ, ὅτι Ἀλκάθους ὁ Πέλοπος διὰ τὸν Χρυσίππου φόνον φυγα- δευθεὶς ἐκ τῶν Μυκηνῶν ἤρχετο κατοικήσων εἰς ἑτέραν πόλιν. ὡς δὲ περιέπεσε λέοντι λυμαινομένῳ τὰ Μέγαρα, ἐφ’ ὃν καὶ ἕτεροι ἦσαν ἀπε- σταλμένοι ὑπὸ τοῦ βασιλέως τῶν Μεγάρων, καταγωνίζεται τοῦτον καὶ τὴν γλῶτταν αὐτοῦ εἰς πήραν θέμενος ἤρχετο πάλιν εἰς τὰ Μέγαρα.
καὶ ἀπαγγελλόντων τῶν ἀπεσταλμένων ἐπὶ τὴν θήραν, ὅτι αὐτοί εἰσιν οἱ κατηγωνισμένοι, προσκομίσας τὴν πήραν ἤλεγξεν αὐτούς. διόπερ θύσας τοῖς θεοῖς ὁ βασιλεὺς τὸ τελευταῖον τὴν γλῶσσαν ἐπέθηκεν τοῖς βωμοῖς, καὶ ἀπὸ τότε ἔθος τοῦτο διέμεινε Μεγαρεῦσι. Φιλόχορος δὲ ἐν τῷ Περὶ θυσιῶν (fg 173 M. I 413) φησίν, ὅτι τὸ κάλλιστον τοῦ σώ-
ματος καὶ πρωτεῦόν ἐστι. καὶ Ὅμηρος (γ 341) ‘γλώσσας δ’ ἐν πυρὶ βάλλον’.

516-18d. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-311

d. [κηληθμῷ:] ἐν δὲ τῇ προεκδόσει μετὰ τοῦτο γέγραπται·
‘ἦμος δὲ τριτάτη φάνη ἠὼς τῇδ’ ἐπὶ νυκτί

βουθύσιον Ἑκάτοιο καταυτόθι δαινυμένοισι,
τῆμος ἄρ ἐκ Διόθεν πνοιὴ πέσεν, ὦρτο δὲ Τῖφυς
κεκλόμενος βαίνειν ἐπὶ σέλμασι. τοὶ δ’ ἀΐοντες 〈...〉.’
ἑξῆς δὲ τῶν ἐκκειμένων ‘σμερδαλέον δὲ λιμήν’ (ν. 524).

526-27. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-313

526—27. ἐν γάρ οἱ δόρυ: πιθανῶς ἐκ τῆς Δωδωνίδος φησὶ δρυὸς τὸ ξύλον εἶναι ἐν τῇ Ἀργοῖ τὸ φωνῆεν, ἐπεὶ καὶ αὕτη ἐφθέγγετο, ὡς φησιν Ὅμηρος (Ξ 327 sq.)· ‘ὄφρα θεοῖο ἐκ δρυὸς ὑψικόμοιο βουλὴν ἐπακούσοι.’

532-33. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-316

532—33. ποσσὶν ὑπεκλύσθ〈η〉: καὶ αὐτῷ ἐπικαθεσθέντι κά- τωθεν παρὰ τοῖς ποσὶ μᾶλλον ἐπεκλύσθη ἡ τρόπις τῆς νεὼς καὶ ἐν
βάθει τῆς θαλάσσης ἐγένετο τῷ βάρει τοῦ ἥρωος.

536-41a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-317

536—41 a. ἢ ἐνὶ Πυθοῖ 〈ἢ που ἐν Ὀρτυγίῃ〉: ἐν τῇ Δήλῳ. τὸ δὲ ἑξῆς οὕτως· καθάπερ ἠΐθεοι ἐν Δελφοῖς ἢ ἐν Δήλῳ ἢ ἐπὶ Ἰσμηνῷ περὶ τὸν βωμὸν τοῦ Ἀπόλλωνος χορὸν στήσαντες πρὸς τὸ τῆς κιθάρας μέλος ἡρμοσμένως 〈τὴν γῆν〉 κροτοῦσι τοῖς ποσίν, οὕτω καὶ
οὗτοι τῇ τοῦ Ὀρφέως κιθάρᾳ κηλούμενοι σφοδρότερον πρὸς τὴν κωπη- λασίαν ἤεσκαν. τὸ δὲ ἑξῆς
ὁμαρτῇ ῥήσσωσιν . ἡ δὲ ὑπὸ πρόθεσις παρήκται ὡς παρ’ Ὁμήρῳ (Β 824) ‘ὑπαὶ πόδα νείατον Ἴδης.’

536-41b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-318

b. Ἰσμηνοῖο: Ἰσμηνὸς ποταμὸς Βοιωτίας, ἐφ’ ᾧ Ἰσμηνίου Ἀπόλ- λωνος ἱερόν. L m P

536-41c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-319

c. 〈ἐπὶ δὲ ῥόθια κλύζοντο:〉 ἀντὶ τοῦ· ἐπεκλύζοντο δὲ τὰ κύματα. L g

545-46. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-324

545—46. μακραὶ δ’ αἰὲν ἐλ〈ευκαίνοντο〉: ὁ νοῦς· ἐλευ- καίνετο δὲ τὸ ὕδωρ καθάπερ ἀτραπὸς διὰ χλοηφοροῦντος πεδίου. ἢ ἄλλως· ὡς δήλη ἐστὶν ἡ ὁδὸς πεδίου μεταξὺ χλοηφόρου, οὕτω καὶ ὁ τύπος τῆς νεὼς ἐφαίνετο.

547-48. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-325

547—48. ἡμιθέων ἀνδρῶν: διὰ τούτου ἐβεβαιώσατο καὶ τοὺς
θεοὺς σκοπεῖν καὶ θαυμάζειν τὸν πλοῦν· οὐ γὰρ ἁπλῶς τινες ναῦται ἦσαν, ἀλλ’ ἡμίθεοι. τὸ δὲ
νῆα πρὸς πᾶν θαῦμα κεῖται ὑπὸ Ἀθηνᾶς εἰργασμένης.

564-67a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-335

564—67 a. πρότονοι οἱ ἀπὸ τοῦ ἱστοῦ ἐκτεινόμενοι κάλοι ἐπὶ πρώραν καὶ πρύμναν.

564-67b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-336

b. ἠλακάτη τὸ τοῦ ἱστοῦ λεπτότατον καὶ ἀνώτατον, ὑπὲρ ὅ ἐστι τὸ καρχήσιον. ἕως οὖν, φησί, τοῦ ἄκρου τοῦ ἱστοῦ ἀνείλκυσαν τὰ ἄρμενα.

564-67b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-337 διακριδὸν δὲ διόλου ἢ διατεταμένως. περόνῃσι δὲ τοῖς πασσάλοις τοῖς κατὰ τὰ σανιδώματα καὶ τοὺς τῆς νεὼς τοίχους, ἐφ᾽ ὧν τὰ τοῦ ἀρμένου σχοινία δεσμεύουσιν. 115

564-67c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-338 ἐπ᾽ ἰκριόφιν: τὸ ἴκριον τοῦ ἱστοῦ μέρος. φησὶ δὲ Ἐρατοσθένης ἐν τῷ Ἀρχιτεκτονικῷ (fg 60 Strecker):

“ἱστός· πτέρνη, καρχήσιον, θωράκιον, ἠλακάτη, κεραία, ἴκριον”
. βέλτιον δὲ νοεῖν ἴκριον τὴν καλουμένην κεραίαν, ἧς τὰ ἄκρα ἀκροκέραια†. κάλωες δέ, δι᾽ ὧν στέλλεται τὸ ἱστίον, διὰ κρίκων διειλημμένοι. τούτων δὲ οἱ κάλοι, οἷς κατάγεται τὸ ἱστίον, μέσουροι λέγονται, οἱ δὲ ἑλκόμενοι εἰς πρώραν 〈καὶ πρύμναν〉 ἐξ ἑκατέρου μέρους τοῦ ἱστοῦ πρότονοι, οἱ δὲ κατὰ τὰς γωνίας πόδες· ἑξῆς τούτων πρόποδες, μεθ᾽ οὕς εἰσιν οἱ τέρθριοι λεγόμενοι, εἶτα μέσοι. ἠλακάτη δὲ τὸ ἀνώτατον τοῦ ἱστοῦ μέρος, ὥς φησιν Ἐρατοσθένης (v. supra). 116 117 118 119 120 121 122 123

564-67d. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-339 κάλωας ἀπ᾽ εὐθείας τῆς κάλως κατὰ Ἀττικούς. 124

583-84b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-353 Μάγνησσα: τὴν Μαγνησίαν λέγει τὴν κατὰ θεσσαλίαν. ἔστι γὰρ καὶ ἑτέρα Μαγνησία περὶ Ἔφεσον, ἐκτισμένη ὑπὸ Λευκίππου τοῦ Καρὸς μετοικήσαντος ἐκεῖ σὺν Μάγνησι τοῖς ἐκ Κρήτης. 125 126 127

583-84c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-354 Μάγνησσά θ᾽ ὑπεύδ〈ιος〉: ὁ νοῦς· οὐ τραχεῖά τις οὐδὲ πετρώδης, ἀλλ᾽ ὁμαλή τις καὶ εὔδιος.

601-04a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-369 ἡ δὲ διάνοια· ἅμα δὲ τῇ ἡμέρᾳ ὁ Ἄθως αὐτοῖς ἀνεφάνη ἀπέχων τῆς Λήμνου τοσοῦτον, ὅσον ἂν ναῦς πλέουσα ἀπὸ ἠοῦς μέχρι μεσημβρίας πλοῦν διανύσῃ. καὶ τοσοῦτον, φησίν, ἀπέχουσαν τὴν Λῆμνον ὅμως σκιάζει διὰ τὸ ὕψος παρακλίναντος τοῦ ἡλίου· οὐ μόνον δὲ, ἀλλὰ καὶ μέχρι Μυρίνης. πόλις δέ ἐστιν ἡ Μυρίνη πρὸς τῷ τέλει τῆς Λήμνου, δίπολις γάρ ἐστιν ἡ Λῆμνος· ἔχει γὰρ Ἡφαιστίαν καὶ Μύριναν. ἐκλήθη δὲ ἀπὸ Μυρίνης τῆς θόαντος γυναικός, Κρηθέως δὲ θυγατρός. 128

601-04b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-370 〈κολώνη:〉 ἀκρώρεια. L g

601-04c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-371 ἔνδιον: μεσημβρινόν. L gS m (P)

601-04d. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-372 〈καὶ ἐσάχρι:〉 περιττὸς ὁ καὶ σύνδεσμος. L m

609-19a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-375 τῶν δὲ πρὸς θρᾷκας ἐχόντων πόλεμον καὶ παλλακὰς ἐκεῖθεν αἰχμαλώτους λαμβανόντων καὶ ἀποστραφέντων τὰς γνησίας γαμετὰς κατὰ τὴν τῆς θεοῦ ὀργήν, ἐψηφίσαντο αἱ γυναῖκες νύκτωρ τοὺς ἄνδρας ἀνελεῖν. καὶ οὐ μόνον τοῦτο ἐποίησαν, ἀλλὰ καὶ τὰς αἰχμαλώτους ἀνεῖλον, καὶ δεδοικυῖαι, μὴ οἱ παῖδες ἀνδρωθέντες τιμωρίαν πατρῴων ζητήσωσι λαβεῖν, πᾶν ὁμοῦ τὸ ἄρσεν γένος ἀνεῖλον. 129 130

609-19b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-376 ἐπὶ ληιάδεσσι: ταῖς αἰχμαλώτοις. L gS mP 131

609-19c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-377 〈ἔρον:〉 ἀντὶ τοῦ ἔρωτα, Αἰολικῶς διὰ τοῦ ο. L g 132

609-19d. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-378 ἀντιπέρηθεν: ἐξ ἐναντίας· οὕτω γὰρ κεῖται ἡ θράκη τῆς Λήμνου. L

609-19e. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-379 ἄτισσαν: ὅτι ἄτιμον αὐτὴν ἐπὶ πολύν χρόνον ἐποίησαν. τῶν δὲ ἄλλων ἱστορούντων, ὅτι κατὰ χόλον τῆς Ἀφροδίτης αἱ Λημνιάδες δύσοσμοι ἐγένοντο, Μυρσίλος ἐν πρώτῳ Λεσβιακῶν (fg 7 M. IV 458) διαφέρεται καί φησι τὴν Μήδειαν παραπλέουσαν διὰ ζηλοτυπίαν ῥῖψαι εἰς τὴν Λῆμνον φάρμακον καὶ δυσοσμίαν γενέσθαι ταῖς γυναιξίν, εἶναί τε μέχρι τοῦ νῦν κατ᾽ ἐνιαυτὸν ἡμέραν τινά, ἐν ᾗ διὰ τὴν δυσωδίαν ἀπέχειν τὰς γυναῖκας ἄνδρα τε καὶ υἱεῖς. 133 134 135

609-19f. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-380 〈ἀμφ᾽ εὐνῇ:〉 λείπει τὸ ζηλοτυπήσασαι. L g

623-26a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-383 Εὐβοίας, τὸ πρότερον Οἰνοίη καλουμένη διὰ τὸ εἶναι αὐτὴν ἀμπελόφυτον. μνημονεύει δὲ τῆς μετονομασίας Ξεναγόρας (240 fg 31 J.) λέγων ὅτι μετωνομάσθη ἀπὸ Σικίνου τοῦ υἱοῦ θόαντος καὶ νύμφης Οἰνηΐδος. ὅτι δὲ ἐνθάδε θόας ἐσεώθη καὶ Κλεών ὁ Κουριεὺς ἱστορεῖ καὶ Ἀσκληπιάδης ὁ Μυρλεανός, δεικνὺς ὅτι παρὰ Κλέωνος τὰ πάντα μετήνεγκεν Ἀπολλώνιος. 136

623-26b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-384 ἐπακτῆρες: ἀντὶ τοῦ ἁλιεῖς. ἐπὶ νήσου κυνηγοὺς οὐ δεῖ λέγειν. L g (P)

623-26c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-385 〈τόν:〉 Σίκινον. S g

643-48a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-397 σφωιτέροιο τοκ〈ῆος〉: ἀκαίρως τῷ δυϊκῷ ἐχρήσατο ἀντὶ ἑνικοῦ.

643-48b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-398 〈Ἀχέροντος:〉 ποταμὸς Ἅιδου. L g

643-48c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-399 ἀπροφάτους: ἀπροσφωνήτους, ἀπροφασίστους.

643-48d. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-400 〈ἀπροφάτους:〉 σκοτεινάς. S m

643-48e. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-401 ἐπιδέδρομε λήθ〈η〉: ὅτι λέγονται οἱ τεθνηκότες λήθην τῶν γεγονότων αὐτοῖς ἐν τῇ ζωῇ λαμβάνειν. οὗτος οὖν, φησί, καὶ τεθνηκὼς εἰς λήθην οὐκ ἔπεσεν καὶ μετεμψυχωθεὶς κατὰ τὸν τῶν φιλοσόφων λόγον ἤδει τίς ἦν διὰ τὰς τοῦ Ἑρμοῦ βουλὰς. Φερεκύδης (3 fg 109 J.) δέ φησιν, ὅτι δῶρον εἶχε παρὰ τοῦ Ἑρμοῦ ὁ Αἰθαλίδης τὸ τὴν ψυχὴν αὐτοῦ ποτὲ μὲν ἐν Ἅιδου, ποτὲ δὲ ἐν τοῖς ὑπὲρ τὴν γῆν τόποις εἶναι. φασὶ δὲ τοῦτον τὸν Αἰθαλίδην οἱ Πυθαγορικοί (cf. 14, 8 Diels-Kranz) τῆς ψυχῆς οὔσης ἀφθάρτου κατὰ μὲν τοὺς Τρωικοὺς χρόνους ἀναβιώσαντα Εὔφορβον εἶναι τὸν Πάνθου, ἔπειτα ἐκ τούτου Πύρρον τὸν Κρῆτα, εἶτα Ἠλεῖόν τινα, οὗ τὸ ὄνομα ἀγνοεῖται, μετὰ ταῦτα αὐτὸν τὸν Πυθαγόραν. Πυθαγόρας δέ, ἐν τῷ μεταλλοιοῦσθαι... 137 138 139 140 141 142

643-48e. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-402 τὰς ψυχὰς καὶ παρεισδύνειν εἰς ἕτερα σώματα, φησίν, ὅτι γένοιτο μὲν πρῶτον Αἰθαλίδης Ἑρμοῦ υἱὸς καὶ Σαμίας ἑταίρας, εἶτα Εὔφορβος Τρώς, εἶτα 〈...〉 καὶ Πυθαγόρας· τὴν δὲ μνήμην αὑτῷ παρέπεσθαι τῷ κεχαρίσθαι Ἑρμῆν τῷ Αἰθαλίδῃ υἱῷ ὄντι. 143 144

643-48f. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-403 μεμόρηται: κατὰ ἔκθλιψιν τοῦ ι, ἔστι γὰρ μεμοίραται ἀντὶ τοῦ κεκλήρωται. Αἰθαλίδης δέ, κῆρυξ τῶν Ἀργοναυτῶν, ἑτερήμερος, ὥς φασιν, ὥστε μίαν μὲν ἐν Ἅιδου, μίαν δὲ ὑπὲρ τὴν γῆν ἡμέραν διάγειν. 145 146 147

659-61a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-407 λαρόν: ἡδύ, ἀπολαυστικόν· παρὰ τὸ λῶ πεποίηται, ὃ σημαίνει τὸ θέλω. ἤια δὲ νῦν ἐφόδια βρώματα. 148 149

659-61b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-408 μή δ᾽ ἄμμε: δῶμεν αὐτοῖς χρείας, ἵνα ἐκτὸς τῶν πύργων μένωσιν ἀπρόσοδοι πρὸς ἡμᾶς, μήπως διὰ τὴν τῶν ἐπιτηδείων ἀνάγκην καὶ χρείαν εἰσιόντες εἰς τὴν πόλιν ἀκριβῶς τὰ καθ᾽ ἡμᾶς μάθωσιν. L

681-82. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-418 ἄλλα δ᾽ ὀπίσσω: πολλὰ δὲ κακὰ χείρονα μάχης καὶ πολέμου ἔσται. L

685-88a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-420 βώσεσθε: ἀντὶ τοῦ βιώσεσθε. ὁ δὲ νοῦς· αἱ δὲ νεώτεραι πῶς βιώσεσθε καὶ ζήσεσθε, ὅταν γηράσητε, τῶν μὲν παλαιοτέρων παρελθουσῶν, ὑμῶν δὲ λοιπὸν μὴ δυναμένων ἐργάζεσθαι; ἢ αὐτόματοι οἱ βόες ἀροτριάσουσι, καὶ θερίσουσι τοῦ ἔτους περιερχομένου, μηδενὸς ἀνθρώπου ἐπικειμένου τῷ ἔργῳ; 150

685-88b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-421 πρόκα: εὐθέως. L g (P)

685-88c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-422 〈καὶ πρόκα τελλομένου ἔτεος:〉 γράφεται καὶ περιτελλομένου ἔτεος. L m

689-90. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-423 ἦ μὲν ἐγών: ἐν ἤθει λέγει ταῦτα· εἰ καὶ πεφρίκασιν οἷον φοβοῦνται ἐπ᾽ ἐμὲ αἱ κῆρες ἐλθεῖν νῦν, ὅμως ἀποθανοῦμαι· λέγει δὲ τῷ ὑπεργεγηρακέναι.

703-04. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-434 ὄρσο μοι, Ἰφινό〈η〉: τὸ ἑξῆς· ὄρσο μοι, Ἰφινόη, τοῦδ᾽ ἀνέρος ἀντιόωσα, ὅστις στόλου ἡγεμονεύει, ἡμέτερόνδε μολεῖν. τὸ δὲ ἀντιόωσα ἀντὶ τοῦ ἀντιάσουσα οἷον ἀξιώσουσα, τουτέστι δεησομένη. στόλος δέ ἐστιν ἐπὶ πρᾶξίν τινα πορευόμενον πλῆθος, καὶ ἐπὶ νεῶν τε λέγεται καὶ σχεδὸν ἐπὶ πάσης ὁρμῆς καὶ μείζονος παρασκευῆς. προστίθησι δὲ οὕτω Παλαμήδης·

“οὕτω δὲ λέγεται καὶ ἡ εἰς ὀξὺ 〈τῆς νεὼς〉 ἀπόληξις”
. 151 152 153 154

718-19. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-438 εἴσαντο: ἀντὶ τοῦ διενοήθησαν, ὑπέλαβον. τηλυγέτην δὲ νῦν ἀκουστέον μόνην. ὁ γὰρ νοῦς· διενοήθησαν δὲ μονογενῆ θόαντι τὴν Ὑψιπύλην γεγενημένην τὴν βασιλείαν τοῦ πατρὸς εἰληφέναι. 155

721-22. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-439 Ἰτωνίδος: ἐν θεσσαλίᾳ θεὰ Ἰτωνὶς τιμᾶται καὶ ἐν Κορωνείᾳ [πόλις] τῆς Βοιωτίας, ἀπὸ Ἰτώνου τοῦ ἥρωος. ἀστείως δὲ οὐ πολεμικῇ σκευῇ χρώμενον εἰσάγει, ἀλλ᾽ ἐσθῆτι κοσμούμενον· πρῶτον μέν, ὅτι ἀπόλεμον αὐτὸν ἐκάλει, ἔπειτα, ὅτι καὶ γυναικῶν μόνων ἡ πόλις, αἳ μάλιστα τοῖς τοιούτοις χαίρουσι. καὶ ὁ Μένανδρος (fg 736 K. III 208):

“εὐκαταφρόνητος τῇ στολῇ εἴσειμι καὶ ταῦτ᾽ εἰς γυναῖκας”
. ἤδη δὲ καὶ διὰ τῆς δωρησαμένης θεοῦ τὸ τῆς χλανίδος κάλλος ἐσήμηνεν. P 156 157 158 159 160 161 162

723-24. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-440 δρυόχους: ἐν οἷς καταπήσσεται ἡ τρόπις ξύλοις, ταῦτα οὕτω καλοῦσιν. Ὅμηρος (τ 574):

‘ἵσταχ᾽ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας’
. δρύοχοι οὖν τὰ ἐγκοίλια τῆς νεώς. κανόνας δὲ τὰς στάθμας, οἷς τὰ ξύλα καὶ τοὺς τοίχους οἱ τέκτονες ἐξισάζουσιν. δάε δέ· ἐδίδαξεν ἡ θεός. 163

726-27. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-442 ἔρευθος: ἐρύθημα. ἔστι δὲ καὶ βοτάνης εἶδος ἐρυθρόν, ᾗ τὰ ἔρια βάπτουσιν. ἐρευθήεσσα δὲ ἀντὶ τοῦ πυρρά, ὑπέρυθρος. καὶ ἔστι παρὰ τὸ Σαπφικόν (fg inc. lib. 37 Lobel = 20 B. III 96):

‘παντοδαπαῖς〈ι〉 μεμιγμένα χροιαῖσιν’
. 164 165

730-31a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-445 Κύκλωπες: οὗτοι γάρ, Βρόντης καὶ Στερόπης, τῷ Διὶ τὸν κεραυνὸν ἔδωκαν. καὶ Ἡσίοδος (Theog. 141):

‘οἳ βροντήν Ζηνὶ ἔδοσαν τεῦξάν τε κεραυνόν’
.

730-31b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-446 〈ἐπ᾽ ἀφθίτῳ:〉 ἐπὶ θείῳ καὶ θαυμαστῷ καὶ ἀθανάτῳ ἔργῳ. L g

730-31c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-447 ἤτοι ἐπὶ ποσότητος τόσον ἢ ἐπὶ θαύματος, τοσοῦτον ἀντὶ τοῦ μεγάλως. L m (P)

732-33. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-448 μιῆς δ᾽ ἔτι δεύετο: ὅτι ἦν ἡμιτελὴς παρὰ μίαν ἀκτῖνα ὁ κεραυνός. αἰνίττεται δέ, ὅτι τὸ κατασκεύασμα ἀληθῶς εἶχε τὸν κεραυνὸν καὶ ὀλίγῳ ἐλαττούμενον τῆς ἀληθοῦς λαμπηδόνος· οὐ γὰρ οἷόν τε ἦν τεχνίτην ἐν ποικίλματι ὁμοίαν τὴν λαμπηδόνα ποιῆσαι τῆς ἀληθοῦς.

735-37a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-450 Ἀντιόπης: δύο Ἀντιόπαι ἐγένοντο, ἡ μὲν Νυκτέως, ἡ δὲ Ἀσωποῦ, ἧς καὶ μέμνηται· ἧς καὶ Διὸς Ἀμφίων καὶ Ζῆθος, οἳ καὶ ἐτείχισαν τὰς θήβας. 166 167 168

735-37a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-451 καὶ τὰς θήβας ἐτείχισαν, ὡς καὶ Ὅμηρός φησιν (λ 263):

“οἳ πρῶτοι θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο”
. Φερεκύδης (3 fg 41 c J.) δὲ καὶ τὴν αἰτίαν παραδίδωσι· διότι Φλεγύας πολεμίους ὄντας εὐλαβοῦντο. 〈...〉 βασιλεύοντι 〈...〉 Κάδμῳ 〈...〉. 169

735-37b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-452 〈κεῖτο πέλας:〉 ἀστείως ὡς πρὸς τὴν ἕδραν τῆς πόλεως καὶ τὴν στάσιν τῶν τειχῶν τὸ κεῖτο ἔταξεν. L g (P) 170

747-51b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-461 Μήστωρ, Ἠλεκτρύων, καὶ κοινὴν ἔσχον τὴν βασιλείαν. Μήστορος δὲ θυγάτηρ Ἱπποθόη, ἧς καὶ Ποσειδῶνος Πτερέλαος· Πτερελάου παῖδες Τηλεβόας καὶ Τάφιος, ἀφ᾽ οὗ ἡ νῆσος. ὡς δέ τινες, Τηλεβόου τοῦ Πτερελάου ἐγένοντο παῖδες οἱ καλούμενοι Τηλεβόαι. ἐλθόντες δὲ ἀπήτουν Ἠλεκτρύωνα τὰ τῆς μάμμης ἑαυτῶν Ἱπποθόης, ἀντιστάντες δὲ αὐτοῖς οἱ Ἠλεκτρυωνίδαι ἀνηρέθησαν ὑπ᾽ αὐτῶν. Τηλεβόαι οὖν οἱ Τάφιοι, ἤτοι ὅτι τῆλε οἰκοῦντες ἀπὸ Ἄργους τὰς βοῦς ἀπήλασαν, ἢ ἀπὸ Τηλεβόου τοῦ Πτερελάου τοῦ βασιλέως υἱοῦ, οὗ ἀδελφὸς Τάφιος, ἀφ᾽ οὗ καὶ ἡ νῆσος. 171 172 173 174 175

747-51c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-462 ἀμέρσαι: στερησαι. L gP

763-64a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-475 ζητητέον δὲ τί βούλεται αὐτῷ ταῦτα τὰ ποικίλματα. καὶ ἐροῦμεν, ὅτι ὁ ποιητὴς διὰ τῆς χλαμύδος οὐδὲν ἕτερον ἢ τὴν κοσμικὴν τάξιν καὶ τὰς τῶν ἀνθρώπων πράξεις φησί. καὶ πρῶτον μὲν διὰ τοῦ κεραυνοῦ καὶ τῶν Κυκλώπων θεόν τινα καὶ θείαν φύσιν ἀλληγορεῖ· διὸ καί φησιν (v. 730):

“ἐπ᾽ ἀφθίτῳ ἥμενοι ἔργῳ”
. μεθ᾽ ὃ πόλεις κτιζομένας διὰ τῆς τοῦ Ἀμφίονος λύρας ἱστορεῖ· ἔπειτα τὰ ἐν ταῖς πόλεσι πάντα γινόμενα, ἔρωτάς τε καὶ πολέμους — τοῦτο γὰρ βούλεται αὐτῷ ἡ Ἀφροδίτη ὁπλοφοροῦσα, ἡ δὲ βία καὶ αἱ μάχαι διὰ τῆς τῶν Ταφίων ἱστορίας —, ἀγῶνάς τε καὶ γάμους διὰ τῶν τοῦ Πέλοπος ἄθλων, ἀσεβείας τε καὶ τιμωρίας πρὸς τῶν κρειττόνων διὰ τοῦ Τιτυοῦ, ἐπιβουλάς τε καὶ διαβολὰς καὶ σωτηρίας διὰ τῆς τοῦ Φρίξου ἱστορίας, καὶ σχεδὸν πάντα τὰ ἐν ταῖς πόλεσι γινόμενα διὰ τῆς χλαμύδος ποιητικῶς ἔφρασεν. δῶρον δέ φησιν εἶναι τὴν χλαμύδα τῆς Ἀθηνᾶς, ἐπειδὴ ὅ τε κόσμος ὑπὸ τῆς θείας φρονήσεως γέγονε, τῶν τε ἐν αὐτῷ ὑπὸ τῶν ἀνθρώπων πραττομένων οὐδὲν ἄνευ φρονήσεως ὀρθῶς γένοιτ᾽ ἄν. 176 177 178

763-64b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-476 εἰσαΐων: ἐφθέγγετο γὰρ ὁ κριὸς πιστούμενος τῷ Φρίξῳ τὴν σωτηρίαν κατὰ βούλησιν Διός. L m (P)

763-64c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-477 〈ὅδ᾽ ᾖ:〉 κριός. S g

763-64d. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-478 ἐξενέποντι: περιττὴ ἡ ἐξ. L gP

763-64e. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-479 〈ἐξενέποντι:〉 ἀνθρώπῳ. S m 179

769-73. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-482 αἱ δὲ Ἀριστάρχειοι (I 404, 10 Ludwich) δι᾽ ἑτέρου ρ ἔχουσι τὰς τοιαύτας γραφάς, ὡς Ἡρακλέων (fg 11 Berndt Progr. gymn. Insterb. 1914, 21) φησὶν ἐν τῇ π τῆς Ἰλιάδος (228)

‘τό ῥα τότ᾽ ἐκ χηλοῖο λαβών’
. τὸ δὲ δεῖσεν ἀργαλέας ἔριδας τὰς τῶν μνηστήρων λέγει τῆς Ἀταλάντης ἔριδας· ἔδεισεν, μὴ εἰς στάσιν αὐτοὺς ἐξάψῃ καὶ διαφορά τις γένηται μεταξύ, τῶν μὲν μιγῆναι αὐτῇ θελόντων, τῆς δὲ τὴν παρθενίαν τηρούσης. ὅτι δὲ ἐμίγησαν οἱ Ἀργοναῦται ταῖς Λημνίαις, Ἡρόδωρος ἱστορεῖ ἐν τοῖς Ἀργοναυτικοῖς (31 fg 6 J.). Αἰσχύλος δὲ ἐν Ὑψιπύλῃ (p. 79 N.²) ἐν ὅπλοις φησὶν αὐτὰς ἐπελθούσας χειμαζομένοις ἀπείργειν, μέχρι λαβεῖν ὅρκον παρ᾽ αὐτῶν ἀποβάντας μιγήσεσθαι αὐταῖς. Σοφοκλῆς δὲ ἐν ταῖς Λημνίαις (II p. 52 Pearson) καὶ μάχην ἰσχυρὰν αὐτοῖς συνάψαι φησίν. 180 181 182 183

865-68b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-539 βάροις ἤλθομεν; καὶ οὔ φησι τὸ κάλλος αὐτῶν ἀποφυγόντες· τάχα γὰρ ἀληθῶς ἐν τῇ Λήμνῳ εὐπρεπεστέρας εἶναι γυναῖκας συνέβαινεν· καὶ πρὸς τὸ σεμνὸν τοῦ Ἡρακλέους. L

879-83d. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-548

ναῖκας, ἄνθεσι δὲ τοὺς ἥρωας, σίμβλῳ δὲ κοίλῳ τὴν πόλιν· τὰ δὲ ἐπίλοιπα πῶς ἂν οὐκ εἴη ἀνάρμοστα, δι᾽ ὧν φησι· χαίρει καὶ ἀγάλλεται ὁ λειμών, καίτοι λυπεῖται ἡ πόλις, διὸ φησι κινυρόμεναι · καὶ πάλιν ἀνάρμοστον τὸ
‘γλυκὺν ἄλλοτέ τ᾽ ἄλλον καρπὸν ἀμέργουσιν’
· οὐ γὰρ δὴ τὸν ἀρειότερον τῶν ἡρώων ἑκάστη ἔσπευδεν ἀπολαμβάνειν. ταῦτα δ᾽ ἂν πρὸς τὴν πρώτην μῖξιν καὶ σύνοδον ἡρμόζετο. L
184

879-83e. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-549

πρὸς τοὺς ἐπιλαμβανομένους τῆς παραβολῆς, ὅτι οὐ πάντα τὰ λεγόμενα ἁρμόττει τοῖς προκειμένοις, ῥητέον, ὅτι τὰ μὲν τῆς παραβολῆς πρὸς σαφήνειαν τοῦ γενομένου λαμβάνεται, τὰ δὲ πρὸς κάλλος μόνον καὶ ἔκφρασιν συντελεῖ. P
185

879-83f. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-550

ἐνδυκέως: ἐπιμελῶς, σπουδαίως. τὸ δὲ κινυρόμεναι οὐκ εὖ· σημαίνει γὰρ τὸ θρηνῳδούσαι καὶ ἔδει κλαίουσαι, δακρυόεσσαι.
186

916-18b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-572

Ἀξιοκέρσα, Ἀξιόκερσος, 〈Κάσμιλος〉. Ἀξίερος μὲν οὖν ἐστιν ἡ Δημήτηρ, Ἀξιοκέρσα δὲ ἡ Περσεφόνη, Ἀξιόκερσος δὲ ὁ Ἅιδης· ὁ δὲ προστιθέμενος τέταρτος Κάσμιλος ὁ Ἑρμῆς ἐστιν, ὡς ἱστορεῖ Διονυσόδωρος (68 fg 1 J.). Κάβειροι δὲ δοκοῦσι προσαγορεύεσθαι ἀπὸ Καβείρων τῶν κατὰ Φρυγίαν ὀρῶν, ἐπεὶ ἐντεῦθεν μετηνέχθησαν. οἱ δὲ δύο εἶναι τοὺς Καβείρους φασί, [πρότερον] πρεσβύτερον μὲν Δία, νεώτερον δὲ Διόνυσον.
ἡ δὲ Σαμοθράκη ἐκαλεῖτο πρότερον Λευκοσία, ὡς ἱστορεῖ Ἀριστοτέλης ἐν Σαμοθράκης πολιτείᾳ (fg 538 Rose 1567a 34). ὕστερον δὲ ἀπὸ Σάου, τοῦ Ἑρμοῦ καὶ Ῥήνης παιδός, Σάμος προσωνομάσθη κατὰ παρένθεσιν τοῦ μ. θρᾳκῶν δὲ οἰκησάντων αὐτὴν ἐκλήθη Σαμοθράκη.
187 188 189 190 191 192 193

916-18c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-573 ἀγανῇσι τελεσεφορίῃσι: ταῖς θείαις καὶ ὁσίαις μυσταγωγίαις. L g (P)

916-18d. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-574 θέμιστας: ἀντὶ τοῦ μυστήρια. L g (P)

916-18e. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-575 σαώτεροι: ἀκινδυνότεροι. λέγονται γὰρ οἱ αὐτόθι μυηθέντες ἐπακούεσθαι εἰς ὃ ἂν εὔξωνται, ὡς Ἀριστοφάνης (Pac. 277 sq.)·

‘ἀλλ᾽ εἴ τις ὑμῶν ἐν Σαμοθράκῃ τυγχάνει / μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλόν.’
δοκοῦσι γὰρ μᾶλλον σῴζεσθαι οἱ τὰ μυστήρια εἰδότες.
194 195

919-21b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-577 ὄργια: τὰ μυστήρια, παρὰ τὸ εἴργειν τοὺς ἀμυήτους αὐτῶν. ἢ τὰ ἐν ὀργάσι γινόμενα· ὀργάδες δὲ οἱ σύμφυτοι τόποι καὶ ὑγροί.

932-33a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-584 196 197 198 199

932-33b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-585 Πιτύεια: ἡ Λάμψακος τὸ πρότερον Πιτύεια προσηγορεύετο, ἥν τινες Πιτύουσαν ὀνομάζουσι 〈διὰ τὸ ἔχειν πίτυς πολλάς〉. τινὲς δέ φασιν, ὅτι Φρίξος γενόμενος ἐνταῦθα θησαυρὸν ἔθηκεν καὶ ἀπὸ τούτου ἡ πόλις ὠνομάσθη· θρᾷκες γὰρ τὸν θησαυρὸν πιτύην λέγουσι. μνημονεύει δὲ αὐτῆς καὶ Ὅμηρος (B 829)·

‘καὶ Πιτύειαν ἔχον’
. 200 201

932-33b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-586

ἡ δὲ Ἀβαρνὶς τοῦ Ἑλλησπόντου, ᾗ τὸ παλαιὸν Ἀπαρνὶς ἐκαλεῖτο, ὡς εἴρηται, ἀπὸ τοῦ Ἀφροδίτην ἐνταῦθα τεκοῦσαν τὸν Πρίαπον ἀπαρνήσασθαι τὸν παῖδα διὰ τὸ ἀπρεπὲς τοῦ αἰδοίου.
202

936-49f. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-594 ἔστιν ἡ Ἀσία, ἐκ δὲ ἀριστερῶν ἡ Εὐρώπη. πολυλήιον δὲ τὴν Φρυγίαν εἶπεν τὴν πολύπυρον ἢ πολυθρέμμονα. 203

936-49g. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-595 ὅσσον τ᾽ ἐπιμύρ〈ε〉τ〈αι〉: ὅσον, φησί, διάστημα ἰσθμοῦ ἔστιν. οἱ δὲ τὸ ὅσον θαυμαστικῶς ἤκουσαν, ὃ κρεῖττον, ἵνα ᾖ· ἡ χερρόνησος καὶ εἰς θάλασσαν κειμένη καὶ ἰσθμόν ἔχουσα — εἶτα θαυμαστικῶς· ὅσον γὰρ ἐκεῖνος ὁ ἰσθμὸς βοᾷ τοῖς κύμασι ῥησσόμενος. ἰσθμὸς δὲ καλεῖται ὁ ἐξ ἀμφοτέρων τῶν μερῶν θάλασσαν ἔχων τόπος· εἴρηται δὲ ἰσθμὸς παρὰ τὸ ἐν στενῷ εἶναι, οἷον ἴστνος τις ὤν· ὅθεν καὶ τοῦ τραχήλου τὰ παρίσθμια. πορθμὸς δὲ ὁ ἐξ ἀμφοτέρων γῆν ἔχων. 204 205 206 207 208

936-49h. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-596 ἐπιμύρεται: ηχεῖ, βοᾷ. L g (P)

936-49i. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-597 ἐπιπρηνής: ἀντὶ τοῦ ἐπίπροσθεν. L gG g (P)

936-49k. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-598 καταειμένος: καταρρεόμενος, ἢ καταπνεόμενος, ἢ κεκαλυμμένος φυτοῖς. L gG m (P) 209

936-49l. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-599 ἀμφίδυμοι δὲ, ὅτι ὁ τῆς Κυζίκου λιμὴν δισσὰς εἰσόδους ἐξ ἑκατέρου μέρους ἔχει. L 210

936-49m. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-600 ἀμφίδυμοι: δύο εἰσόδους ἔχουσαι· τοιοῦτος γάρ ἐστιν ὁ Κυζίκου λιμήν. L gG g (P) 211 212 213

936-49n. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-601 Αἰσήποιο: ποταμός 〈πέραν〉 Κυζίκου. L gP 214

936-49o. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-602 Γηγενέες: τούτων καὶ Ἡρόδωρος μνημονεύει ἐν τοῖς Ἀργοναυτικοῖς (31 fg 7 J.), καὶ ὅτι ἐπολέμησαν Ἡρακλεῖ. 215

936-49o. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-603 οἱ μὲν οὖν Γηγενεῖς περὶ Κύζικον ᾤκουν, οἱ δὲ Δολίονες περὶ τὸν ἰσθμόν.

936-49p. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-604 ἥρως Αἰνήιος: Κυζίκου πατὴρ Αἰνεύς, Ἀπόλλωνος παῖς καὶ Στίλβης 〈...〉 ὅθεν καὶ πόλις ὠνόμασται. 〈...〉 μητρὸς δὲ Εὐανθείας. μετέστη δὲ ἐκ θεσσαλίας καὶ ᾤκησε περὶ τὸν Ἑλλήσποντον. 216

936-49q. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-605 ἐν δ᾽ ἥρως Αἰνήιος: ὅτι Αἰνεὺς θετταλὸς ὢν τὸ γένος ᾤκησεν ἐν Ἑλλησπόντῳ. γήμας δὲ Εὐεώρου βασιλέως τῶν θρᾳκῶν Αἰνήτην, γεννᾷ Κύζικον, ἀφ᾽ οὗ ἡ πόλις. Εὐεώρου δὲ υἱὸς Ἀκάμας, ὃν Ὅμηρος ἐν τῇ Βοιωτίᾳ (Β 844) ἡγεῖσθαι θρᾳκῶν ἅμα τῷ Πείρῳ 〈φησίν〉. 217 218

936-49r. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-606 δίου Εὐεώροιο: τοῦ ἐνδόξου Εὐεώρου ἡ θυγάτηρ. Εὔεωρος δὲ θράκης βασιλεύς· Ὅμηρος (Ζ 8)· ‘υἱὸν Εὐεώρου Ἀκάμαντ᾽ ἠύν τε μέγαν τε’. 219

955-60d. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-615 〈κεῖνον:〉 τὸν ὑπὸ τῶν ἡρώων καταλειφθέντα. L g

955-60e. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-616 Νηλεῖδαι: οἱ μετὰ Νηλέως τοῦ Κόδρου ἀποικήσαντες ἐκ τῆς Ἀττικῆς Ἴωνες καὶ τὴν Καρίαν καὶ Φρυγίαν κατασχόντες, χρησμοῖς τοῦ Ἀπόλλωνος ἐκεῖνον τὸν λίθον τῇ Ἀθηνᾷ ἀφιέρωσαν.

955-60f. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-617 ὀλίγον δὲ λίθον τὸν μικρὸν ἔφη, ὡς καὶ Ὅμηρος (υ 259) ‘ὀλίγην τράπεζαν’ καὶ θεόκριτος (Ι 47) ‘ὀλίγον κοῦρον’. P 220

974-76a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-632 ἀκήρατος: ἀντὶ τοῦ ἄπαις καὶ καθαρὰ ὠδίνων. Κλείτη δὲ θυγάτηρ Μέροπος Περκωσίου τὸ γένος, μάντεως, ἣν Κύζικος ἔγημεν, ὡς ἱστορεῖ Δηίοχος (fg 4 M. II 17) καὶ Ἔφορος (70 fg 184 J.). 221 222 223

974-76b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-633 〈νέον:〉 νεωστί. L g

996-97. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-647 ἐφ᾽ Ἡρακλεῖ τετράφθαι τοὺς Γηγενεῖς. ὁ δὲ μῦθος ἀπὸ τοῦ Νεμεαίου λέοντος. μέμνηται δὲ καὶ Καλλίμαχος ἐν οἷς φησι (Hymn. III 107—09)·

“τήν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φευγοῦσαν / Ἥρης ἐννεσίῃσιν, ἀέθλιον Ἡρακλῆι / ὕστερον ὄφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.”
224 225

1037-38b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-682 γετικώτατος καὶ ἀποθεωθεὶς ἅμα τῷ ἀδελφῷ διασῴζει τὰς ναῦς. ἢ ἀφανοῦς καὶ ἀπροοράτου, παρὰ τὸ δείκω. τὸ δὲ

ἔκτοθεν ταὐτόν ἐστι τῷ ἐκτός. περὶ δὲ τῆς μάχης καὶ Δηίοχος (fg 6 M. II 18) ἱστορεῖ. περὶ δὲ τῆς τοῦ Κυζίκου ἀναιρέσεως καὶ τῆς ὅλης μάχης οὐ συμφωνεῖται. Ἔφορος (70 fg 61 J.) μὲν γάρ φησι τοὺς Δολίονας Πελασγοὺς ὄντας καὶ ἐχθρωδῶς διακειμένους πρὸς τοὺς τὴν θεσσαλίαν καὶ Μαγνησίαν κατοικοῦντας διὰ τὸ ἀπελασθῆναι ὑπ᾽ αὐτῶν ἐπιθέσθαι αὐτοῖς, γράφων ἐν τῇ θ᾽. ἠκολούθηκε δὲ Ἀπολλώνιος Δηιόχῳ (v. supra). Καλλισθένης δὲ ἐν τῷ α᾽ τοῦ Περίπλου (124 fg 6 J.) κατ᾽ ἔχθραν φησὶ τοὺς οἰκοῦντας τὴν Κύζικον ἐπιθέσθαι νυκτὸς τοῖς Ἀργοναύταις.
226 227

1037-38c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-683 〈αὐτῇ ὑπὸ νυκτί:〉 αὐτῇ τῇ νυκτί, θαυμαστικῶς. L g

1037-38d. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-684 〈πέδησεν:〉 κατέσχεν. L g

1049-50. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-690 δὲ ἱεράκων γένη ἕξ, ὡς Καλλίμαχος ἐν τοῖς Περὶ ὀρνέων (fg 100 c 1 Schn.). καὶ Ὅμηρος δὲ ἔοικε τοῦτο γινώσκειν· φησί γοῦν (ν 86 sq.)·

“οὐδέ κεν ἴρηξ / κίρκος ὁμαρτήσειεν ἐλαφρότατος πετεηνῶν”
καί (ο 526) “κίρκος Ἀπόλλωνος ταχὺς ἄγγελος”. ὁ δὲ ἱέραξ ἱερός ἐστιν Ἀπόλλωνος.
πέλεια δὲ περιστερᾶς εἶδος ὅμοιον φάττῃ, ὡς φησιν Ἀριστοτέλης (Hist. an. V 13, 544 b 1).
228 229

1075-77a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-705 δὲ πᾶν τὸ πεπηγὸς οὕτω λέγουσι. τὸ δὲ Κύζικον ἐνναίοντες ἀντὶ τοῦ οἱ Κυζικηνοί. Ἰάονες δὲ διὰ τὸ ἀποίκους εἶναι Μιλησίων. καὶ γὰρ εἰς Μίλητον ὁ Νηλεὺς ἀποικίαν ἐστείλατο καὶ ἐκεῖθεν ἐπὶ Κύζικον μετὰ πολὺν χρόνον· ὅθεν καὶ τοὺς Κυζικηνοὺς Ἴωνας ἐκάλεσεν. 230

1075-77b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-706 πελάνους ἐπαλετρ〈εύουσιν〉: πᾶς δῆμος ἐπὶ τῆς μύλης ἐπαλετρεύουσι καὶ ἀλήθουσι πελάνους. πέλανος δὲ ὁ διαπεπηγμένος καὶ ῥυπαρὸς 〈ἀφρὸς〉 κατὰ Ἀττικούς, ὡς καὶ Εὐριπίδης (Orest. 220)·

‘στόματος ἀφρώδη πέλανον’
. φησὶ δὲ τοὺς ἀκαθάρτους καὶ εὐτελεῖς ἄρτους, οὓς ὁ θεόκριτος (XXIV 138) Δωρικούς φησιν. 231 232

1079. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-707 ἦμαθ᾽ ὁμοῦ: τὸ ὁμοῦ παρ᾽ Ὁμήρῳ μὲν τὸ ἐν τῷ αὐτῷ τόπῳ σημαίνει (Λ 127)

“ὁμοῦ δ᾽ ἔχον ὠκέας ἵππους”
, παρὰ δὲ τοῖς μεθ᾽ Ὅμηρον καὶ ἄλλα σημαίνει, ὡς καὶ Σοφοκλῆς ἐπὶ χρόνου τέθεικεν αὐτό (Oed. R. 4 sq.)·
‘πόλις δ᾽ ὁμοῦ μὲν θυμιαμάτων γέμει, / ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων’.
νῦν δὲ ἀντὶ τοῦ ὁμοίως κεῖται, ὡς καὶ παρ᾽ Εὐριπίδῃ (Herc. 455)·
‘ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες’.
233 234

1080. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-708 〈ἐπιπλομένη:〉 ἐπερχομένη. L gr (P)

1081. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-709 ὧλλοι μέν ῥα: ἡ τοιαύτη συναλοιφὴ τῆς νεωτέρας Ἰάδος ἐστί. διὸ μέμφονται Ζηνοδότῳ εἰπόντι 〈δεῖν ἀναγινώσκειν〉 (Β 1)

“ὧλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες”
· οὐ κέχρηται γὰρ ταύτῃ Ὅμηρος. 235 236

1082a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-710 πύματον λάχος: ὕστατον κλῆρον καὶ μερίδα τοῦ ἐν τῇ Δολιονίᾳ ὕπνου λαμβάνοντες καὶ ἐκεῖσε ὑπνοῦντες· τῇ γὰρ ἑξῆς ἀναπλεῖν ἔμελλον. L gM P 237 238

1082b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-711 〈πύματον λάχος:〉 τοῦ ἐν Κυζίκῳ ὕπνου ὕστατον λάχος φησίν. S m 239

1083. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-712 ἀδινὰ κνώσσοντασ: ἐφύλαττον μεγάλως καὶ βαθέως ὑπνοῦντας. ὁ δὲ Ταρραῖος (fg 8 Linnenkugel De Lucillo Tarrhaeo, Diss. Monast. 1926, 89 ) λεπτὰ κοιμωμένους καὶ οὐ κατὰ βάθος.

1085—87a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-713 〈θεσπίζουσα:〉 προλέγουσα, μαντευομένη. L g

1085—87b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-714 λῆξιν ὀρινομένων: τὴν κατάπαυσιν καὶ λώφησιν τῆς τῶν ἀνέμων βίας. 〈ἀκταίης:〉 τὸ γὰρ ὄρνεον θαλάσσιον καὶ ἐν τοῖς αἰγιαλοῖς βιοῦν. λέγεται δὲ καὶ ὁ Ζεὺς ἐφεξῆς ιε᾽ ἡμέρας ἤ, ὡς τινες, ιδ᾽ εὐδιεινὰς ποιεῖν, ἵνα ἀποκυήσῃ παρὰ τοῖς αἰγιαλοῖς, αἱ ἀλκυονίδες ἡμέραι καλοῦνται, ζ᾽ πρὸ τοῦ τόκου καὶ ζ᾽ μετὰ τὸν τόκον. εἴληφε δὲ τὰ περὶ τῶν ἀλκυόνων παρὰ Πινδάρου ἐκ Παιάνων (fg 62 Schr.). εὐλόγως δὲ ὄσσαν εἶπε τὴν τῆς ἀλκυόνος φωνήν· ὑπὸ γὰρ Ἥρας ἦν ἀπεσταλμένη, ὡς φησι Πίνδαρος. 240 241 242 243

1085—87c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-715 ἀκταίης ὄρνιθος: τῆς παρὰ ταῖς ἀκταῖς καὶ τοῖς αἰγιαλοῖς διατριβούσης καθήκουσαν φωνὴν ἀκούσας. 244

1089a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-716 ἀφλάστοιο: Ἀπολλόδωρος ἐν ταῖς Λέξεσι (cf. 244 fg 240 J.) ἀποδέδωκεν ἄφλαστον τὸ ἀκροστόλιον. οὐκ εὖ, ἐπειδὴ τὸ 245 246

1089a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-717 ἀκροστόλιόν ἐστι τὸ ἄκρον τοῦ στόλου, στόλος δὲ λέγεται τὸ ἐξέχον ἀπὸ τῆς πτυχῆς καὶ διῆκον ἄχρι τῆς πρώρας ξύλον· πτυχὴ δὲ λέγεται, ὅπου τὸ τῆς νεὼς ἐπιγράφεται ὄνομα. ἔστιν οὖν ἄφλαστον 〈οὐ〉 τὸ ἀκροστόλιον 〈τὸ〉 κατὰ τὴν πρώραν, ἀλλ᾽ ὁ ποιητὴς αὐτὸ παραδίδωσιν ἐπὶ τῆς πρύμνης λέγων (Ο 716 sq.)·

“Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν, οὔτι μεθίει / ἄφλαστον μετὰ χερσὶν ἔχων.”
καὶ εἴρηται ἄφλαστον κατὰ συγγένειαν τοῦ φ πρὸς τὸ θ, ἄθλαστον· κατὰ ἀντίφρασιν, ἐπεὶ εὔθλαστόν ἐστιν. ἔστιν οὖν ἄφλαστον σανίδιον κατὰ τὴν πρύμναν. 247 248

1089b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-718 〈ἀφλάστοιο:〉 ἀκροστολίου. G g

1098—1102a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-719 ἐκ γὰρ τῆς ἄνεμ〈οι〉: ἐκ ταύτης τῆς Ῥέας καὶ γῆ καὶ θάλασσα καὶ οὐρανὸς συνέχεται. οἱ γὰρ φυσικοὶ αὐτὴν γῆν φυσιολογοῦσι καὶ τὴν πάντων ἁρμογὴν καὶ σύνδεσμον, καὶ τὸ ὄνομα αὐτῆς ἐτυµολογοῦσι παρὰ τὸ ῥεῖν ἀεὶ καὶ ποιεῖν τείρεα. καὶ φυσικῶς ταύτης ἄνδρα τὸν Κρόνον φασίν, οἱονεὶ τὸν χρόνον μεταβολῇ τῶν ἀντιστοίχων· σύνεστι δὲ τῇ τῶν στοιχείων τάξει ἐξ ἀνάγκης ὁ χρόνος. καὶ εἶτα λοιπὸν ἀλληγορικῶς τούτους τῶν θαλασσίων καὶ οὐρανίων καὶ χθονίων θεῶν πατέρασ εἶναί φασι· μετὰ γὰρ τὴν τῶν στοιχείων θέσιν καὶ σύνδεσμον συνέβη καὶ θεοὺς καὶ θεῶν δυνάμεις καὶ διαφορὰς μαθεῖν τοὺς ἄνδρας καὶ τιμῆσαι. 249 250

1098—1102b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-720 πεπείρηται: συνέχεται, συνέζευκται. L gG gP

1109. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-721 Ἱερῆς ἐκ πείσματα: ἧς καὶ ἐν τοῖς πρώτοις μέμνηται εἰπών (v. 1019)·

“Ἱερὴ δὲ φατίζεται ἥδ᾽ ἔτι πέτρη.”
251 252

1110. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-722 ἤρεσαν: ἐκωπηλάτησαν. τῷ δὲ συντελικῷ ἀντὶ παρατατικοῦ εἶπεν, τοῦ ἤρεσσον. λιμένα δὲ θρηίκιον λέγει, ἐπειδὴ κεῖται μὲν ἡ Κύζικος ἐπ᾽ ἐσχάτοις τῆς Φρυγίας, συνάπτει δὲ ἡ Βιθυνία τῇ Φρυγίᾳ, Βιθυνοί δὲ θρᾷκες κατὰ τὸ δεξιὸν μέρος. ἢ ἐπειδὴ θρᾷκες Κύζικον ᾤκησαν. 253 254

1112—13. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-723 καὶ πᾶσα περαίη θρηικ〈ίης〉: καὶ πᾶσα ἡ ἐν- 255

1112-13. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-724 ἀντία χώρα τῆς θράκης. 〈Μακριάδες...〉 Ποντικὸν δὲ ἔθνος οἱ Μάκρωνες. τὸ δὲ χερσὶν ἑαῖς οὐκ εὖ εἴρηκεν· ὤφειλε γὰρ σφετέραις. 256

1114—15a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-725 〈ἠερόεν〉 στόμα Βοσπόρου: ἠερόεν οἷον ἀερώδες ἤτοι ὁμιχλῶδες. Βόσπορος δὲ τὸ τῆς Προποντίδος στενόν, οὕτω κληθὲν ἀπὸ τῆς διανηξαμένης βοός, τῆς Ἰοῦς. 257 258

1114—15b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-726 ἐκ δ᾽ ἑτέρης: οὐ λέγει ἐκ δ᾽ ἑτέρης ἠπείρου — καὶ γὰρ ἡ Μυσία καὶ ὁ Αἴσηπος τῆς Ἀσίας —, ἐπὶ ἑτέρας δὲ χώρας λέγει, τῆς Τρῳάδος, καθ᾽ ἣν ὁ Αἴσηπος ῥεῖ χωρίσων αὐτὴν τῆς Μυσίας. καὶ Ὅμηρος (Μ 21)· ‘Γρήνικός τε καὶ Αἴσηπος’. ἡ δὲ Τρῳὰς ἀπὸ Μυσίας ἀρχομένη τῆς Μεγάλης ἐπὶ τοῦ Αἰσήπου λήγει· ἡ δὲ Δολιονία καὶ Φρυγία ἄρχεται μὲν ἀπὸ τοῦ Αἰσήπου, λήγει δὲ ἐπὶ Ῥυνδάκου. Μυσίαι δὲ δύο, ὧν ἡ μὲν μία τῇ Εὐρώπῃ πλησιάζει, ἡ δὲ ἑτέρα τῇ Ἀσίᾳ· τῆς οὖν ἐν Ἀσίᾳ Μυσίας αἱ κολῶναι τοῖς Ἀργοναύταις ἐφαίνοντο. 259 260

1116. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-727 καὶ πεδίον Νηπήιον: πεδίον Νηπείας ἔστι περὶ Κύζικον. μνημονεύει δὲ αὐτοῦ καὶ Καλλίμαχος ἐν Ἑκάλῃ (fg 45 Schn. = 101 Kapp)·

‘Νηπείης ἥ τ᾽ ἄργος, ἀοίδιμος Ἀδρήστεια.’
τὴν δὲ Νήπειαν Διονύσιος ὁ Μιλήσιος (32 fg 9 J.) πεδίον τῆς Μυσίας φησὶν εἶναι. ὁ γὰρ βασιλεὺς τῶν Μυσῶν Ὄλυμπος θυγατέρα Ἰάσου ἔγημεν, Νήπειαν ὄνομα, καὶ κατώκησεν ἐν τῷ πεδίῳ τούτῳ, ὃ νῦν καλεῖται Νηπείας πεδίον. Ἀπολλόδωρος (244 fg 175 J.) δὲ φησι Νηπείας πεδίον ἐν Φρυγίᾳ. ὁ δὲ Καλλίμαχός φησιν ἐν Ὑπομνήμασι (fg 100 h 3 Schn.) Νέμεσιν εἶναι τὴν τὸ πεδίον κατέχουσαν. ἔστι δὲ 261 262

1116. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-728 καὶ πόλις καλουμένη Ἀδρήστεια ἀπὸ 〈Ἀδράστου〉 τοῦ ἱδρυσαμένου. ὁ δὲ Ἀπολλώνιος ἑκατέρων μέμνηται, τῆς τε πόλεως καὶ τοῦ πεδίου· φησὶ γάρ·

ἄστυ τε καὶ πεδίον Νηπήιον Ἀδρηστείης.
τῆς δὲ πόλεως καὶ Ὅμηρος μνημονεύει (Β 828)·
‘οἳ δ᾽ ἄρ᾽ Ἀδρήστειαν εἶχον’.

1117—19a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-729 ἔσκε δέ τι στιβα〈ρὸν στύπος〉: στύπος τὸ πρέμνον καὶ στέλεχος, ἐξ οὗ καὶ 〈Ἀρχίλοχος (fg 127 B. II 423) ‘ὀρέων〉 ἀπεστύπαζον’. βρέτας δὲ τὸ βροτῷ ἐοικός. καὶ Εὐφορίων (fg 125 Scheidw.) δὲ ἐκ τούτου κινηθεὶς τὸ ξόανον τῆς μητρὸς τῶν θεῶν φησιν ἀµπέλινον εἶναι, διὰ τὸ τὴν ἄµπελον ἴσως ἱερὰν εἶναι τῆς Ῥέας. 263 264

1117—19b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-730 πρόχνυ: παντελῶς. L gG gS mP

1117—19c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-731 γεράνδρυον: ἀρχαῖον, ξηρόν, ἄχρηστον. L gG gS mP 265 266

1120. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-732 〈ὀκριόεντι〉 κολωνῷ: τῇ ἐξεχούσῃ ἀκρώρειᾳ. L g (P) 267

1123a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-733 χέραδος: ἡ τῶν βραχέων λίθων συλλογή τῶν καθ᾽ ἕνα χειρὶ ληφθῆναι δυναμένων, οὓς Ὅμηρος χερμάδιά φησι. τὸ δὲ βωμὸν ἀντὶ τοῦ εἰς βωμοῦ κατασκευήν. 268 269

1123b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-734 χέραδες λέγονται οἱ σωροί τῶν μικρῶν λίθων. φησὶ Δημήτριος ὁ Σκήψιος (fg 70 Gaede) τὴν διάλεκτον Ἀπολλωνιατῶν εἶναι τῶν ἐν Πόντῳ. μνημονεύει καὶ Σαπφώ (fg inc. lib. 30 Lobel = 114 B. III 127)

‘μή κίνη χεράδας’
καὶ Ὅμηρος (Φ 319)
‘ἅλις χεράδος περιχεύας’.
χέραδος δὲ ὁ τῶν λίθων σωρός· εἰς δὲ τὴν τοῦ βωμοῦ κατασκευὴν λίθους ἐσώρευον.
270 271

1124a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-735 δρυΐνοισιν: εἰκότως· ἡ γὰρ δρῦς ἱερὰ τῆς Ῥέας, ὡς φησιν Ἀπολλόδωρος ἐν γ᾽ Περὶ θεῶν (244 fg 92 J.).

1124b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-736 δρυΐνοις δὲ αὐτούς φησι στέφεσθαι διὰ τὸ μεμερίσθαι τῇ θεῷ τὸ δένδρον τοῦτο, διὰ τὸ καὶ πρὸς στέγας καὶ πρὸς τροφὴν 〈τὸ〉 πρῶτον χρησιμεῦσαι. 272

1125. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-737 Δινδυμίην: τὴν ἐν τῷ Δινδύμῳ ὄρει τιμωμένην ἐπικαλούμενοι καὶ ἱκετεύοντες. L g (P)

1126—31a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-738

ἐνναέτιν Φρυγίης, Τιτίην θ᾽ ἅμα: [περί] τῶν Ἰδαίων Δακτύλων καλουμένων πρώτους 〈τούτους〉 φησὶν εἶναι καὶ παρέδρους τῇ μητρὶ τῶν θεῶν, ἀκολουθῶν Μαιανδρίῳ λέγοντι Μιλησίους, ὅταν θύωσι τῇ Ῥέᾳ, προθύειν Τιτίᾳ καὶ Κυλλήνῳ. εἰσὶ δὲ οὗτοι τῶν Ἰδαίων Δακτύλων μοιρηγέται καὶ μητρὸς θεῶν πάρεδροι. Καλλίστρατος δὲ ἐν τῇ β᾽ τῶν Καθ᾽ Ἡράκλειαν περὶ Τιτίου φησίν (fg 2 M. IV 354)·
‘ὁ δὲ Τιτίας ἥρως ἐγχώριος, ὃν οἱ μὲν μυθεύουσι παῖδα Διός, οἱ δὲ τὸν πρεσβύτατον τῶν Μαριανδυνοῦ τοῦ Κιμμερίου παίδων, δι᾽ ὃν μάλιστα τὸ ἔθνος ηὔξηται καὶ προάγεται ἔτι εἰς εὐδαιμονίαν·
273

1126—31a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-739 ἀπεθεώθη δὲ ὑπὸ Μαριανδυνῶν’, καὶ Προμαθίδας δὲ ἐν τοῖς Περὶ Ἡρακλείας (fg 1 M. III 201) λέγει περὶ Τιτίου, ὅστις ἦν, καὶ θεοφάνης (188 fg 2 J.). ὅτι δὲ νύμφη τῆς Οἰαξίδος γῆς δραξαμένη τοὺς καλουμένους Ἰδαίους Δακτύλους ἐποίησε, παρὰ Στησιμβρότου (107 fg 12 b J.) εἴληφε. 〈...〉 καὶ ὅτι διὰ τῶν χειρῶν διερρύησαν, Δακτύλους κληθῆναι. Σοφοκλῆς δὲ αὐτοὺς Φρύγας καλεῖ ἐν Κωφοῖς Σατύροις (fg 364 Pearson). 274

1126—31b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-740 Δάκτυλοι Ἰδαῖοι: ἐκατέρους πέντε φασὶ τούτους εἶναι, δεξιοὺς μὲν τοὺς ἄρσενας, ἀριστεροὺς δὲ τὰς θηλείας. Φερεκύδης (3 fg 47 J.) δὲ τοὺς μὲν δεξιοὺς κ᾽ λέγει, τοὺς δὲ εὐωνύμους λβ᾽. γόητες δὲ ἦσαν καὶ φαρμακεῖς, καὶ δημιουργοί σιδήρου λέγονται πρώτοι καὶ μεταλλεῖς γενέσθαι· ἀριστεροὶ μὲν αὐτῶν, ὡς φησι Φερεκύδης (v. supra), οἱ γόητες, οἱ δὲ μεταλλεύοντες δεξιοί. ὠνομάσθησαν δὲ ἀπὸ τῆς μητρὸς Ἴδης. ὡς 〈δὲ〉 Ἑλλάνικός (4 fg 89 J.) φησι, Ἰδαῖοι Δάκτυλοι ἐκλήθησαν, ὅτι ἐν τῇ Ἴδῃ συντυχόντες τῇ Ῥέᾳ ἐδεξιώσαντο τὴν θεὸν καὶ τῶν δακτύλων αὐτῆς ἥψαντο. ὡς δὲ Μνασέας ἐν τῷ α᾽ Περὶ Ἀσίας (fg 26 M. III 154), Ἰδαῖοι Δάκτυλοι λέγονται ἀπὸ τοῦ πατρὸς Δακτύλου. 275 276

1126-31b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-741 καὶ τῆς μητρὸς Ἴδης. ὁ δὲ τὴν Φορωνίδα συνθεὶς γράφει οὕτως (fg 2 Kinkel):

“ἔνθα γόητες / Ἰδαῖοι Φρύγες ἄνδρες ὀρέστεροι οἰκί᾽ ἔναιον, / Κέλμις Δαμναμενεύς τε μέγας καὶ ὑπέρβιος Ἄκμων, / εὐπάλαμοι θεράποντες ὀρείης Ἀδρηστείης, / οἳ πρῶτοι τέχνην πολυμήτιος Ἡφαίστοιο / εὗρον ἐν οὐρείῃσι νάπαις ἰόεντα σίδηρον / ἤνεγκάν τ᾽ ἐς πῦρ καὶ ἀριπρεπὲς ἔργον ἔτευξαν.”
277 278

1126-31c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-742 Δικταῖον: τὸ Κρητικὸν σπήλαιον· Δίκτη γὰρ ὄρος Κρήτης. L g (P) 279

1126-31d. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-743 〈ἀμφοτέρῃσιν:〉 λείπει χερσί. L g

1126-31e. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-744 δραξαμένη: ἔθος ἐστὶ ταῖς κυούσαις τῶν παρακειμένων λαμβάνεσθαι καὶ ἀποκουφίζειν ἑαυτὰς τῶν ἀλγηδόνων, ὡς καὶ Λητὼ ἐλάβετο τοῦ φοίνικος. 〈...〉 ἔδει δὲ εἰπεῖν ‘Ὀαξίδος’· προσετέθη δὲ τὸ ι. 280 281

1126-31f. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-745 ἐβλάστησεν: ἐγέννησεν. L gP

1132. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-746 ἐριώλας: διαφόρως ἀνεγνώσθη, ἐπικρατεῖ δὲ ἡ βαρεῖα τάσις. L m (P) 282 283

1134—39a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-747 Ὀρφῆος ἀνωγῇ: τῇ τοῦ Ὀρφέως παρακελεύσει, ὡς αὐτοῦ τῆς ὀρχήσεως προκαταρχομένου.

βηταρμὸν δὲ τὴν ὄρχησιν παρὰ τὴν ἁρμόδιον βάσιν αὐτῶν· λέγει δὲ νῦν τὴν πυρρίχην ὄρχησιν. τὸ δὲ ἑξῆς· ὠρχοῦντο τοῖς ξίφεσι τὰς ἀσπίδας κομποῦντες διὰ τὸ τὸν Κύζικον θρηνεῖσθαι ὑπὸ τῶν Δολιόνων, ἵνα μὴ τῆς θυσίας οὔσης
284 285 286 287

1134-39a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-748 δύσφημος φωνὴ ἀναφέρηται· ὅθεν καὶ Φρύγες κυμβάλοις καὶ τυμπάνοις τὴν Ῥέαν ἱλάσκονται.

1134-39b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-749 ῥόμβος τροχίσκος, ὃν στρέφουσιν ἱμᾶσι τύπτοντες, καὶ οὕτως κτύπον ἀποτελοῦσι. τινὲς δὲ ῥύμβον αὐτὸν καλοῦσιν, ὡς καὶ Εὔπολις ἐν Βάπταις (fg 72 Kock I 274) καὶ Δίδυμος (fg I 5, 33 Schmidt 69). 288 289 290 291

1141—48a. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-750 ἀνταίη: ἡ Ῥέα οὕτω λέγεται, διότι ἐναντία τοῖς Τελχῖσιν ἐγένετο. ὡς δέ τινες, ἀνταίη ἡ εὐάντητος καὶ εὐλιτάνευτος. 292 293

1141—48b. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-751 σήματ᾽ ἔγεντο: διὰ τούτου οὐδὲν ἕτερον ὁ ποιητής φησιν ἢ τὴν τῆς θεοῦ φύσιν· καὶ τοῖς φυσικοῖς γὰρ δοκεῖ ἡ αὐτὴ εἶναι τῇ γῇ, γῆς δὲ εὐμενείας σημεῖον τὸ εὔκαρπα εἶναι τὰ δένδρα καὶ πόας αὐτομάτους φύειν. 294 295 296

1141—48c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-752 τερείνης: τῆς ἁπαλῆς καὶ χλωρᾶς. εἰλυοὺς δὲ τὰς καταδύσεις τῶν θηρῶν. ξυλόχους δὲ τοὺς ἐν τοῖς ὄρεσιν ὑλώδεις τόπους. ἔστι δὲ ὑπερβατόν· εἰλυούς τε ξυλόχους τε καταλιπόντες. διὰ πολλῶν δὲ τὸ θαυμαστὸν παρέστησε, διά τε τοῦ διψάδος καὶ ὅτι... 297 298

1141-48c. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-753 οὐκ ὀλίγον τὸ ἀναδοθὲν ὕδωρ, ἀλλὰ καὶ ἄληκτον. τὸ δὲ ναῖεν οὐκ εὖ. ἔδει γὰρ χωρὶς τοῦ ι νᾶεν, ἵν᾽ ᾖ ἔρρει, ὡς παρ᾽ Ὁμήρῳ (ι 222)·

‘νᾶεν δ᾽ ὀρῷ ἄγγεα πάντα’
. d. ἡ δὲ σύνταξις κατὰ μετάθεσιν, ὡς τὸ ‘ῥέε δ᾽ αἵματι γαῖα’ ἀντὶ τοῦ ‘αἷμα ἔρρεεν ἐν τῇ γῇ’. ἢ μεταληπτέον τὸ ναῖεν εἰς τὸ κατάρρυτον, ἵν᾽ ᾖ· ‘κατάρρυτον ἦν τὸ Δίνδυμον ὕδασιν’. P 299

1141-48e. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-754 〈ποίη:〉 βοτάνης. L g

1141-48f. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-755 〈παροίτερον:〉 ἔμπροσθεν, πρότερον. L g

1141-48g. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-756 ἀνέβραχε: ἀντὶ τοῦ ἀνεδόθη. L gP

1141-48h. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-757 διψάδος: ξηρᾶς. L g (P)

1152. mvp-tlg5012-tlg001-wendel1935g-com-grc1-758 νῆσον: τὴν Κύζικον. L g (P)

Commentary (Carolus Wendel, 1935/2026, translated by deepseek-v4-pro) (OCR draft) () focus

1-4a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-1

1—4 a. Ἀρχόμενος: ἀπὸ περιεκτικοῦ ῥήματος ἡ μετοχὴ ἐσχημάτισται. περιεκτικὰ δέ εἰσιν, ὅσα 〈καὶ〉 δρᾶσίν καὶ πάθος ἐμφαίνουσιν, οἷον βιάζομαι, δωροῦμαι, σφαγιάζομαι. οὕτω καὶ τὸ ἄρχομαι τὸ
μὲν τι σημαίνει ‘ἀπὸ σοῦ τὴν ἀρχὴν ποιοῦμαι’ — ἔθος γὰρ ἀπὸ θεῶν προοιμιάζεσθαι· ‘ἐκ Διὸς ἀρχώμεσθα’ (Arat. Phaen. 1; Theocr. XVII 1) —, τὸ δέ τι σημαίνει ‘ἀρχαιρεσιαζόμενος ὑπὸ σοῦ’ οἷον ἐνθουσιῶν. παραπλησίως γὰρ τοὺς ποιητὰς τοῖς μαινομένοις ἐνθουσιᾶν 〈λέγεται〉. κέχρηται δὲ ἐπὶ τοῦ
ἀρχόμενος παρατατικοῦ μετοχῇ, ἀντὶ τοῦ ἀρξά-
μενος.


1-4a. Beginning: the participle is formed from a verb of encompassing sense. Encompassing verbs are those that indicate both action and passion, such as βιάζομαι, δωροῦμαι, σφαγιάζομαι. Thus also ἄρχομαι signifies on the one hand 'I make a beginning from you' — for it is customary to begin with the gods: 'let us begin from Zeus' (Arat. Phaen. 1; Theocr. XVII 1) —, and on the other hand it signifies 'being inspired by you', as if being filled with divine frenzy. For poets are said to be inspired like madmen. He uses the present participle ἀρχόμενος instead of ἀρξάμενος.

1-4b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-2

b. ὁ λόγος· ἀρχαιρεσιασθεὶς ὑπὸ σοῦ, Ἄπολλον, τὸ κλέος τῶν ἡρώων εἰς μνήμην ἄξω τῶν κατὰ τὸν Πελίαν 〈...〉. L mP


b. The meaning: having been inspired by you, Apollo, I will bring to memory the glory of the heroes of the time of Pelias 〈...〉. LmP

1-4c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-3

c. παλαιγενέων: διαφέρει τὸ παλαιὸν τοῦ ἀρχαίου. τὸ μὲν γὰρ παλαιὸν καὶ ἀρχαῖον, τὸ δὲ ἀρχαῖον οὐκ ἔστι παλαιόν. τὸ γὰρ
ἀρχαῖον ἀναφέρει 〈εἰς〉 τὸ ἀρχῆς ἔχεσθαι.


c. παλαιγενέων: παλαιόν differs from ἀρχαῖον. For παλαιόν is also ἀρχαῖον, but ἀρχαῖον is not παλαιόν. For ἀρχαῖον refers to being connected with a beginning.

1-4d. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-4

d. ἐύζυγον: εὐκάθεδρον. L gP


d. ἐύζυγον: well-benched. LgP

1-4e. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-5

e. ἤλασαν Ἀργώ: ὁ μὲν Ἀπολλώνιος καλεῖ τὴν Ἀργὼ ἀπὸ Ἄργου τοῦ κατασκευάσαντος, Φερεκύδης (3 fg 106 J.) δὲ ἀπὸ Ἄργου


e. ἤλασαν Ἀργώ: Apollonius calls the Argo after Argus the builder, but Pherecydes (3 fg 106 J.) after Argus

1-4e_cont. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-6

τοῦ Φρίξου υἱοῦ. ταύτην δὲ λέγουσι πρώτην ναῦν γεγενῆσθαι. ἄλλοι δὲ λέγουσιν, 〈ὅτι〉 Δαναὸς διωκόμενος ὑπὸ Αἰγύπτου 〈τὴν〉 πρώτην κατεσκεύασε, ὅθεν καὶ Δαναῒς ἐκλήθη.


the son of Phrixus. They say that this was the first ship. But others say that Danaus, fleeing from Aegyptus, built the first ship, whence it was also called Danaïs.

23-25a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-13

23—25 a. πρῶτά νυν Ὀρφῆος: Ἡρόδωρος (31 fg 42 J.) δύο εἶναι Ὀρφεῖς φησιν, ὧν τὸν ἕτερον συμπλεῦσαι τοῖς Ἀργοναύταις.


23-25a. πρῶτά νυν Ὀρφῆος: Herodorus (31 fg 42 J.) says that there were two Orpheuses, of whom one sailed with the Argonauts.

23-25a_cont. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-14

Φερεκύδης ἐν τῇ ς’ (3 fg 26 J.) Φιλάμμωνά φησι καὶ οὐκ Ὀρφέα συμπεπλευκέναι. ἔστι δέ, ὡς Ἀσκληπιάδης (12 fg 6 c J.), Ἀπόλλωνος καὶ Καλλιόπης· ἔνιοι δὲ ἀπὸ Οἰάγρου καὶ Πολυμνίας.


Pherecydes in the sixth book (3 fg 26 J.) says that Philammon, not Orpheus, sailed with them. He is, as Asclepiades (12 fg 6 c J.) says, the son of Apollo and Calliope; but some say of Oeagrus and Polymnia.
ζητεῖται δέ, διὰ τί Ὀρφεὺς ἀσθενὴς ὢν συνέπλει τοῖς ἥρωσιν· ὅτι
μάντις ὢν ὁ Χείρων ἔχρησε δύνασθαι καὶ τὰς Σειρῆνας παρελθεῖν αὐτοὺς Ὀρφέως συμπλέοντος.


It is asked why Orpheus, being weak, sailed with the heroes; because Chiron, being a seer, prophesied that they would be able to pass the Sirens if Orpheus sailed with them.

23-25b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-15

b. 〈σκοπιῆς〉 Πιμπληίδος ἄγχι τεκ〈έσθαι〉: Πίμπλεια χωρίον κατὰ Πιερίαν· οἱ δὲ ὄρος Θράκης, οἱ δὲ κρήνην καὶ κώμην τῆς Πιερίας.


b. 〈σκοπιῆς〉 Πιμπληίδος ἄγχι τεκ〈έσθαι〉: Pimpleia is a place in Pieria; but some say a mountain of Thrace, others a spring and village of Pieria.

31-34a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-19

31—34 a. Πιερίηθεν: Πιερία ὄρος Θράκης, ἐν ᾗ διέτριβεν
Ὀρφεύς. φησὶ δὲ Ἡρόδωρος (31 fg 43 a J.), ὅτι παρήνησεν ὁ Χείρων τῷ Ἰάσονι, ὅπως τὸν Ὀρφέα σὺν τοῖς Ἀργοναύταις παραλάβῃ.


31-34a. From Pieria: Pieria is a mountain of Thrace, where Orpheus spent his time. Herodorus says (31 fr. 43a J.) that Chiron advised Jason to take Orpheus along with the Argonauts.

31-34b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-20

b. 〈τοῖον:〉 οἷον εἴπομεν δηλονότι. L g


b. Such: namely, as we have said. Lg

31-34c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-21

c. Βιστωνίδι κοιρανέοντα: γράφεται καὶ Βιστῶνι τε κοιρανέοντα. L mP


c. Ruling over Bistonian: it is also written 'and ruling over Bistonians'. LmP

37-38a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-23

37—38 a. 〈Πειρεσιάς:〉 ὄνομα πόλεως· ὡς Ἐρυθραὶ καὶ Πειρεσιαί. L g


37-38a. Peiresiae: name of a city; like Erythrae and Peiresiae. Lg

37-38b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-24

b. Ἀπιδανός τε μέγας καὶ δ〈ῖος〉: Ἀπιδανὸς καὶ Ἐνιπεὺς ἀμφότεροι Θεσσαλίας ποταμοί. τὸ δὲ Φυλλήιον ὄρος Μαγνησίας.


b. Great Apidanus and divine: Apidanus and Enipeus are both rivers of Thessaly. The Phyllaean mountain is in Magnesia.

37-38c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-25

c. ἡ δὲ Πειρεσία χώρα ἢ πόλις, ἧς ἐγγὺς ἦν τὸ Φυλλεῖον. P


c. Peiresia is a region or city, near which was the Phylleian. P

40-41. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-26

40—41. Λάρισαν δ’ ἐπὶ τοῖ〈σι〉: Λάρισαν τὴν Θεσσαλίας λέγει, ἣν ἔκτισεν Ἀκρίσιος, ἥτις ὠνομάσθη ἀπὸ Λαρίσης τῆς Πελασγοῦ, ὡς φησιν Ἑλλάνικος (4 fg 91 J.). εἰσὶ δὲ Λάρισαι τρεῖς· ἀρχαιοτάτη μὲν ἡ Ἀργειῶτις, ἥτις ἐστὶν αὐτὴ ἡ ἀκρόπολις· δευτέρα δὲ ἡ ἐν τῷ Πελασγικῷ τῆς Θεσσαλίας, ἣν Ὅμηρος (Β 738) Ἄργισσάν φησι, πλησίον
οὖσα τῆς Γυρτώνης, ἧς νῦν ὁ Ἀπολλώνιος μέμνηται· ἔστι δὲ καὶ περὶ Τροίαν, ἧς Ὅμηρος (Β 840 sq.) μνημονεύει· ‘φῦλα Πελασγῶν τῶν, οἳ Λάρισαν’. τὸν δὲ Πολύφημον Ἐλάτου παῖδα εἶπεν Ἀπολλώνιος, Σωκράτης (fg 10 M. IV 498) δὲ καὶ Εὐφορίων (fg 87 Scheidw.) Ποσειδῶνος. οἱ δὲ Λαπίθαι ἀπὸ Λαπίθου τοῦ Ἀπόλλωνος καὶ
Στίλβης νύμφης ὠνομάσθησαν.


40-41. And after them Larisa: He means Larisa in Thessaly, which Acrisius founded, and which was named after Larisa, daughter of Pelasgus, as Hellanicus says (4 fr. 91 J.). There are three Larisas: the oldest is the Argive one, which is the acropolis itself; the second is in the Pelasgian part of Thessaly, which Homer (B 738) calls Argissa, being near Gyrtone, which Apollonius now mentions; there is also one near Troy, which Homer (B 840f.) mentions: 'the tribes of Pelasgians, those who [dwelt in] Larisa'. Apollonius said that Polyphemus was the son of Elatus, but Socrates (fr. 10 M. IV 498) and Euphorion (fr. 87 Scheidw.) say he was the son of Poseidon. The Lapiths were named after Lapithes, son of Apollo and the nymph Stilbe.

45-47a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-27

45—47 a. οὐδὲ μὲν Ἴφικλος: οὔτε Ὅμηρος οὔτε Ἡσίοδος (fg 50 Rz. 2) οὔτε Φερεκύδης (3 fg 110 J.) λέγουσι τὸν Ἴφικλον συμπεπλευκέναι τοῖς Ἀργοναύταις. ὅτι δὲ μητρὸς ἦν Ἀλκιμέδης ὁ Ἰάσων, Φερεκύδης (3 fg 104 a J.) μὲν συμφωνεῖ τῷ Ἀπολλωνίῳ. Ἡρόδωρος
(31 fg 40 J.) δὲ Πολυφήμην τὴν Αὐτολύκου φησὶν Ἰάσονος εἶναι μητέρα. Ἄνδρων δὲ ἐν τῇ ἐπιτομῇ τῶν Συγγενειῶν (10 fg 5 J.) Αἴσονος καὶ


45-47a. Nor indeed Iphiclus: Neither Homer nor Hesiod (fr. 50 Rz.2) nor Pherecydes (3 fr. 110 J.) say that Iphiclus sailed with the Argonauts. That Jason's mother was Alcimede, Pherecydes (3 fr. 104a J.) agrees with Apollonius. But Herodorus (31 fr. 40 J.) says that Polypheme, daughter of Autolycus, was Jason's mother. Andron in his Epitome of Kinships (10 fr. 5 J.) says that Aeson and

45-47a_cont. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-28

Θεογνήτης τῆς Λαοδίκου 〈φησὶν Ἰάσονα γεγονέναι υἱόν〉.


Theognete, daughter of Laodicus, (he says Jason was the son).

45-47b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-29

b. τὸν δὲ Ἴφικλον Ἡσίοδος (fg 117 Rz. 2) ἐπὶ πυρίνων ἀθέρων τρέχειν φησίν, Δημαρέτης (42 fg 1 J.) δὲ ἐπὶ τῆς θαλάσσης. ἔστι δὲ υἱὸς Φυλάκου καὶ Κλυμένης τῆς Μινύου.


b. Hesiod (fr. 117 Rz.²) says that Iphiclus ran over wheat ears, but Demarete (42 fr. 1 J.) says over the sea. He is the son of Phylacus and Clymene, daughter of Minyas.

45-47c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-30

c. ὁ δὲ τρόπος ἀντίφρασις. ἀντὶ τοῦ ‘ταχέως δὲ ὁ Ἴφικλος ἦλθεν’· ‘οὐ πολὺν χρόνον ἔμεινεν ἐν Φυλάκῃ’.


c. The figure is antiphrasis. Instead of “swiftly Iphiclus came”: “he did not remain long in Phylace.”

45-47d. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-31

d. 〈μήτρως:〉 ὁ θεῖος. L gr


d. 〈μήτρως:〉 uncle. Lgr

45-47e. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-32

e. κασιγνήτην γὰρ ὄπυιεν: διὰ τοῦ παρεπομένου τὸ προηγούμενον δηλοῖ.


e. “For he married his sister”: through the attendant circumstance he indicates the preceding action.

45-47f. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-33

f. 〈ὄπυιεν:〉 τὸ ἐγεγαμήκει· ἤτοι ἀπὸ τῶν ὠπῶν ἐσχηματισμένης
τῆς λέξεως, ὅ ἐστιν ὀφθαλμῶν· ἢ ἀπὸ τοῦ
ὄπτω καὶ ἐπιτηρῶ· ἢ ἀπὸ τῆς ὀπός, τῆς φωνῆς, διὰ τὰς τῶν ἀνδρῶν πρὸς τὰς γυναῖκας ὁμιλίας, ἀφ’ οὗ καὶ ‘ὄαροι’ (I 327) αἱ γυναῖκες.


f. 〈ὄπυιεν:〉 “he had married”: either the word is formed from ὠπή, that is, “eyes”; or from ὄπτω and ἐπιτηρῶ, “I watch”; or from ὄψ, “voice,” because of the conversations of men with women, from which also women are called ὄαροι (I 327).

51-52. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-40

51—52. οὐδ’ Ἀλόπῃ μίμνον: Θεσσαλίας πόλις ἢ Μαγνησίας. πολυλήιοι δὲ ἤτοι ἀπὸ τοῦ ληίου, τουτέστι σιτοφόρου πεδίου, ἢ ἀπὸ τῆς λείας, ὅπερ βέλτιον· ἐπιφέρει γὰρ εὖ δεδαῶτε δόλους . ἱστοροῦνται δὲ ἄυπνοι καὶ δεινοὶ καὶ φερέπονοι.


51–52. “Nor did they remain in Alope”: a city of Thessaly or Magnesia. πολυλήιοι either from λήιον, that is, “corn-bearing plain,” or from λεία, “booty,” which is better; for he adds “well skilled in wiles.” They are said to be sleepless, clever, and enduring.

54-55a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-42

54—55 a. Αἰθαλίδης: ὄνομα κύριον. ἔστι δὲ υἱὸς Ἑρμοῦ καὶ Εὐπολεμείας τῆς Μυρμιδόνος.


54–55 a. Aethalides: a proper name. He is the son of Hermes and Eupolemeia, daughter of Myrmidon.

54-55b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-43

b. Ἄμφρυσσος γράφεται καὶ διὰ τοῦ β, ὡς Διονύσιος (32 fg 12 J.). ἔστι δὲ ποταμὸς Θεσσαλίας. προπαροξύνεται δέ, ὡς ἐν
τῇ η’ τῆς Καθόλου (Herodian. I 213, 16 L.).


b. Amphryssus is also written with β, as Dionysius (32 fr. 12 J.) says. It is a river of Thessaly. It is accented on the antepenult, as in the eighth book of the Katholike (Herodian I 213, 16 L.).

57-64a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-44

57—64 a. Γυρτῶνα Κόρωνος: ἣν Ὅμηρός φησι (Β 738) ‘Γυρτώνην τε νέμοντο’. ἔστι δὲ πόλις Θεσσαλίας ἢ Περραιβίας, ὡς 〈Σου〉ίδας (fg 5 M. II 464), ὠνομάσθη δὲ ἀπὸ Γυρτώνης τῆς Φλεγύου. ὁ δὲ Κόρωνος υἱός ἐστι Καινέως. μεμύθευται δὲ ὁ Καινεὺς πρότερον
γεγονέναι γυνή, εἶτα Ποσειδῶνος αὐτῇ πλησιάσαντος μεταβληθῆναι εἰς ἄνδρα· τοῦτο γὰρ ἤτησε καὶ ἀτρωσίαν. ἤρισε δὲ καὶ Ἀπόλλωνι καὶ ἐνικήθη. καὶ ἐκέλευε τοὺς παριόντας ὀμνύναι εἰς τὸ δόρυ αὐτοῦ· ἔνθεν ἡ παροιμία ‘τὸ Καινέως δόρυ’. τινὲς δέ φασι Καινέα συμπλεῦσαι τοῖς Ἀργοναύταις, οὐ Κόρωνον· ὁ δὲ Ἀπολλώνιος παρὰ Πινδάρου
εἴληφε λέγοντος (fg 167 Schr.)· ‘ὁ δὲ χλωραῖς ἐλάτῃσι τυπεὶς ᾤχετο Καινεύς, σχίσας ὀρθῷ ποδὶ γᾶν.’ τοῦτο δὲ αὐτῷ συνέβη διὰ τὸ μήτε θύειν τοῖς θεοῖς μήτε εὔχεσθαι ἀλλ’ 〈ἢ〉 τῷ ἑαυτοῦ δόρατι· διὸ Ζεὺς ἐφορμᾷ αὐτῷ τοὺς Κενταύρους, οἵτινες κατὰ γῆν αὐτὸν ὠθοῦσιν.


57-64a. Gyrtone of Coronus: which Homer mentions (B 738) 'they dwelt in Gyrtone'. It is a city of Thessaly or Perrhaebia, as Suda says (fg 5 M. II 464), and it was named after Gyrtone, daughter of Phlegyas. Coronus is the son of Caeneus. The myth is that Caeneus was formerly a woman, and then after Poseidon had intercourse with her she was changed into a man; for she asked for this and for invulnerability. He also contended with Apollo and was defeated. And he used to make passers-by swear by his spear; hence the proverb 'the spear of Caeneus'. But some say that Caeneus sailed with the Argonauts, not Coronus; Apollonius took it from Pindar, who says (fg 167 Schr.): 'struck by green firs Caeneus went down, splitting the earth with upright foot.' This happened to him because he neither sacrificed to the gods nor prayed, but only to his own spear; therefore Zeus set the Centaurs upon him, who drove him into the ground.

57-64b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-45

b. 〈Κενταύροισιν:〉 ἀντὶ τοῦ ὑπὸ Κενταύρων. L g


b. 〈Κενταύροισιν:〉 meaning 'by the Centaurs'. Lg

57-64c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-46

c. 〈καταΐγδην:〉 καταφορικῶς, μεθ’ ὁρμῆς. L g


c. 〈καταΐγδην:〉 rushing down, with impetus. Lg

67-68a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-48

67—68 a. ἄγχι δὲ λίμνης Ξ〈υνιάδος〉: Ξυνιὰς λίμνη τῆς Θεσσαλίας· τινὲς δὲ πόλιν, ᾗ παράκειται 〈...〉 Βοιβηὰς λίμνη. ἀπὸ δὲ τῆς πόλεως εἴρηκε 〈λίμνην〉 Ξυνιάδα, ἐπειδὴ πλησίον αὐτῆς ἐστιν ἡ πόλις. ξυνὸν δὲ εἴρηται τὸ κοινόν· κοινὴ δέ ἐστιν Θεσσαλίας καὶ Βοιω-
τίας αὕτη.


67-68a. near the lake Xynias: Xynias is a lake of Thessaly; but some say it is a city, beside which lies 〈...〉 the Boebean lake. From the city he called it the Xynian lake, since the city is near it. 'Xynon' means 'common'; and this lake is common to Thessaly and Boeotia.

67-68b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-49

b. Κτιμένην Δολοπηίδα: Κτιμένη πόλις τῆς Θεσσαλίας. Δολοπηίδα δὲ τὴν Θεσσαλικήν εἶπε· Δόλοπες γὰρ ἔθνος Θεσσαλίας. Ὅμηρος (Ι 484)· ‘ναῖον δ’ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων’.


b. Ctimene Dolopian: Ctimene is a city of Thessaly. He called it Dolopian, meaning Thessalian; for the Dolopes are a tribe of Thessaly. Homer (I 484): 'they dwelt in the farthest part of Phthia, ruling over the Dolopes'.

71-74. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-51

71—74. ἀλκήεις Ἐρ〈ιβώτης〉: ἰσχυρός· παραγώγως δὲ ἐσχημάτισται παρὰ τὴν ἀλκήν, ὡς φωνήεις παρὰ τὴν φωνήν. Ἡρόδωρος δὲ ἐν τοῖς Ἀργοναυτικοῖς (31 fg 5 J.) τοῦτον Εὐρυβάτην καλεῖ καί
φησιν αὐτὸν Τελέοντος υἱόν. Ἄκτορος δὲ υἱοὶ Μενοίτιος καὶ Ἶρος, τούτων δὲ υἱοί, Μενοιτίου μὲν καὶ Σθενέλης Πάτροκλος, Ἴρου δὲ Εὐρυτίων.


71-74. Mighty Eribotes: strong; it is formed by derivation from ἀλκή (strength), as φωνήεις from φωνή (voice). But Herodorus in his Argonautica (31 F 5 J.) calls him Eurybates and says he was the son of Teleon. The sons of Actor were Menoetius and Irus, and their sons were, of Menoetius and Sthenele, Patroclus, and of Irus, Eurytion.

75-76. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-52

75—76. καὶ ἐπαῖξαι: ἀντὶ τοῦ ἐπιδιῶξαι. περιττὸν μὲν τὸ μετόπισθεν , λείπει δὲ ὁ καὶ· καί ὅτε κλίνειαν φάλαγγας, εἰς φυγὴν
τρέψειεν.


75-76. And to rush upon: meaning to pursue. The word μετόπισθεν (behind) is redundant, and the conjunction καί is missing: ‘and when they should rout the ranks, he would turn them to flight.’

77-78. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-53

77—78. Κάνθος κίε: τὸν Κάνθον καὶ ὁ Κλέων καταλέγει.


77-78. Canthus went: Cleon also lists Canthus.

71-78_cont. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-54

ἔστι δὲ Κανήθου υἱός, ἀφ’ οὗ 〈τὸ〉 ὄρος ἐν Βοιωτίᾳ· ἦν δὲ 〈οὗτος〉 Ἄβαντος παῖς, ἀφ’ οὗ οἱ Εὐβοεῖς Ἄβαντες.


He is the son of Canethus, after whom the mountain in Boeotia is named; and he was the son of Abas, after whom the Euboeans are called Abantes.

81-82. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-57

81—82. δηωθῆναι: καινότερον νῦν δηωθῆναι τὸ φθαρῆναι.
ἑξῆς δὲ ὁ ποιητὴς ὡς δυσφορῶν ἐπὶ τῇ ἀπωλείᾳ τῶν ἡρώων ἐπιφωνεῖ·
ὡς οὐκ ἀνθρώ〈ποισιν〉 . ὁ δὲ νοῦς· οὐδέν ἐστι μέγιστον κακόν, οὗ ἄνθρωπος ἀποτυγχάνει. ἔδει οὖν διὰ τοῦ ᾱ ἀπαυρεῖν. ἢ ὅτι οὐδὲν κακὸν μέγιστον, ὃ εἴη 〈ἂν〉 ἀνθρώποις δυσχερὲς ἐπαυρεῖν, ὅ ἐστιν ἐπιτυχεῖν.


81-82. To be destroyed: here δηωθῆναι is used in a rather novel sense for ‘to be ruined.’ The poet, as if grieving over the destruction of the heroes, exclaims in sequence: ‘as not for mortals.’ The sense is: there is no greatest evil which a man fails to encounter. Therefore it should be ἀπαυρεῖν with long alpha. Or: because no evil is greatest which would be grievous for men to experience, that is, to meet with.

83-85. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-58

83—85. δύσιές τε καὶ ἀντολ〈αί〉: τοσοῦτόν φησι κεχωρισμένους τῆς τῶν Κόλχων χώρας, ὅσον τῶν ἀνατολῶν αἱ δύσεις ἀφεστήκασιν, ἐπεὶ ἡ μὲν Λιβύη ἐν δύσει, ἡ δὲ Κολχὶς ἐν ἀνατολῇ.


83-85. Settings and risings: he says they are as far removed from the land of the Colchians as the settings are distant from the risings, since Libya is in the west and Colchis in the east.

90-94a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-60

90—94 a. οὐδ’ ὁμόθεν: οὐδ’ ἐκ τοῦ αὐτοῦ τόπου. τὸ δὲ οὐ μέν ἀντὶ τοῦ οὐ μήν. διεχωρίσθησαν γὰρ διὰ τὸν φόνον Φώκου, καὶ
ὁ μὲν ἐν Σαλαμῖνι κατῴκησεν, ἥν φησι νῆσον
Ἀτθίδα , ὁ δὲ Πηλεὺς ἐν Φθίᾳ. ἀφραδίῃ δὲ ἢτοι ἀνοίᾳ ἢ κακοβουλίᾳ.


90-94a. Nor from the same place: nor from the same spot. And the phrase οὐ μέν is used for οὐ μήν. For they were separated because of the murder of Phocus, and the one settled in Salamis, which he calls the Attic island, while Peleus settled in Phthia. And by folly, either ignorance or bad counsel.

90-94b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-61

b. 〈λιασθείς:〉 ἀντὶ τοῦ φυγών. L g


b. 〈Having turned aside:〉 instead of having fled. Lg

95-96. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-62

95—96. τοῖς δ’ ἔπι Κεκροπίηθεν: ἀντὶ τοῦ· σὺν τούτοις
ἀπὸ τῆς Ἀττικῆς. Κεκροπία γὰρ λέγεται ἡ Ἀττικὴ ἀπὸ Κέκροπος τοῦ βασιλεύσαντος. ἕτερος δέ ἐστιν ὁ Τελέων οὗτος ὁ Βούτου πατὴρ


95-96. And with them from Cecropia: meaning, with these from Attica. For Attica is called Cecropia from Cecrops who was king. And this Teleon is different, the father of Butes, from the one mentioned before (v. 72), the father of Eribotes. And good with the ash spear means warlike, from the ash tree.

95-96_cont. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-63

παρὰ τὸν πρότερον (ν. 72) εἰρημένον, τὸν τοῦ Ἐριβώτου πατέρα. ἐυμελίης δὲ ὁ πολεμικός, ἀπὸ τῆς μελίας.


from the one mentioned before (v. 72), the father of Eribotes. And good with the ash spear means warlike, from the ash tree.

97-100. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-64

97—100. Ἄλκων: ὄνομα κύριον, πατὴρ Φαλήρου. τὸν δὲ Ἄλκωνα Πρόξενός (fg 5 M. II 462) φησιν Ἐρεχθέως. φυγεῖν δὲ αὐτὸν
λέγει ἀπὸ τῆς Ἀττικῆς μετὰ τῆς θυγατρὸς Χαλκιόπης εἰς Εὔβοιαν, ἐξαιτοῦντος δὲ τοῦ πατρὸς οὐκ ἐκδοῦναι τοὺς Χαλκιδέας. τὸ δὲ
τηλύγετον ἐνταῦθα οὐ τὸν μονογενῆ, πρόσκειται γὰρ καὶ μοῦνον ἐόντα , ἀλλὰ καταγηράσαντι αὐτῷ γενόμενον· οἱ γὰρ τοιούτοι τῶν παίδων εἰσὶ προσφιλεῖς.


97-100. Alcon: a proper name, father of Phalerus. Proxenus (fg 5 M. II 462) says that Alcon was the son of Erechtheus. And he says that he fled from Attica with his daughter Chalciope to Euboea, and when his father demanded her back, the Chalcidians did not give her up. And here τηλύγετον does not mean only-begotten, for it is added 'and being alone', but born to him in his old age; for such children are dear.

101-04a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-65

101—04 a. Θησέα δ’ ὃς περὶ πά〈ντας〉: Θησεὺς καὶ Πει-
ρίθοος, ὄντες τὸ γένος ὁ μὲν ἐκ Διός, ὁ δὲ Ποσειδῶνος, ἐφάμιλλον τῷ γένει τὴν πρᾶξιν ἐποιούντο. καὶ ὁ μὲν Θησεὺς τῆς Ἑλένης ἐρασθεὶς ἔσχεν συμπράττοντα αὐτῷ τὸν Πειρίθουν, ὁ δὲ Πειρίθοος τὴν Περσεφόνην ἐθελήσας ἀγαγέσθαι ἀναγκαίως εἶχε τὸν Θησέα ἑπόμενον. καὶ
δὴ διὰ Ταινάρου κατελθόντες καὶ ἐπί τινος πέτρας καθεσθέντες αὖθις ἀναστῆναι οὐ δεδύνηνται. Ἡρακλῆς δὲ ὕστερον κατελθὼν διὰ τὸν Κέρβερον, τὸν μὲν Θησέα ἀπέσωσεν ὡς μὴ ἑκοντὶ κατελθόντα, τὸν δὲ Πειρίθουν εἴασεν, ἐπειδὴ προαιρέσει ἰδίᾳ κατῆλθεν. ἐπεστράτευσαν δὲ κατὰ τῆς Τροιζῆνος οἱ Διόσκουροι διὰ τὴν ἀδελφὴν Θησέως ὄντος
ἐν Ἅιδου καὶ πορθήσαντες ἔλαβον αἰχμάλωτον Αἴθραν τὴν Θησέως μητέρα.


101-04a. Theseus, who beyond all: Theseus and Pirithous, being of the race, the one from Zeus, the other from Poseidon, made their deeds equal to their lineage. And Theseus, having fallen in love with Helen, had Pirithous as his accomplice, while Pirithous, wishing to marry Persephone, necessarily had Theseus following him. And indeed, having descended through Taenarum and seated themselves on a certain rock, they were unable to rise again. But Heracles, later descending for Cerberus, rescued Theseus as one who had not gone down willingly, but left Pirithous, since he had gone down by his own choice. And the Dioscuri marched against Troezen because of their sister while Theseus was in Hades, and having sacked it, they took captive Aethra, the mother of Theseus.

101-04b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-66

b. Ταιναρίην: Φερεκύδης ἐν τῇ θ' (3 fg 39 J.) φησὶν ‘ὅτι Ἔλατος ὁ Ἰκαρίου γαμεῖ Ἐριμήδην τὴν Δαμασίκλου· τῶν δὲ γίνεται Ταίναρος, ἀφ’ οὗ Ταίναρον καλεῖται ἡ πόλις καὶ ἡ ἄκρα καὶ ὁ λιμήν’. L mP


b. Taenarian: Pherecydes in the ninth book (3 fg 39 J.) says: "that Elatus son of Icarius marries Erimede daughter of Damasiclus; and of them is born Taenarus, from whom the city and the cape and the harbor are called Taenarum." LmP

101-04c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-67

c. κεινὴν ὁδόν: ἀντὶ τοῦ ματαίαν. ὁ δὲ νοῦς· ἀμφότεροι γὰρ οὗτοι συνοδεύσαντες πάντας ἂν μόχθων ἀνέπαυσαν τοὺς Ἀργοναύτας. τὴν δὲ αἰτίαν ἐνταῦθά φησιν ὁ Ἀπολλώνιος τοῦ μὴ συμπλεῦσαι αὐτούς. ἀναγινώσκεται δὲ καὶ κείνην βαρυτόνως κατὰ ἀναφορὰν καὶ κεινὴν ὀξυτόνως ἀντὶ τοῦ κενήν.


c. κεινὴν ὁδόν: meaning "vain." The sense: for both of these, if they had joined the voyage, would have relieved the Argonauts of all their toils. Apollonius here gives the reason why they did not sail with them. It is also read κείνην with barytone accent as an anaphoric reference, and κεινὴν with oxytone accent meaning κενήν ("empty").

105-08a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-68

105—08 a. Τῖφυς δ’ Ἀγνιάδ〈ης〉: αἱ Σῖφαι τῆς Βοιωτίας πόλις, Σιφαεὺς δὲ δῆμος Θεσπιέων· Θέσπεια δὲ 〈καὶ〉 πόλις Θεσσαλίας. Φερεκύδης (3 fg 107 J.) δὲ Ποντέως ἱστορεῖ τὸν Τῖφυν, ὁ δὲ Αἰσχύλος ἐν τῇ Ἀργοῖ (fg 21 N. 2) τὸν Τῖφυν Ἴφυν καλεῖ.


105-08a. Tiphys son of Hagnias: Siphae is a city of Boeotia, and Siphaean is a deme of the Thespians; Thespeia is also a city of Thessaly. Pherecydes (3 fg 107 J.) records that Tiphys was the son of Ponteus, but Aeschylus in his Argo (fg 21 N.2) calls Tiphys "Iphys."

105-08b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-69

b. προδαῆναι: προμαθεῖν. ἀρίστου γὰρ αὕτη τέχνη κυβερνήτου.
ὁ δὲ λόγος· ἀγαθὸς μὲν καὶ ἡμέρας τῷ ἡλίῳ, νυκτὸς δὲ πρός τινα τῶν ἀστέρων τὸν καιρὸν τοῦ πλοῦ τεκμήρασθαι.


b. προδαῆναι: to learn beforehand. For this is the skill of a good helmsman. The meaning: he was good at judging the time for sailing by the sun by day, and by night by reference to some of the stars.

118-21a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-75

118—21 a. Ἀργόθεν αὖ Ταλαός: ἐκ τοῦ Ἄργους τῆς χώρας,
οὐ τῆς πόλεως. ἐν δὲ ταῖς Μεγάλαις Ἠοίαις (Hesiodi fg 149 Rz. 2) λέγεται, ὡς ἄρα Μελάμπους φίλτατος ὢν τῷ Ἀπόλλωνι ἀποδημήσας κατέλυσε παρὰ Πολυφόντῃ. βοὸς δὲ αὐτῷ τεθυμένου, δράκοντος ἀνερπύσαντος παρὰ τὸ θῦμα, διαφθεῖραι αὐτὸν τοὺς θεράποντας τοῦ βασιλέως· τοῦ δὲ βασιλέως χαλεπήναντος τὸν Μελάμποδα λαβεῖν καὶ
θάψαι, τὰ δὲ τούτου ἔγγονα τραφέντα ὑπὸ τούτου λείχειν τὰ ὦτα καὶ ἐμπνεῦσαι αὐτῷ τὴν μαντικήν. διόπερ κλέπτοντα αὐτὸν τὰς βόας τοῦ Ἰφίκλου περιληφθέντα δεθῆναι καὶ τοῦ οἴκου μέλλοντος πεσεῖν, ἐν ᾧ ἦν ὁ Ἴφικλος, τῇ διακόνων πρεσβύτιδι μηνῦσαι καὶ τούτου χάριν ἀφεθῆναι τῷ Ἰφίκλῳ. σαφὴς δὲ ἡ ἱστορία.


118-21a. Ἀργόθεν αὖ Ταλαός: from Argos the region, not the city. In the Great Ehoiai (Hesiod fr. 149 Rz.²) it is said that Melampus, being most dear to Apollo, went abroad and lodged with Polyphonte. When an ox was sacrificed to him, a serpent crawled up beside the victim, and the king's servants killed it; the king was angered, and Melampus took it and buried it, and its offspring, reared by him, licked his ears and breathed into him the art of prophecy. Therefore, when he was caught stealing the cattle of Iphiclus, he was bound, and when the house in which Iphiclus was was about to fall, he revealed it to the old woman among the servants, and for this favor he was released by Iphiclus. The story is clear.

118-21b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-76

b. 〈τῆς δ’ ἀμφί:〉 διὰ τὸν ἀδελφὸν Βίαντα. L g


b. 〈τῆς δ’ ἀμφί:〉 because of his brother Bias. Lg

118-21c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-77

c. 〈Αἰολίδης:〉 Ἀμυθάονος γὰρ ἔστι τοῦ Κρηθέως τοῦ Αἰόλου τοῦ Ἕλληνος τοῦ Διός. L m(P)


c. 〈Αἰολίδης:〉 for he is the son of Amythaon, son of Cretheus, son of Aeolus, son of Hellen, son of Zeus. Lm(P)

118-21d. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-78

d. σταθμοῖσιν ἐν Ἰφίκ〈λοιο〉: Ἴφικλος Φυλάκου παῖς τοῦ Δηιονέως. μήτηρ δὲ Μελάμποδος Δωρίππη, ὡς Διευχίδας (fg 9 M.
IV 390). φησὶ δὲ καὶ τὴν αἰτίαν τοῦ ὀνόματος, ὅτι τεκοῦσα αὐτὸν ἡ μήτηρ εἰς σύνδενδρον ἐξέθετο τόπον, συνέβη δὲ τοὺς πόδας αὐτοῦ ὑπὸ ἡλίου μελανθῆναι ἀσκίους ὄντας.


d. σταθμοῖσιν ἐν Ἰφίκ〈λοιο〉: Iphiclus, son of Phylacus, son of Deioneus. The mother of Melampus is Dorippe, as Dieuchidas (fr. 9 M. IV 390) says. He also gives the reason for the name: that his mother, after giving birth to him, exposed him in a wooded place, and it happened that his feet were darkened by the sun, being unshaded.

124-29a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-79

124—29 a. νεῖον ἀπ’ Ἀρκαδ〈ίης〉: προπερισπωμένως ἀντὶ


124-29a. νεῖον ἀπ’ Ἀρκαδ〈ίης〉: with circumflex on the penult, meaning

124-29a_cont. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-80

τοῦ νεωστί, ὀξυτόνως δὲ τὴν γῆν. ὁ δὲ ἑξῆς λόγος οὕτω· ἐπειδὴ ἤκουσε μέλλειν πλεῖν τοὺς Ἀργοναύτας, νεωστί διεληλυθὼς τὸ Ἄργος, καθ’ Ἣν ὁδὸν ἐκόμιζε τὸν κάπρον ζῶντα ἐκ τοῦ Ἐρυμανθίου ὄρους, ὅπου κατὰ τὰς βήσσας ἐνέμετο Λαμπείας τε καὶ Ἐρυμάνθου, ἦλθεν ὡς Ἰάσονα. Λάμπεια δὲ ὄρος Ἀρκαδίας, ἐξ ἧς Ἐρύμανθος ποταμὸς
ἔχει τὰς πηγάς.


“recently,” but with acute on the ultima, “the earth.” The sequence of thought is as follows: when he heard that the Argonauts were about to sail, having recently passed through Argos, along which road he was bringing the boar alive from Mount Erymanthus, where it grazed in the glens of Lampeia and Erymanthus, he came to Jason. Lampeia is a mountain of Arcadia, from which the river Erymanthus has its springs.

124-29b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-81

b. Λυγκήιον: ἀπὸ Λυγκέως τοῦ βασιλεύσαντος Ἄργους. ἐὰν δὲ Λυρκήιον , ἀπὸ ὄρους Ἄργους ἀκουστέον, ἀφ’ οὗ ὁ Ἴναχος καταφέρεται ποταμός.


b. Λυγκήιον: from Lynceus, the king of Argos. But if it is Λυρκήιον, it must be understood from the mountain of Argos, from which the river Inachus flows down.

124-29c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-82

c. τῖφος: ὁ κάθυγρος τόπος, ἔνθα διέτριβεν ὁ κάπρος. περὶ
δὲ τοῦ κάπρου καὶ Ἡρόδωρός (31 fg 24 J.) φησιν, ὅτι ἐπὶ τὰς πύλας τῶν Μυκηνῶν κομίσας αὐτὸν ἀπέθετο.
ἰλλόμενον δὲ δεδεμένον. διὰ δὲ τοῦ ἀπεθήκατο τοῦ βαστάζοντος ἐπιδείκνυται ἡ δύναμις, ὅτι εὐχερῶς.


c. τῖφος: the marshy place where the boar spent its time. About the boar, Herodorus (31 FGrH 24 J.) also says that he carried it to the gates of Mycenae and set it down. "ἰλλόμενον" means "bound." Through the word "ἀπεθήκατο" the strength of the one carrying it is shown, that he did so easily.

133-38. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-86

133—38. Ναύπλιος υἱὸς Ποσειδῶνος καὶ Ἀμυμώνης τῆς Δαναοῦ.


133-38. Nauplius, son of Poseidon and Amymone, daughter of Danaus.

133-38_cont. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-87

οὗτος δὲ ἀπὸ τοῦ ἀρχαίου Ναυπλίου ἐστίν. Προίτου δὲ λέγει τοῦ Βελλεροφόντου ἐχθροῦ, ἀνδρὸς δὲ Ἀντείας· καὶ Ὅμηρος (Ζ 152 sqq.) οἶδεν.


This man is descended from the ancient Nauplius. He speaks of Proetus, the enemy of Bellerophon and husband of Anteia; Homer (Iliad Z 152 ff.) also knows this.

139-44a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-88

139—44 a. Ἴδμων δ’ ὑστάτ〈ιος〉: Χαμαιλέων (fg 6 Koepke) φησι τὸν Θέστορα Ἴδμονα παρὰ τοῖς ἀρχαίοις καλεῖσθαι διὰ τὸ ἔμπειρον εἶναι,
ἄλλοι φασὶ καὶ Θέστορα συμπλεῦσαι τοῖς Ἀργοναύταις. τὸν Ἀμφιάραον δὲ φησι συμπλεῦσαι Δηίοχος (fg 1 M. II 17). ὁ δὲ Ἴδμων, ὡς ἱστορεῖ Φερεκύδης (3 fg 108 J.), ἐγένετο παῖς Ἀστερίας τῆς Κορώνου καὶ Ἀπόλλωνος, οὗ καὶ Λαοθόης Θέστωρ· τοῦ δὲ Κάλχας. ἀναιρεῖται δὲ Ἴδμων ἐν Μαριανδυνίᾳ ὑπὸ κάπρου. ὅτι δὲ Ἄβαντος υἱὸς Ἴδμων, φησὶ
καὶ Ἡρόδωρος (31 fg 44 J.).


139-44a. Ἴδμων δ’ ὑστάτ〈ιος〉: Chamaeleon (fr. 6 Koepke) says that Thestor was called Idmon among the ancients because of his experience; others say that Thestor also sailed with the Argonauts. Deiiochus (fr. 1 M. II 17) says that Amphiaraus sailed with them. Idmon, as Pherecydes (3 FGrH 108 J.) relates, was the child of Asteria, daughter of Coronus, and Apollo; from him and Laothoe came Thestor; and from Thestor, Calchas. Idmon was killed in Mariandynia by a boar. That Idmon was the son of Abas, Herodorus (31 FGrH 44 J.) also says.

139-44b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-89

b. 〈ὑστάτιος:〉 τῶν ἐξ Ἄργους ὕστατος. L g


b. 〈ὑστάτιος:〉 the last of those from Argos. Lg

139-44c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-90

c. μὴ ὁ δῆμος μέμψηται αὑτοῦ τὸ κλέος. L m(P)


c. lest the people find fault with his glory. Lm(P)

139-44d. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-91

d. Αἰολίδῃσιν: τοῖς υἱωνοῖς 〈Αἰόλου〉. Αἰόλου γὰρ τοῦ
Ἕλληνος Κρηθεὺς καὶ Ἀθάμας, Κρηθέως δὲ Αἴσων, Αἴσονος δὲ ὁ Ἰάσων. Ἄβας δὲ Μελάμποδος ἦν τοῦ Ἀμυθάονος τοῦ Κρηθέως τοῦ Αἰόλου. L m(P)


d. To the Aeolidae: to the descendants of Aeolus. For Cretheus and Athamas were sons of Aeolus, son of Hellen; Aeson was son of Cretheus, and Jason son of Aeson. Abas was son of Melampus, son of Amythaon, son of Cretheus, son of Aeolus.

146-49a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-92

146—49 a. καὶ μὴν Αἰτωλὶς κρα〈τερόν〉: εἰκότως αὐτὴν Αἰτωλίδα εἶπεν, ἐπεὶ Αἰτωλὸς ὁ Θέστιος. καὶ εἴρηκεν ἀπὸ τῆς χώρας,
ὡς ἐάν τις τὸν Συρακόσιον Σικελὸν λέγῃ ἢ τὸν Ῥωμαῖον Ἰταλόν. ὁ δὲ Ἴβυκος (fg 41 B. III 249) αὐτὴν Πλευρωνίαν φησίν, Ἑλλάνικος (4 fg 119 J.) δὲ Καλυδωνίαν. ἡ δὲ Λήδα ἦν Θεστίου θυγάτηρ τοῦ βασιλέως τῆς Αἰτωλίας, Ἄρεως υἱοῦ καὶ Δημοδίκης, μητέρα δὲ αὐτῆς 〈λέγουσι Δηιδά〉μειαν. Γλαύκου δὲ αὐτὴν τοῦ Σισύφου εἶναι πατρὸς
ἐν Κορινθιακοῖς λέγει Εὔμηλος (fg 6 Kink. 191) καὶ Παντειδυίας μη-


146-49a. And indeed the Aetolian woman, mighty: reasonably he called her Aetolian, since Thestius was an Aetolian. And he has spoken from the country, as if someone calls the Syracusan Sicilian or the Roman Italian. But Ibycus (fr. 41 B. III 249) calls her Pleuronian, and Hellanicus (4 fr. 119 J.) Calydonian. Leda was the daughter of Thestius, king of Aetolia, son of Ares and Demodice; and they say her mother was Deidamia. Eumelus (fr. 6 Kink. 191) in his Corinthiaca says that her father was Glaucus, son of Sisyphus, and her mother Panteidyia,

146-49a_cont. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-93

τρός, ἱστορῶν ὅτι τῶν ἵππων ἀπολομένων ἦλθεν εἰς Λακεδαίμονα ὁ Γλαῦκος καὶ ἐκεῖ ἐμίγη Παντειδυίᾳ· ἣν ὕστερον γήμασθαι Θεστίῳ, ὥστε τὴν Λήδαν γόνῳ μὲν οὖσαν Γλαύκου λέγεσθαι Θεστίου. Φερεκύδης δὲ ἐν τῇ β' (3 fg 9 J.) ἐκ Λαοφόνης τῆς Πλευρῶνος Λήδαν καὶ Ἀλθαίαν Θεστίῳ γενέσθαι φησίν. ὅτι δὲ Γλαύκου ἐστὶ θυγάτηρ, καὶ Ἀλκμὰν
(fg 8 B. III 17) αἰνίττεται, λέγων ‘τοὺς τέκε θυγάτηρ Γλαύκω μάκαι- ρα’. φασὶ τὸν μὲν Πολυδεύκην Διός, τὸν δὲ Κάστορα Τυνδάρεω. τηλυγέτους δὲ νῦν ἀντὶ τοῦ ἀγαπητούς, Ὅμηρος δὲ τοὺς ἐν γήρᾳ γεννωμένους.


recounting that when his horses perished, Glaucus came to Lacedaemon and there had intercourse with Panteidyia; later she married Thestius, so that Leda, though by birth Glaucus' daughter, was called Thestius' daughter. Pherecydes in the second book (3 fr. 9 J.) says that Leda and Althaea were born to Thestius from Laophonte, daughter of Pleuron. That she is Glaucus' daughter, Alcman (fr. 8 B. III 17) also hints, saying 'whom the blessed daughter of Glaucus bore'. They say that Polydeuces was son of Zeus, and Castor son of Tyndareus. 'Telygetous' here means 'beloved', but Homer uses it for those born in old age.

146-49b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-94

b. Αἰτωλὶς δὲ ἤτοι διὰ τὴν χώραν ἢ ἀπὸ Αἰτωλοῦ τοῦ
ἥρωος. L


b. Aetolian, either because of the country or from Aetolus the hero.

156-60a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-96

156—60 a. σὺν δὲ Περικλύμενος: ὅτι Νηλέως παῖς Περι- κλύμενος, δῆλον. φησὶ γὰρ ὁ ποιητὴς (λ 286)· ‘Νέστορά τε Χρόμιόν τε Περικλύμενόν τ’ ἀγέρωχον’. τοῦτον δὲ ὡς ἔγγονον αὑτοῦ ὁ Ποσει- δῶν — Νηλεὺς γὰρ Ποσειδῶνος — καὶ τοῖς ἄλλοις ἐκόσμησεν καὶ
ἐχαρίσατο αὐτῷ εἰς πάντα μεταβάλλεσθαι, ὡς καὶ ὁ Εὐφορίων (fg 74 Scheidw.)· ‘ὅς ῥά τε πᾶσιν ἔικτο, θαλάσσιος ἠύτε Πρωτεύς’. ἀνήρηκεν


156-60a. And with them Periclymenus: that Periclymenus was the son of Neleus is clear. For the poet says (Od. 11.286): 'Nestor and Chromius and lordly Periclymenus.' Poseidon, as his descendant—for Neleus was the son of Poseidon—both adorned him among the others and granted him the ability to change into all things, as Euphorion also says (fr. 74 Scheidw.): 'who was like to all things, a sea-creature like Proteus.'

156-60a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-97

δὲ αὐτὸν Ἡρακλῆς εἰς μυῖαν μεταβληθέντα ἐν τῷ πρὸς Πυλίους πολέμῳ κατὰ συμβουλὴν Ἀθηνᾶς τῷ ῥοπάλῳ αὐτὸν πλήξας 〈...〉 ἐμπαγέντα ὥσπερ μέλισσαν τῷ κέντρῳ· Ἡσίοδος (fg 14 Rz. 2) δὲ μεταβληθέντα εἴς
τινα τῶν συνήθων μορφῶν ἐπικαθεσθῆναι τῷ ὀμφαλῷ τοῦ ζυγοῦ τῶν Ἡρακλέους ἵππων, βουλόμενον εἰς μάχην καταστῆναι τῷ ἥρωι, τὸν δὲ Ἡρακλέα καιρίως αὐτὸν κατατοξεῦσαι τῆς Ἀθηνᾶς ὑποδειξάσης. φησὶ δὲ οὕτως·
Περικλύμενόν τ’ ἀγέρωχον
ὄλβιον, ᾧ πόρε δῶρα Ποσειδάων Ἐνοσίχθων

παντοῖ’· άλλοτε μὲν γὰρ ἐν ὀρνίθεσσι φάνεσκεν
αἰετός, άλλοτε δ’ αὖτε πελέσκετο — θαῦμα ἰδέσθαι —
μύρμηξ, άλλοτε δ’ αὖτε μελισσέων ἀγλαὰ φῦλα,
άλλοτε δ’ αἰνὸς ὄφις καὶ ἀμείλιχος. εἶχε δὲ δῶρα
παντοῖ’, οὐκ ὀνομαστά, τά μιν καὶ ἔπειτα δόλωσεν

βουλῇ Ἀθηναίης’.


Heracles killed him when he had changed into a fly in the war against the Pylians, striking him with his club on the advice of Athena, 〈...〉 stuck like a bee with its sting. But Hesiod (fr. 14 Rz.²) says that he changed into one of his customary forms and sat upon the navel of the yoke of Heracles' horses, wishing to engage in battle with the hero, and that Heracles shot him fatally with an arrow when Athena pointed him out. He speaks thus: 'and lordly Periclymenus, blessed, to whom Poseidon the Earth-shaker gave gifts of all kinds: at one time he would appear among birds as an eagle, at another he would become—a wonder to behold—an ant, at another the splendid tribes of bees, at another a dread and pitiless serpent. He had gifts of all kinds, not to be named, which later deceived him by the counsel of Athena.'

156-60b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-98

b. 〈Πύλῳ:〉 ἀφ’ ἧς ἦν ὁ Νέστωρ, ἥτις ἐστὶ καὶ ἀμμώδης ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ. Νηλεὺς δὲ ἔσχεν παῖδας ἐκ μὲν Χλώριδος Νέστορα, Περικλύμενον, Χρόμιον, ἐκ δὲ διαφόρων γυναικῶν Ταῦρον, Ἀστέριον, Πυλάωνα, Δηίμαχον, Εὐρύβιον, Ἐπιλέοντα, Φράσιν, Ἀντι-
μένη, Εὐαγόραν ἤ, ὡς Ἀσκληπιάδης (12 fg 21 J.) φησίν, Ἀλάστορα. καὶ ὁ ποιητής (Λ 692)· ‘δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν’.


b. 〈Pylos:〉 from which Nestor came, which is also sandy from the river flowing past. Neleus had sons: from Chloris, Nestor, Periclymenus, Chromius; and from various women, Taurus, Asterius, Pylaon, Deimachus, Eurybius, Epileon, Phrasis, Antimenes, Euagoras, or, as Asclepiades (12 fr. 21 J.) says, Alastor. And the poet (Il. 11.692): 'for we were twelve sons of blameless Neleus.'

156-60c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-99

c. 〈συνοχῇ:〉 τῇ συμβολῇ. L g


c. 〈συνοχῇ:〉 at the meeting-place. Lg

161-63. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-100

161—63. οἳ Τεγέην: Τεγέα πόλις Ἀρκαδίας. κλῆρον δὲ 〈Ἀφειδάντειον〉 τὴν βασιλείαν τὴν Ἀφείδαντος. ὁ γὰρ Ἀλεὸς ἱστο-


161-63. They who Tegea: Tegea is a city of Arcadia. And 〈the portion of Apheidas〉 means the kingdom of Apheidas. For Aleus is said to be the son of Apheidas, son of Arcas, from whom the land is called Arcadia. Apheidas, son of Arcas, an ancient hero, ruled over Tegea. There are two Cepheuses: one the son of Aleus, whom Apollonius mentions, and the other 〈...〉, whom Hellanicus mentions in his work On Arcadia (4 fr. 37 J.).

161-63_cont. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-101

ρεῖται Ἀφείδαντος υἱὸς εἶναι τοῦ Ἀρκάδος, ἀφ’ οὗ καὶ ἡ χώρα Ἀρκαδία. Ἀφείδας δὲ ὁ Ἀρκάδος, ἀρχαῖος ἥρως, ἐβασίλευσε Τεγέας. δύο δέ εἰσι Κηφεῖς, ὁ μὲν Ἀλεοῦ, οὗ μνημονεύει Ἀπολλώνιος, ὁ δὲ ἕτερος 〈...〉, οὗ μνημονεύει Ἑλλάνικος ἐν τῷ Περὶ Ἀρκαδίας (4 fg 37 J.).


He is said to be the son of Apheidas, son of Arcas, from whom the land is called Arcadia. Apheidas, son of Arcas, an ancient hero, ruled over Tegea. There are two Cepheuses: one the son of Aleus, whom Apollonius mentions, and the other 〈...〉, whom Hellanicus mentions in his work On Arcadia (4 fr. 37 J.).

168-70. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-103

168—70. βῆ δ’ ὅγε Μαιναλίης: Μαίναλος ὄρος Ἀρκαδίας
καὶ πόλις, ἀπὸ Μαινάλου τοῦ Ἀρκάδος, οὗ πατὴρ Λυκάων.
καλιῇ δὲ ἀντὶ τοῦ οἰκίᾳ, κυρίως δὲ ἡ ἐκ κάλων κατεσκευασμένη· κάλα δὲ τὰ ξύλα. ξυλίναις γὰρ ἐχρῶντο τὸ παλαιὸν οἰκίαις λιθ〈ίν〉ων μηδέπω ἐπινοηθέντων.


168–70. βῆ δ’ ὅγε Μαιναλίης: Maenalus is a mountain and city of Arcadia, named after Maenalus the Arcadian, whose father was Lycaon. καλιῇ is used instead of οἰκίᾳ, but properly it means a dwelling made of wood; κάλα are pieces of wood. For in ancient times they used wooden houses, since stone ones had not yet been devised.

172-73. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-104

172—73. βῆ δὲ καὶ Αὐγείης: οὗτος γόνῳ μὲν ἦν Ἡλίου,
ἐπίκλησιν δὲ Φόρβαντος ἐκ τῆς Νηλέως Ὑρμίνης· οἱ δέ φασιν ἀπὸ τῆς Νυκτέως, οἱ δὲ αὐτὴν Ἐπειοῦ θυγατέρα εἶναι. δοκοῦσι δὲ ἀκτῖνες ἀπο- λάμπειν αὐτοῦ τῶν ὀφθαλμῶν. τούτου δὲ τῶν βοσκημάτων ὁ Ἡρακλῆς τὴν κόπρον ἐκάθηρεν.


172–73. βῆ δὲ καὶ Αὐγείης: He was by birth the son of Helius, but by adoption the son of Phorbas, from Hyrmine daughter of Neleus; but some say he was from the daughter of Nycteus, and others that she was the daughter of Epeius. Rays seem to flash from his eyes. Heracles cleansed the dung of his cattle.

185-88a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-111

185—88 a. καὶ δ’ ἄλλω δύο παῖδε: ὁ μὲν ἦν υἱός, ὁ δὲ Ἐργῖνος ἀπόγονος· Ἀγκαῖος υἱὸς Ἀστυπαλαίας τῆς Φοίνικος καὶ Ποσει-
δῶνος, Ἐργῖνος δὲ Κλυμένου τοῦ Πρέσβωνος καὶ Βουζύγης τῆς Λύκου. ὁ δὲ Μίλητος, ἀφ’ οὗ καὶ ἡ πόλις Μίλητος, Εὐξαντίου τοῦ Μίνωος, οἱ δέ φασιν αὐτὸν Ἀπόλλωνος καὶ Ἀρείας τῆς Κλεόχου· ἐκλήθη δὲ Μί- λητος, ὅτι ἐκρύβη ὑπὸ τῆς μητρὸς ἐν μίλακι. οἱ δέ φασιν ὑπὸ Σαρπη- δόνος τοῦ Διὸς Μίλητον κτισθῆναι, ὀνομασθεῖσαν ἀπὸ τῆς ἐν Κρήτῃ.
ὀνομασθῆναι δὲ αὐτὴν πρῶτον λέγουσι Πιτυοῦσσαν, οἱ δὲ Ἀστερίαν, εἶτα Ἀνακτορίαν, εἶτα Μίλητον. καὶ Ἀριστόκριτός (fg 1 M. IV 334) φησι,


185-88a. And two other sons: one was a son, the other Erginus was a descendant; Ancaeus was the son of Astypalaea, daughter of Phoenix, and Poseidon, while Erginus was the son of Clymenus, son of Presbon, and Buzyge, daughter of Lycus. Miletus, from whom the city Miletus is named, was the son of Euxantius, son of Minos; but some say he was the son of Apollo and Areia, daughter of Cleochus. He was called Miletus because he was hidden by his mother in a milax (yew). Others say that Miletus was founded by Sarpedon, son of Zeus, and named after the city in Crete. They say it was first called Pityussa, others Asteria, then Anactoria, then Miletus. And Aristocritus (fg 1 M. IV 334) says,

185-88a_cont. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-112

ὅτι Ἀρεία θυγάτηρ ἐγένετο Κλεόχου, ἧς καὶ Ἀπόλλωνος γενέσθαι βρέφος, καὶ τοῦτο ἐκτεθῆναι εἰς μίλακα, τὸν δὲ Κλέοχον ἀνελέσθαι καὶ ὀνομάσαι ἀπὸ τῆς μίλακος Μίλητον· τοῦτον δὲ ἀνδρωθέντα καὶ φθονούμενον ὑπὸ τοῦ Μίνωος ἀναχωρῆσαι εἰς τὴν Σάμον, ἀφ’ οὗ καὶ τόπος ἐκεῖ Μίλητος. καὶ ἀπὸ τῆς Σάμου μεταβὰς εἰς τὴν Καρίαν ἔκτισε πόλιν, Μίλητον ἀφ’
ἑαυτοῦ καλέσας. μαρτυρεῖ Ἡρόδωρος (31 fg 45 J.).


That Areia was the daughter of Cleochus, and from her and Apollo a child was born, and this child was exposed in a milax, and Cleochus took him up and named him Miletus from the milax. When he grew up and was envied by Minos, he withdrew to Samos, from which also a place there is called Miletus. And moving from Samos to Caria he founded a city, calling it Miletus after himself. Herodorus (31 fg 45 J.) bears witness.

185-88b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-113

b. 〈ὁ δ’ Ἰμβρασίης ἕδος Ἥρης Παρθενίην:〉 τὴν Σάμον φησίν. Ἴμβρασος γὰρ ποταμὸς Σάμου, ὃς μετεκλήθη Παρθένιος διὰ τὸ ἐκεῖ παρθένον ἔτι οὖσαν τετράφθαι τὴν Ἥραν. καὶ Καλλίμαχος (fg 213 Schn.) μέμνηται. ὁ δὲ Ταρραῖος οὕτως (fg 10 Linnenkugel) Παρθενία δὲ ἡ Σάμος ἀπὸ
Παρθενίας τῆς Σάμου γυναικὸς ὠνομάσθη. L m (P)


b. 〈ὁ δ’ Ἰμβρασίης ἕδος Ἥρης Παρθενίην:〉 He means Samos. For Imbrasus is a river of Samos, which was renamed Parthenius because Hera was raised there while still a virgin. Callimachus (fg 213 Schn.) also mentions it. And Tarrhaeus says (fg 10 Linnenkugel): "Parthenia, Samos, was named after Parthenia, a woman of Samos." Lm (P)

185-88c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-114

c. 〈Παρθενίης〉 Ἀγκαῖος: Ἀριστοτέλης (fg 530 Rose) φησὶ τιθεὶς ἐπὶ Ἀγκαίου τὴν παροιμίαν, ὅτι γέγονε φιλογεώργος Ἀγκαῖος καὶ πολλὰς ἐφύτευσεν ἀμπέλους. εἰπόντος δὲ αὐτῷ τοῦ θερά-
ποντος, ὅτι θᾶττον ἀποθανεῖται ἢ πίεται ἐκ τῶν καρπών τῆς ἀμπέλου, Ἀγκαῖος ὡρίμου γενομένου τοῦ καρποῦ, τρίψας βότρυν ἐκάλεσε τὸν θε- ράποντα καὶ εἶπεν, ὡς ἔζησεν μέχρις οὗ καρποφορήσῃ ἡ ἄμπελος, καὶ ἔμελλε πίνειν. τοῦ δὲ θεράποντος εἰπόντος ‘πολλά μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου’ διηγγέλη αὐτῷ τις σῦς διαλυμαινόμενος τὴν χώραν
ἐφ’ ὃν ἐκδραμὼν πρὶν πίῃ, ἀνηρέθη ὑπ’ αὐτοῦ· διὸ ἐπεκράτησεν ἡ παρ- οιμία ἐπὶ τῶν παρὰ προσδοκίαν τι πασχόντων. καὶ Φερεκύδης ἐν τῇ η’ (3 fg 36 J.) φησὶ τὸν Ἀγκαῖον ὑπὸ τοῦ Καλυδωνίου συὸς πληγέντα τὸν μηρὸν ἀποθανεῖν.


c. 〈Parthenian〉 Ancaeus: Aristotle (fr. 530 Rose) says, applying the proverb to Ancaeus, that Ancaeus was fond of farming and planted many vines. When his servant told him that he would die sooner than drink from the fruit of the vine, Ancaeus, when the fruit was ripe, crushed a grape, called the servant, and said that he had lived until the vine bore fruit, and was about to drink. But when the servant said, 'Many things happen between the cup and the lip,' it was reported to him that a boar was ravaging the land; he rushed out against it before drinking and was killed by it. Therefore the proverb prevailed for those who suffer something contrary to expectation. And Pherecydes in the eighth book (3 fr. 36 J.) says that Ancaeus was struck in the thigh by the Calydonian boar and died.

199-201a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-121

199/201 a. μήτρως: Ἀλθαία καὶ Ἴφικλος ἀδελφοὶ ἐκ Δηιδαμείας
τῆς Περιήρους. L m (P)


199/201a. Maternal uncle: Althaea and Iphiclus were siblings, children of Deidameia, daughter of Perieres. Lm (P)

199-201b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-122

b. Θεστιάδης Ἴφικλος: κασίγνητος Τοξέως καὶ Πληξίππου καὶ Ἀλθαίας τῆς Μελεάγρου μητρός. μήτρως οὖν ὁ Ἴφικλος Μελεάγρου [ἐκ τῆς Ἐφύρης ἵκανεν]. Η


b. Thestiades Iphiclus: brother of Toxeus and Plexippus and Althaea, the mother of Meleager. Therefore Iphiclus is Meleager's maternal uncle [he came from Ephyra]. H

207-09a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-127

207—09 a. ἐκ δ’ ἄρα Φωκή〈ων〉: οἱ Φωκεῖς ἐκλήθησαν ἀπὸ Φώκου τοῦ Αἰακοῦ. τὸν δὲ Ἴφιτον γενεαλογοῦσι Ναυβόλου καὶ Περι- νείκης τῆς Ἱππομάχου. ἡ δὲ Πυθὼ πόλις Φωκίδος, ἔνθα τὸ μαντεῖον, ἀπὸ τοῦ πυνθάνεσθαι τῶν μαντειών οὕτω κληθεῖσα ἢ ἀπὸ τοῦ ἐκεῖσε
σεσῆφθαι τὸν δράκοντα.


207-09a. And from Phocis: the Phocians were named after Phocus, son of Aeacus. They trace Iphitus' lineage to Naubolus and Perineice, daughter of Hippomachus. Pytho is a city of Phocis, where the oracle is, so called from inquiring of the oracles (πυνθάνεσθαι) or from the dragon having rotted (σεσῆφθαι) there.

207-09b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-128

b. 〈ξεῖνος:〉 τοῦ Ἰάσονος φίλος ἦν. L g


b. 〈ξεῖνος:〉 He was a friend of Jason. Lg

211-15a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-129

211—15 a. 〈Ζήτης:〉 ὄνομα κύριον. L g


211-15a. 〈Ζήτης:〉 a proper name. Lg

211-15b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-130

b. 〈Κάλαϊς:〉 ὄνομα κύριον. L g


b. 〈Κάλαϊς:〉 a proper name. Lg

211-15c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-131

c. Ζήτης καὶ Κάλαϊς: τούτους ἐκ διαφόρων τόπων συμπλεῦσαι τοῖς Ἀργοναύταις φασίν. οἱ μὲν γὰρ ἐκ Θράκης ὡς Ἀπολλώνιος, Ἡρό-
δωρος (31 fg 46 J.) δὲ ἐκ Δαυλίδος, Δοῦρις (76 fg 86 J.) δὲ ἐξ Ὑπερβορέων. καταλέγει δὲ τούτους καὶ Ἀντίμαχος (fg 7 B. II 290). Φανόδικος δὲ ἐν α’ Δηλιακῶν (fg 1 M. IV 473) ἐξ Ὑπερβορέων φησὶν αὐτοὺς ἐλθεῖν ἐπὶ τὸν πλοῦν. τὴν δὲ Ὠρείθυιαν Σιμωνίδης (fg 3 B. III 382) ἀπὸ Βριλησσοῦ φησιν ἁρπαγεῖσαν ἐπὶ τὴν Σαρπηδονίαν
πέτραν τῆς Θράκης ἐνεχθῆναι· ἔστι γὰρ καὶ τῆς Κιλικίας ὁμώνυμος, ὡς Καλλισθένης (124 fg 39 J.) Στησίχορος δὲ ἐν τῇ Γηρυονίδι (fg 10 B. III 210) καὶ νῆσόν τινα ἐν τῷ Ἀτλαντικῷ πελάγει Σαρπηδονίαν φησί. περὶ δὲ τῆς Θρᾳκίας Σαρπηδονίας πέτρας, ὅτι πρὸς τῷ Αἵμῳ ὄρει ἐστί, Φερε- κύδης (3 fg 145 J.) φησί, περὶ τῆς ἁρπαγῆς ἱστορῶν τῆς Ὠρειθυίας.
Χοιρίλος (fg 5 Kink.) δὲ ἁρπασθῆναί φησιν αὐτὴν ἄνθη ἀμέργουσαν ὑπὸ τὰς τοῦ Κηφισοῦ πηγάς. Ἡραγόρας δὲ ἐν τοῖς Μεγαρικοῖς (fg 4 M. IV 427) τὸν τὴν Ὠρείθυιαν ἁρπάσαντα Βορέαν υἱὸν Στρυμόνος φησίν, οὐχὶ δὲ τὸν ἄνεμον. ἡ δὲ Ὠρείθυια Ἐρεχθέως θυγάτηρ, ἣν ἐξ Ἀττικῆς ἁρπάσας ὁ Βορέας ἤγαγεν εἰς Θράκην, κἀκεῖσε συνελθὼν ἔτεκε
Ζήτην καὶ Κάλαϊν, ὡς Σιμωνίδης ἐν τῇ Ναυμαχίᾳ (v. supra). 〈...〉 Φινεύς δὲ Κλεοπάτραν τὴν Ὠρειθυίας πρώτην ἔγημεν, μετὰ ταῦτα δὲ Ἰδαίαν τὴν Δαρδάνου, ἥτις ἀπεχθῶς ἔχουσα πρὸς τοὺς προγόνους, λέγω δὴ πρὸς τοὺς ἀπὸ Κλεοπάτρας υἱούς, ἐπειρᾶτο τυφλῶσαι αὐτούς. οἱ δέ, ὅτι ὁ πατὴρ ἐτύφλωσεν αὐτοὺς διαβαλούσης τῆς μητρυιᾶς πρὸς αὐτόν.


c. Zetes and Calais: they say that these sailed with the Argonauts from different places. For some say from Thrace, as Apollonius; Herodorus (31 FGrH 46 J.) from Daulis; Duris (76 FGrH 86 J.) from the Hyperboreans. Antimachus (fr. 7 B. II 290) also lists them. Phanodicus in the first book of his Deliaca (fr. 1 M. IV 473) says that they came from the Hyperboreans for the voyage. Simonides (fr. 3 B. III 382) says that Orithyia was snatched from Brilessus and carried to the Sarpedonian rock of Thrace; for there is also one of the same name in Cilicia, as Callisthenes (124 FGrH 39 J.) says. Stesichorus in the Geryoneis (fr. 10 B. III 210) says that there is also a certain island in the Atlantic sea called Sarpedonia. Concerning the Thracian Sarpedonian rock, that it is near Mount Haemus, Pherecydes (3 FGrH 145 J.) says, when relating the abduction of Orithyia. Choerilus (fr. 5 Kink.) says that she was snatched while gathering flowers by the springs of Cephisus. Heragoras in his Megarica (fr. 4 M. IV 427) says that the one who snatched Orithyia was Boreas, son of Strymon, not the wind. Orithyia was the daughter of Erechtheus, whom Boreas snatched from Attica and brought to Thrace, and there he lay with her and fathered Zetes and Calais, as Simonides says in the Naumachia (see above). 〈...〉 Phineus first married Cleopatra, daughter of Orithyia, and afterwards Idaea, daughter of Dardanus, who, being hostile to the stepchildren, I mean the sons of Cleopatra, tried to blind them. But they, because their father blinded them after their stepmother slandered them to him.

211-15d. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-132

d. Κεκροπίηθεν: 〈...〉 Κρέουσα, Ὠρείθυια, Πρόκρις· Ὠρει- θυίας δὲ Χιόνη, Χθονία, Κλεοπάτρα, Ζήτης καὶ Κάλαϊς. ὁ δὲ Βορέας ἰδὼν παίζουσαν Ὠρείθυιαν πρὸς τῷ Ἰλισσῷ ἠράσθη αὐτῆς· ἐξ ἧς οὗτοι.


d. From Cecropia: 〈...〉 Creusa, Orithyia, Procris; and of Orithyia, Chione, Chthonia, Cleopatra, Zetes and Calais. Boreas, seeing Orithyia playing by the Ilissus, fell in love with her; from her these were born.

211-15e. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-133

e. Κεκροπίηθεν: ἡ ἀκρόπολις τῆς Ἀττικῆς Κεκροπία ἐκαλεῖτο
τὸ πρότερον. L m (P)


e. From Cecropia: the acropolis of Attica was formerly called Cecropia. Lm (P)

211-15f. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-134

f. 〈Ἰλισσοῦ:〉 ποταμὸς Ἀττικῆς. L g


f. 〈Of the Ilissus:〉 a river of Attica. Lg

216-17a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-135

216—17 a. Σαρπηδονίην ὅθι πέ〈τρην〉: πόλις τῆς Ἀστι- κῆς ἀπὸ Σαρπηδόνος τοῦ τῆς Θράκης βασιλέως, ἀδελφοῦ Πόλτυος. 〈ποταμοῖο παρὰ ῥόον Ἐργίνοιο:〉 τοῦτο δὲ προσέθηκεν, ἐπεὶ
καὶ ἑτέρα ἐστὶ Σαρπηδονία πέτρα τῆς Κιλικίας.


216-17a. Sarpedonian rock: a city of Attica named after Sarpedon, king of Thrace, brother of Poltys. 〈Beside the stream of the river Erginus:〉 he added this because there is also another Sarpedonian rock in Cilicia.

216-17b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-136

b. 〈Ἐργίνοιο:〉 ποταμὸς Θράκης. L g


b. 〈Of Erginus:〉 a river of Thrace. Lg

219-20. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-138

219—20. ἐπ’ ἀκροτάτοισι ποδ〈ῶν〉: τοῖς σφυροῖς ἢ τοῖς
ἀστραγάλοις. ἐρεμνὰς δὲ ἤτοι κατὰ συγκοπὴν τὰς ἐρεβεννάς, τουτέστι [καταπληκτικὰς] σκοτεινὰς κυρίως, ἐξ οὗ μελαίνας. ὁ δὲ λόγος· ἔσειον μελαίνας πτέρυγας κινούμενοι, καταπληκτικὰς τῷ ἰδέσθαι.


219-20. On the tips of their feet: on their ankles or heels. And ἐρεμνάς, by syncope for ἐρεβεννάς, that is, properly dark, hence black. The sense: they shook their black wings as they moved, terrifying to behold.

221-22. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-139

221—22. φολίδεσσι: ταῖς στίξεσι, τοῖς ποικίλμασι τῶν πτερῶν. 〈κράατος〉 ὑπάτοιο δὲ ἄκρας κεφαλῆς.


221-22. φολίδεσσι: with the spots, the variegated markings of the wings. 〈κράατος〉 ὑπάτοιο: of the top of the head.

224-26a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-140

224—26 a. οὐδὲ μὲν οὐδ’ αὐτοῖο πά〈ις〉: Ἄκαστος Πελίου
υἱὸς ἔγημεν Κρηθηΐδα ἤ, ὥς τινες, Ἱππολύτην. ἡ δὲ Πηλέως ἐρασθεῖσα


224-26a. Nor even the son of him himself: Acastus, son of Pelias, married Cretheis or, as some say, Hippolyte. She fell in love with Peleus

224-26a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-141

224/26 a. ἀπήτει συνελθεῖν. ὡς δὲ ἀπετύγχανεν, προβαλοῦσα τὸν Πηλέα τῷ ἀνδρὶ κατηγόρει, ὅτι ἤθελεν αὐτῇ συνελθεῖν. ὁ δὲ δεξάμενος τὸν Πηλέα ὡς ἐπὶ θήραν εἰς τὸ Πήλιον κατέλειψεν ἄοπλον, ἵνα ὑπὸ θηρίων διαφθαρῇ. ἐπιστὰς δὲ Ἑρμῆς ἤ, ὥς τινες, Χείρων ἔδωκεν αὐτῷ ἡφαιστότευκτον
μάχαιραν. καὶ τὰ ἐπιτυγχάνοντα θηρία ἀναιρῶν ἦλθεν εἰς τὴν πόλιν καὶ ἀνεῖλεν Ἄκαστον αὐτόν 〈τε〉 καὶ τὴν τοῦ Ἀκάστου γυναῖκα.


224/26a. and demanded to lie with him. When she failed, she accused Peleus to her husband, claiming that he wanted to lie with her. He took Peleus hunting on Pelion and left him unarmed, so that he would be killed by wild beasts. But Hermes appeared, or, as some say, Chiron, and gave him a Hephaestus-made knife. Killing the beasts he encountered, he returned to the city and killed Acastus himself and Acastus' wife.
εἰ δὲ ἐπὶ κίνδυνον αὐτοὺς ἔπεμπεν ὁ Πελίας, διὰ τί ὁ υἱὸς αὐτοῦ ἐξήρχετο; καὶ οὗτος μέν φησιν, ἄκοντος τοῦ πατρός· Δημάγητος δέ, ὅτι ἐκέλευσεν ὁ Πελίας τὴν Ἀργὼ ἀραιοῖς γόμφοις παγῆναι, ἵνα ταχέως
ἀπολέσῃ αὐτούς· ὁ δὲ Ἄργος τοὐναντίον πεποίηκεν, καὶ πιστὸν ἔχων τὸν τέκτονα Ἄκαστος ἐπέβη.


But if Pelias was sending them into danger, why did his son go along? And this one says, against his father's will; but Demagetus says that Pelias ordered the Argo to be built with loose bolts, so that it would quickly destroy them; but Argus did the opposite, and Acastus, trusting the builder, went aboard.

224-26b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-142

b. Ἄργος τε θεᾶς ὑπ〈οεργός〉: διὰ τὸ τὴν Ἀργὼ κατασκευάσαι Ἀθηνᾶς προνοίᾳ. διὰ τοῦτο ὁ ποιητής φησιν (I 19) Ἀθηνᾶς ὑποθημοσύνῃσι γενέσθαι αὐτήν.


b. Argus, the goddess’s helper: because he built the Argo by Athena’s forethought. For this reason the poet says (I 19) that it came into being by Athena’s instructions.

230-33a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-144

230—33 a. ἀντὶ τοῦ γὰρ ὁ ἐπεί. L g


230-33 a. For γὰρ ὁ is used instead of ἐπεί. Lg

230-33b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-145

b. ἐπεὶ Μινύαο θυγα〈τρῶν〉: ὁ γὰρ Μινύας πολλὰς εἶχεν θυγατέρας. καὶ γὰρ ὁ Ἰάσων Ἀλκιμέδης ἐστὶ τῆς Κλυμένης τῆς Μινύου θυγατρός. Στησίχορος (fg 54 B. III 225) δὲ Ἐτεοκλυμένης φησίν, Φερεκύδης (3 fg 104 b J.) δὲ Ἀλκιμέδης τῆς Φυλάκου. Ἰσονόης δὲ
τῆς Δαναοῦ καὶ Διὸς γίνεται Ὀρχομενός, ἀφ’ οὗ καὶ ἡ πόλις Ὀρχομενὸς καλεῖται· Ὀρχομενοῦ δὲ καὶ Ἑρμίππης τῆς Βοιωτοῦ γίνεται Μινύας — ἐπίκλησιν, φύσει δὲ Ποσειδῶνος —, ὃς ᾤκει ἐν Ὀρχομενῷ, ἀφ’ οὗ ὁ


b. Since the daughters of Minyas: for Minyas had many daughters. And indeed Jason is the son of Alcimede, daughter of Clymene, daughter of Minyas. Stesichorus (fg 54 B. III 225) says he is the son of Eteoclymene, and Pherecydes (3 fg 104 b J.) says he is the son of Alcimede, daughter of Phylacus. From Isonoe, daughter of Danaus and Zeus, was born Orchomenus, after whom the city Orchomenus is named; and from Orchomenus and Hermippe, daughter of Boeotus, was born Minyas — by surname, but in nature son of Poseidon — who lived in Orchomenus, from whom the

230-33b_cont. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-146

λαὸς Μινύαι ἐκλήθησαν· ἐκ δὲ Μινύου καὶ Κλυτοδώρας γίνεται Πρέσβων καὶ Περικλυμένη καὶ Ἐτεοκλυμένη, ἐκ δὲ Φανοσύρας τῆς Παιῶνος καὶ Μινύου Ὀρχομενὸς καὶ Διοχθώνδης καὶ Ἀθάμας. ὁ δὲ Σκήψιος Δημήτριος (fg 51 Gaede) φησι τοὺς τὴν Ἰωλκὸν οἰκοῦντας Μινύας προσαγορεύεσθαι.


people were called Minyae; and from Minyas and Clytodora were born Presbon, Periclymene, and Eteoclymene, and from Phanosyra, daughter of Paeon, and Minyas were born Orchomenus, Diochthondes, and Athamas. But Demetrius of Scepsis (fg 51 Gaede) says that those who inhabit Iolcus are called Minyae.

242-43. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-149

242—43. πόθι τόσσον ὅμιλον: οὐχ ὑγιῶς τὸ πόθι· ἔστι γὰρ τοῦ ἐν τόπῳ δηλωτικόν. ἔδει οὖν ποῖ εἰπεῖν. τὸ δὲ ἔκτοθι βάλλει ἀντὶ τοῦ ἀποστέλλει. Παναχαιίδα δὲ τὴν Θεσσαλίαν φησίν,
ὅτι αὕτη πρώτη ἐκλήθη Ἀχαία ἀπὸ Ἀχαιοῦ τοῦ Ξούθου.


242-43. "Where such a throng": the word "where" is not used correctly; for it indicates place. It should have said "whither." And "he casts" is used for "he sends." He calls Thessaly "Panachaean," because it was first called Achaea after Achaeus, son of Xuthus.

247-49a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-153

247—49 a. 〈αἱ δὲ γυναῖκες:〉 καὶ τοῦτο ὡς πρὸς γυναικείαν φύσιν. ἄγαν θαυμαστῶς πρὸς τὰς φύσεις καὶ τοὺς λόγους ἀμφοτέροις ἀνέπλασεν. τοῖς μὲν γὰρ ἀνδράσιν, ἐπεὶ θρασυτέρα ἡ φύσις, ἄνυσιν καὶ τέλος τῶν μελλόντων εἰσάγει, ταῖς δὲ γυναιξίν, ἐπεὶ ἀσθενέστεραι, εὐχὰς καὶ ἱκεσίας ποιεῖ. τοιαῦται γὰρ ἐπὶ τῶν μεγάλων καὶ φοβερῶν πραγμάτων
αἱ γυναῖκες.


247-49a. 〈But the women:〉 this too is in accordance with feminine nature. He has marvelously adapted the natures and speeches to both. For to the men, since their nature is bolder, he introduces accomplishment and fulfillment of what is to come, but for the women, since they are weaker, he makes prayers and supplications. For such are women in great and fearful matters.

247-49b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-154

b. νόστοιο τέλος θυμηδέες: θυμήρεες.


b. "Sweet end of return": pleasing.

251-52. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-155

251—52. δειλὴ Ἀλκιμέδη: ἐπίπονε. ὁ δὲ νοῦς· εἰ καὶ ὀψέ, ὅμως δ’ οὖν ἦλθε καὶ σοὶ κακόν, Ἀλκιμέδη. λείπει δὲ ἡ διὰ πρόθεσις· καὶ οὐ διετέλεσας λαμπρῶς τὸν βίον, αὐχοῦσα ἐπὶ τοιούτῳ υἱῷ.


251-52. "Wretched Alcimede": toil-worn. The sense: even if late, nevertheless evil came also to you, Alcimede. The preposition "through" is missing; and you did not continue your life splendidly, boasting in such a son.

254-55a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-156

254—55 a. 〈εἰ τὸ πάροιθεν:〉 [ἢ τέ οἱ ἦεν] πρὸ τοῦ τὸν ἆθλον ἐπιστῆναι. κακῶν δὲ ἤτοι τῶν ἰδίων ἢ τῶν μελλόντων ἐπι- τελεῖσθαι τοῖς Ἀργοναύταις.


254-55a. 〈If formerly:〉 [or "was to him"] before the contest came upon him. "Of evils" either of his own or of those about to be accomplished by the Argonauts.

254-55b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-157

b. κτερέεσσιν: ἐνταφίοις. L g (P)


b. "With funeral offerings": with burial gifts. Lg (P)

256-59. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-158

256—59. ὧς ὄφελεν καὶ Φρίξον: λέγεται γάρ, ὅτι τῆς Ἕλλης
καταπεσούσης ἀγωνιῶντι τῷ Φρίξῳ κατὰ Διὸς βούλησιν ἐφθέγξατο θαρ- σύνων αὐτὸν ὁ κριὸς διασώσειν αὐτὸν εἰς τὴν Σκυθίαν. τοῦτο δὲ αὐτὸ τῇ Ἀλκιμέδῃ ἔμελλε κακὸν γενέσθαι τοῦ υἱοῦ ἐκεῖσε στελλομένου. ἡ δὲ ἱστορία κεῖται παρὰ Ἑκαταίῳ (1 fg 17 J.), ὅτι ὁ κριὸς ἐλάλησεν. ἔνιοι δὲ φασιν αὐτὸν ἐπὶ κριοπρώρου σκάφους πλεῦσαι. Διονύσιος δὲ ἐν β'
(32 fg 2 b J.) Κριόν φησι Φρίξου τροφέα γενέσθαι καὶ συμπεπλευκέναι αὐτῷ εἰς Κόλχους· διὸ καὶ μεμυθεῦσθαι τὰ περὶ τῆς τοῦ κριοῦ θυσίας αὐτόθι.


256-59. Would that Phrixus too: for it is said that when Helle fell, the ram, by the will of Zeus, spoke to the anxious Phrixus, encouraging him that it would bring him safely to Scythia. This very thing was destined to become an evil for Alcimede, since her son was sent there. The story is found in Hecataeus (1 fr. 17 J.), that the ram spoke. But some say that he sailed on a ram-prowed vessel. Dionysius in his second book (32 fr. 2b J.) says that Crius was Phrixus' foster-father and sailed with him to Colchis; for this reason the story of the ram's sacrifice there was mythologized.

262-63a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-160

262—63 a. 〈βεβολημένη:〉 λύπῃ βλαβεῖσα ἢ δυσθυμοῦσα. L g


262-63a. 〈Stricken:〉 harmed by grief or dispirited. Lg

262-63b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-161

b. ὀξὺ δ’ ἑκάστην: μετενήνεκται ἀπὸ τῶν κατὰ τὴν ἁφήν, ὡς


b. Sharp for each: it is transferred from things pertaining to touch, as

262-63b_cont. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-162

παρ’ Ὁμήρῳ (Λ 269)· ‘ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξύ’. ἄχος δὲ ἐστι σύγχυσις ψυχῆς, λύπη ἐπιτεταμένη· σαφὲς δὲ ἐκ τοῦ λέγειν τὸν ποιητήν (ο 358)· ‘ἡ δ’ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο’.


in Homer (Λ 269): 'as when a sharp dart holds a woman in labor'. Grief is a confusion of the soul, intense pain; this is clear from the poet saying (ο 358): 'she wasted away with grief for her son'.

269-72a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-168

269—72 a. ἀδινώτερον: ὅμοιον τὸ σχῆμα τῷ ‘μελάντερον ἠύτε
πίσσα’ (Δ 277)· τὸ γὰρ συγκριτικόν ἔλαβεν ἀντὶ τοῦ ἀπολελυμένου.


269-72a. More thickly: the figure is similar to 'blacker than pitch' (Δ 277); for he used the comparative instead of the positive.

269-72b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-169

b. ἠύτε κούρη: ἀκαταλλήλως τὴν παραβολὴν τέθεικεν· ὑπο- τίθεται γὰρ γραῦν μὲν τὸν Ἰάσονα, κόρην δὲ τὴν μητέρα· ἔδει δέ, φασί, κατὰ τὸ ἐναντίον ταῦτα τάξαι. ἀλλ’ ἐροῦμεν, ὅτι προσφόρως ὑπόκειται ὁ Ἰάσων οὐ κατὰ τὴν ἡλικίαν, ἀλλὰ κατὰ τὴν γηροκομίαν τῆς μητρός
— καὶ γὰρ ἡ γραῦς τὴν κόρην ἀνατρέφει —, ὡς ἡ μήτηρ πρός τε τὸ ἀφερέπονον διὰ τὴν ἡλικίαν — καὶ γὰρ τὸ γῆρας καὶ ἡ βραχεῖα ἡλικία παρεοίκασι — καὶ πρὸς τὸ χρήζειν τῆς τρεφούσης.
μητρυιὰ δὲ ὥσπερ ἀπηνὴς ἐπικειμένη ἐστὶν ὁ Πελίας. τὸ δὲ κηδεμονῆες ἀπὸ τοῦ κηδε-


b. Like a maiden: he has made the comparison incongruously; for he supposes Jason to be an old woman and his mother a maiden; but they say it should have been arranged in the opposite way. But we shall say that Jason is appropriately placed not according to age, but according to the care of his mother—for the old woman rears the maiden—, as the mother is suited both to helplessness because of age—for old age and tender age are alike—and to needing someone to nourish her. And Pelias lies upon them like a harsh stepmother. And κηδεμονῆες is derived from κηδε-

269-72b_cont. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-170

μόνες παρήκται. οὕτω δὲ λέγονται οἱ κατὰ γάμον οἰκεῖοι, οἱ κηδεσταὶ καὶ κηδόμενοι.


μόνες is derived. Thus are called those related by marriage, the κηδεσταί and κηδόμενοι.

269-72c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-171

c. 〈οἰόθεν:〉 ἀντὶ τοῦ οἴη. L g


c. 〈οἰόθεν:〉 instead of οἴη. Lg

269-72d. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-172

d. 〈πολιήν:〉 γραῦν. L g


d. 〈πολιήν:〉 old woman. Lg

269-72e. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-173

e. 〈μύρεται:〉 κλαίει, θρηνεῖ. L g


e. 〈μύρεται:〉 weeps, laments. Lg

269-72f. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-174

f. 〈ἡ οὐκ εἰσὶν ἔτ’ ἄλλοι:〉 τοῦτο καὶ πρὸς τὴν Ἀλκιμέδην, ᾗ οὐκ εἰσὶν ἄλλοι παῖδες. L m


f. 〈ἡ οὐκ εἰσὶν ἔτ’ ἄλλοι:〉 this also refers to Alcimede, who has no other children. Lm

269-72g. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-175

g. 〈ὑπὸ μητρυιῇ〉 βίοτον βαρὺν 〈ἡγηλάζει〉: λείπει τὸ οὖσα· ὑπὸ μητρυιᾷ οὖσα κακὴν ζωὴν διάγει. τίθεται γὰρ τὸ βίοτος καὶ ἐπὶ τῆς ζωῆς ὡς νῦν καὶ ἐπὶ τοῦ πλούτου. τὸ δὲ ἡγηλάζει καὶ τὸ
ἠλάσκει κατὰ τοῦ αὐτοῦ πράγματος κεῖται· δηλοῖ δὲ τὸ ἐπὶ τῷ αὐτῷ τόπῳ διατρίβειν καὶ ἐνέχεσθαι καὶ ἐν [τῷ] αὐτῷ ἀναστρέφεσθαι. ἐπὶ γὰρ τῶν μυιῶν φησιν Ὅμηρος (Β 470)· ‘αἵτε κατὰ σταθμὸν ποιμνήιον ἠλάσκουσι’ καὶ (ι 457)· ‘ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει’.


g. 〈ὑπὸ μητρυιῇ〉 βίοτον βαρὺν 〈ἡγηλάζει〉: the word οὖσα is missing; being under a stepmother she leads a wretched life. For βίοτος is used both of life, as here, and of wealth. And ἡγηλάζει and ἠλάσκει are used of the same thing; they mean to spend time in the same place and to be entangled and to move about in the same place. For Homer says of flies (Iliad 2.470): 'which buzz about the pastoral steading' and (Odyssey 9.457): 'wherever that one wanders with my strength'.

285-86a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-189

285—86 a. δμωὶς ὅπως: ἐν τῇ προεκδόσει κεῖται· ‘βείομαι οὐλο- μένοισιν ὀιζυρὴ ἀχέεσσιν’ καὶ τὰ ἑξῆς ‘σεῖο πόθῳ φίλε κοῦρε δυσάμμορος’.


285–86a. “Like a slave woman”: in the earlier edition it reads: “I shall go, wretched amid destructive griefs,” and the following: “through longing for you, dear youth, ill-fated.”

285-86b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-190

b. 〈σεῖο πόθῳ:〉 διὰ τὴν σὴν ἀπουσίαν. L g


b. 〈through longing for you:〉 because of your absence. Lg

311-12a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-216

311—12 a. 〈κεκλομένων:〉 πάντων ὁμοῦ κελευομένων καὶ ἐπευ-
φημούντων. L m


311-12a. 〈κεκλομένων:〉 all together being summoned and shouting approval. Lm

311-12b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-217

b. τῷ δὲ ξύμβλητο: τοῦτο σύμβολον πρὸς τὸ καταγωνίσασθαι τὸν ἆθλον, ὅτι τε πρεσβυτέρα καὶ ὅτι ἱέρεια.


b. τῷ δὲ ξύμβλητο: this was a sign for overcoming the contest, both that she was older and that she was a priestess.

311-12c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-218

c. ξύμβλητο: συνήντησεν. L g (P)


c. ξύμβλητο: she met. Lg (P)

311-12d. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-219

d. πολιηόχου: τῆς φυλασσούσης τὰς πόλεις. L


d. πολιηόχου: of the one who guards cities. L

311-12e. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-220 e. ἐν δὲ τῷ πολιήοχος ἐπεντέθη τὸ η̄. P

311-12f. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-221

f. ἀρήτειρα: ἱέρεια.


f. ἀρήτειρα: priestess.

313-14a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-222

313—14 a. καί μιν δεξιτερῆς: γράφεται καὶ οὕτως 〈χειρὸς κύρεν〉, ἵν’ ᾖ· καὶ αὐτοῦ τῆς δεξιᾶς χειρὸς ἔθιγεν. L


313-14a. καί μιν δεξιτερῆς: it is also written thus 〈χειρὸς κύρεν〉, so that it means: and he touched her right hand. L

313-14b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-223

b. οὐδέ τι φάσθαι: προσεληπτέον τὸν καί· ὅμως δὲ καὶ λαλῆσαι προθυμουμένη οὐκ ἔφθασε. τὸ γὰρ ἔμπης νῦν ἀντὶ τοῦ ὅμως. L


b. οὐδέ τι φάσθαι: the καί must be understood; nevertheless, though eager to speak, she did not succeed. For ἔμπης here means 'nevertheless'. L

445-47a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-265

445—47 a. ὧδε κακοῖς δεδα〈ώς〉: οὐκ ἐκ τῶν καθόλου, ἀλλ’ ἐκ τῶν ἐμοὶ βλαβερῶν. ὑπέρβατον δέ ἐστι καὶ πλεονάζει ὁ καὶ σύνδεσμος,
λείπει δὲ ἡ ἐξ̄ πρόθεσις, καὶ 〈ἡ〉 πτῶσις ἐνήλλακται, δοτικὴ ἀντὶ γενικῆς. ἔστι δὲ καὶ τὸ ῥῆμα συντελικόν, ἀντὶ τοῦ ἐξῆλθον. ὁ δὲ λόγος οὕτως· ἔμπροσθεν ἐκ κακῶν οἰωνῶν ἐγνωκὼς τὸν ἐμαυτοῦ μόρον ἐξῆλθον ἐκ τῆς πατρίδος, ἵνα ὑμῖν συμπλεύσας κλέος ἀπενέγκωμαι. L


445-47a. Thus with evil 〈bonds〉: not from the general, but from the things harmful to me. It is a hyperbaton and the conjunction 'and' is redundant, the preposition 'from' is missing, and the case is changed, dative instead of genitive. The verb is also in the perfect tense, instead of 'I went out'. The sense is this: having known beforehand from evil omens my own fate, I went out from my homeland, so that by sailing with you I might win renown. L

445-47b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-266

b. ὄφρ’ ἐπιβαίην: ὑπέρβατόν ἐστι. τὸ δὲ ἑξῆς· ὄφρ’ ἐπιβαίην
νηός, ἐπιβάντι δὲ τῆς νηὸς ἡ εὐδοξία τοῖς οἴκοις λίποιτο. L


b. So that I might embark: it is a hyperbaton. The order is: so that I might embark on the ship, and for the one who has embarked on the ship, good repute might be left to his household. L

487-89a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-292

487—89 a. ἄγρει νυν: δι’ ἀμφοτέρων ἐπισκώπτει τὸν Ἴδμονα, πρῶτον μὲν ὡς ἀτεχνῆ μάντιν, δεύτερον δὲ ὡς μέγα φρονοῦντα ἐπὶ Ἀπόλλωνι τῷ πατρὶ ὡς μέγα δυναμένῳ τοὺς αὐθάδεις καθαιρεῖν.
τοῦτο δὲ μετὰ ἀπειλῆς δρᾷ λοιδορῶν.


487-89a. Come now: through both he mocks Idmon, first as an unskilled seer, and second as one who takes pride in Apollo his father as being very powerful to bring down the arrogant. And he does this with a threat, reviling him.

487-89b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-293

b. 〈ἐνίεπε:〉 ἔνειπε. S g


b. 〈Tell:〉 say. Sg

487-89c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-294

c. 〈πατὴρ τεός:〉 Ἀπόλλων. S m


c. 〈Your father:〉 Apollo. Sm

494-95. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-299

494—95. λαιῇ: κατ’ εὐφημισμὸν τῇ ἀριστερᾷ. πείραζεν δὲ ἀντὶ τοῦ ἥρμοττεν. περιττὴ δὲ ἡ ἀνά · τὸ γὰρ ἑξῆς· καὶ Ὀρφεὺς δέ. εἰ μὴ ἄρα ἐκ τῆς ἀνά τὸ ἀναστὰς λέγει· ἀναστὰς δὲ καὶ ὁ Ὀρφεύς. τοῦτο δὲ ποιεῖ, ἵνα τὰς στάσεις καὶ τὰς φιλονεικίας τῇ ἑαυτοῦ μουσικῇ
καταπαύσῃ.


494-95. With the left hand: by euphemism, with the left hand. 'He tested' instead of 'he fitted'. The 'ana' is redundant; for the sequence is: 'and Orpheus'. Unless, indeed, from the 'ana' he means 'having stood up': 'and Orpheus having stood up'. He does this in order to put an end to the factions and rivalries by his own music.

496-98a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-300

496—98 a. ἤειδεν δ’ ὡς γαῖα: τὴν πρώτην σύγχυσιν τῶν στοι- χείων ᾄδειν βούλεται, ὡς ἔκ τινος φιλονεικίας τὸ ἴδιον ἕκαστον μετέσχεν καὶ τάξιν ἔλαβεν. οἰκεία δὲ καὶ τοῖς ὑποκειμένοις πράγμασιν ἡ ᾠδή, ὅτι πρέπον ἐστὶ τῆς μάχης παύσασθαι καὶ εἰς τὴν οἰκείαν διάθεσιν ἐπα-
νιέναι.


496-98a. He sang how the earth: he wishes to sing of the first confusion of the elements, how from some strife each obtained its own place and took its order. The song is also appropriate to the present circumstances, because it is fitting to cease from battle and return to one's proper disposition.

496-98b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-301

b. νείκεος ἐξ ὀλοοῖο: Ἐμπεδοκλῆς (cf. 31 B 17 sqq. Diels- Kranz) φησιν, ὅτι συγκεχυμένων ἁπάντων τὸ πρότερον νεῖκος καὶ φιλία παραπεμφθέντα τὴν διάκρισιν ἐποιήσαντο, χωρὶς δὲ τούτων οὐδὲν δύ-


b. From destructive strife: Empedocles (cf. 31 B 17 sqq. Diels-Kranz) says that when all things were previously mixed together, strife and love, being introduced, brought about the separation, and apart from these nothing...

496-98b_cont. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-302

ναται γενέσθαι· ᾧ ἕπεται, ὡς εἰκός, καὶ Ἀπολλώνιος. ὁ δὲ Θαλῆς (cf. 11 A 12 Diels-Kranz) ἀρχὴν ὑπεστήσατο πάντων 〈τὸ〉 ὕδωρ, λαβὼν παρὰ τοῦ ποιητοῦ λέγοντος (H 99)· ‘ἀλλ’ ὑμεῖς πάντες ὕδωρ καὶ γαῖα γέ- νοισθε’. καὶ Ζήνων (fg 104 Arn.) δὲ τὸ παρ’ Ἡσιόδῳ (Theog. 116 sq.) χάος ὕδωρ εἶναί φησιν, οὗ συνιζάνοντος ἰλὺν γίνεσθαι, ἧς πηγνυμένης ἡ
γῆ στερεμνιοῦται· τρίτον δὲ ἔρωτα γεγονέναι καθ’ Ἡσίοδον (ib. 120), ἵνα τὸ πῦρ παραστήσῃ· πυρωδέστερον γὰρ πάθος ὁ ἔρως. Ἀναξα- γόρας (cf. 59 Α 72 Diels-Kranz) δὲ μύδρον εἶναι τὸν ἥλιόν φησιν, ἐξ οὗ τὰ πάντα γίνεσθαι. διὸ καὶ Εὐριπίδης (Or. 983) γνώριμος αὐτῷ γεγονὼς φησι χρυσέαν βῶλον τὸν ἥλιον εἶναι. τὴν δὲ σελήνην ὁ
αὐτὸς Ἀναξαγόρας (59 Α 77 Diels-Kranz) χώραν πλατεῖαν ἀποφαίνει, ἐξ ἧς δοκεῖ ὁ Νεμεαῖος λέων πεπτωκέναι.


to become; whom Apollonius, as is likely, also follows. But Thales (cf. 11 A 12 Diels-Kranz) posited water as the principle of all things, taking it from the poet who says (H 99): 'but may you all become water and earth.' And Zeno (fg 104 Arn.) says that the chaos in Hesiod (Theog. 116 sq.) is water, from the settling of which mud comes to be, and when this solidifies the earth is made firm; and third, Eros came to be according to Hesiod (ib. 120), in order to represent fire; for love is a rather fiery passion. Anaxagoras (cf. 59 A 72 Diels-Kranz) says that the sun is a red-hot mass, from which all things come to be. Therefore Euripides (Or. 983), who was his pupil, says that the sun is a golden clod. And the same Anaxagoras (59 A 77 Diels-Kranz) declares that the moon is a broad land, from which the Nemean lion is thought to have fallen.

513-15a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-305

513—15 a. τοὶ δ’ ἄμοτον: ἀντὶ τοῦ ἀμότως καὶ ἀκορέστως. ὁ δὲ νοῦς· λήξαντος δὲ τῆς ᾠδῆς ἀπλήρωτοι αὐτῆς ὄντες ἔτι προετετά- κεισαν τὰς κεφαλὰς ἀνατετακότες τὰ ὦτα καὶ ἠρεμοῦντες ἐν ἡσυχίᾳ·
τοιαύτῃ ἡδονῇ συνείχοντο.


513-15a. But they unceasingly: instead of 'unceasingly' and 'insatiably.' The sense: when the song ceased, still unsatisfied with it, they had stretched their heads forward with ears pricked up and were keeping quiet in stillness; such was the pleasure that held them.

513-15b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-306

b. τοῖόν σφιν: τοιαύτην ἐπέθηκεν ἡδονὴν τοῖς ἀκούουσιν αὐ- τοῦ. L


b. Such for them: such pleasure did he impose on those listening to him. L

516-18a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-307

516—18 a. οὐδ’ ἐπιδὴν μετέπειτ〈α〉: οὕτως ἀναστρεπτέον τὴν φράσιν· ἔπειτα οὐκ ἐπιδὴν οὐδὲ μετὰ χρόνον κεράσαντες, ἀντὶ
τοῦ εὐθέως καὶ μετολίγον.


516-18a. Nor even after mixing: the phrase must be read thus: 'then not even after mixing nor after a time,' meaning 'immediately and after a little while.'

516-18b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-308

b. 〈ἡ θέμις:〉 ὅτι ἔθος ἦν τοῖς παλαιοῖς κρατῆρα κιρνᾶν, ὅτε μέλλοιεν καθεύδειν, καὶ τὰς γλώσσας τῶν ἱερείων ἐπιθύειν τῷ Ἑρμῇ καὶ


b. because it was the custom of the ancients to mix a bowl when they were about to sleep, and to offer the tongues of the sacrificial victims to Hermes and

516-18b_cont. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-309

ἐπισπένδειν οἶνον. καὶ ἴσως φυσικῶς. ἐπεὶ γὰρ Ἑρμῆς λόγος εἶναι παραδέδοται, ὄργανον δὲ αὐτοῦ ἡ γλῶσσα, ἥτις ὕπνου ἐπιπεσόντος ἠρε- μεῖ, εἰκότως τῷ Ἑρμῇ αὐτὴν θύουσιν. καὶ Ὅμηρος (γ 332) ‘ἀλλ’ ἄγε τάμνετε γλώσσας’ ἀντὶ τοῦ παύετε τοὺς λόγους.


To pour wine as a libation. And perhaps this is natural. For since Hermes is traditionally said to be reason, and his instrument is the tongue, which rests when sleep falls, they fittingly sacrifice it to Hermes. And Homer (Od. 3.332): 'But come, cut out the tongues' instead of 'stop your speeches.'

516-18c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-310

c. ἡ θέμις ἐστί: Διευχίδας ἐν τοῖς Μεγαρικοῖς (fg 8 M. IV
390) ἱστορεῖ, ὅτι Ἀλκάθους ὁ Πέλοπος διὰ τὸν Χρυσίππου φόνον φυγα- δευθεὶς ἐκ τῶν Μυκηνῶν ἤρχετο κατοικήσων εἰς ἑτέραν πόλιν. ὡς δὲ περιέπεσε λέοντι λυμαινομένῳ τὰ Μέγαρα, ἐφ’ ὃν καὶ ἕτεροι ἦσαν ἀπε- σταλμένοι ὑπὸ τοῦ βασιλέως τῶν Μεγάρων, καταγωνίζεται τοῦτον καὶ τὴν γλῶτταν αὐτοῦ εἰς πήραν θέμενος ἤρχετο πάλιν εἰς τὰ Μέγαρα.
καὶ ἀπαγγελλόντων τῶν ἀπεσταλμένων ἐπὶ τὴν θήραν, ὅτι αὐτοί εἰσιν οἱ κατηγωνισμένοι, προσκομίσας τὴν πήραν ἤλεγξεν αὐτούς. διόπερ θύσας τοῖς θεοῖς ὁ βασιλεὺς τὸ τελευταῖον τὴν γλῶσσαν ἐπέθηκεν τοῖς βωμοῖς, καὶ ἀπὸ τότε ἔθος τοῦτο διέμεινε Μεγαρεῦσι. Φιλόχορος δὲ ἐν τῷ Περὶ θυσιῶν (fg 173 M. I 413) φησίν, ὅτι τὸ κάλλιστον τοῦ σώ-
ματος καὶ πρωτεῦόν ἐστι. καὶ Ὅμηρος (γ 341) ‘γλώσσας δ’ ἐν πυρὶ βάλλον’.


c. Themis is: Dieuchidas in his Megarian History (FGrH 8 M. IV 390) relates that Alcathous, son of Pelops, exiled from Mycenae because of the murder of Chrysippus, was on his way to settle in another city. When he encountered a lion ravaging Megara, against which others had also been sent by the king of Megara, he overcame it and, placing its tongue in a pouch, went back to Megara. And when those sent on the hunt reported that they were the ones who had overcome it, he brought forward the pouch and exposed them. Therefore the king, after sacrificing to the gods, finally placed the tongue on the altars, and from then on this custom remained among the Megarians. Philochorus in his On Sacrifices (FGrH 173 M. I 413) says that it is the finest and foremost part of the body. And Homer (Od. 3.341): 'they cast the tongues into the fire.'

516-18d. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-311

d. [κηληθμῷ:] ἐν δὲ τῇ προεκδόσει μετὰ τοῦτο γέγραπται·
‘ἦμος δὲ τριτάτη φάνη ἠὼς τῇδ’ ἐπὶ νυκτί

βουθύσιον Ἑκάτοιο καταυτόθι δαινυμένοισι,
τῆμος ἄρ ἐκ Διόθεν πνοιὴ πέσεν, ὦρτο δὲ Τῖφυς
κεκλόμενος βαίνειν ἐπὶ σέλμασι. τοὶ δ’ ἀΐοντες 〈...〉.’
ἑξῆς δὲ τῶν ἐκκειμένων ‘σμερδαλέον δὲ λιμήν’ (ν. 524).


d. [With enchantment:] In the preliminary edition after this is written: 'But when the third dawn appeared on that night, while they were feasting there on a sacrifice of oxen to the Far-shooter, then from Zeus a breeze fell, and Tiphys arose, bidding them to go aboard the benches. And they, hearing <...>.' Then after the quoted lines: 'and dreadfully the harbor' (v. 524).

526-27. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-313

526—27. ἐν γάρ οἱ δόρυ: πιθανῶς ἐκ τῆς Δωδωνίδος φησὶ δρυὸς τὸ ξύλον εἶναι ἐν τῇ Ἀργοῖ τὸ φωνῆεν, ἐπεὶ καὶ αὕτη ἐφθέγγετο, ὡς φησιν Ὅμηρος (Ξ 327 sq.)· ‘ὄφρα θεοῖο ἐκ δρυὸς ὑψικόμοιο βουλὴν ἐπακούσοι.’


526-27. For in it a spear: plausibly he says that the speaking timber in the Argo is from the Dodonian oak, since that too spoke, as Homer says (Il. 14.327-8): 'so that he might hear the counsel of the god from the high-leafed oak.'

532-33. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-316

532—33. ποσσὶν ὑπεκλύσθ〈η〉: καὶ αὐτῷ ἐπικαθεσθέντι κά- τωθεν παρὰ τοῖς ποσὶ μᾶλλον ἐπεκλύσθη ἡ τρόπις τῆς νεὼς καὶ ἐν
βάθει τῆς θαλάσσης ἐγένετο τῷ βάρει τοῦ ἥρωος.


532-33. With his feet he was washed under: and as he sat upon it, the keel of the ship was washed from below rather at his feet and went into the depth of the sea by the weight of the hero.

536-41a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-317

536—41 a. ἢ ἐνὶ Πυθοῖ 〈ἢ που ἐν Ὀρτυγίῃ〉: ἐν τῇ Δήλῳ. τὸ δὲ ἑξῆς οὕτως· καθάπερ ἠΐθεοι ἐν Δελφοῖς ἢ ἐν Δήλῳ ἢ ἐπὶ Ἰσμηνῷ περὶ τὸν βωμὸν τοῦ Ἀπόλλωνος χορὸν στήσαντες πρὸς τὸ τῆς κιθάρας μέλος ἡρμοσμένως 〈τὴν γῆν〉 κροτοῦσι τοῖς ποσίν, οὕτω καὶ
οὗτοι τῇ τοῦ Ὀρφέως κιθάρᾳ κηλούμενοι σφοδρότερον πρὸς τὴν κωπη- λασίαν ἤεσκαν. τὸ δὲ ἑξῆς
ὁμαρτῇ ῥήσσωσιν . ἡ δὲ ὑπὸ πρόθεσις παρήκται ὡς παρ’ Ὁμήρῳ (Β 824) ‘ὑπαὶ πόδα νείατον Ἴδης.’


536-41a. Or in Pytho or perhaps in Ortygia: in Delos. The sequence is as follows: just as young men in Delphi or in Delos or on the Ismenus, having set up a dance around the altar of Apollo, beat the ground with their feet in time to the lyre's melody, so these men, charmed by Orpheus' lyre, drove the ship more vigorously. The sequence is: they strike together. The preposition hypo is derived as in Homer (Iliad 2.824) 'beneath the lowest foot of Ida.'

536-41b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-318

b. Ἰσμηνοῖο: Ἰσμηνὸς ποταμὸς Βοιωτίας, ἐφ’ ᾧ Ἰσμηνίου Ἀπόλ- λωνος ἱερόν. L m P


b. Ismenus: Ismenus is a river of Boeotia, on which there is a sanctuary of Ismenian Apollo. Lm P

536-41c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-319

c. 〈ἐπὶ δὲ ῥόθια κλύζοντο:〉 ἀντὶ τοῦ· ἐπεκλύζοντο δὲ τὰ κύματα. L g


c. And the waves were dashed upon: meaning: the waves were dashed upon. Lg

545-46. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-324

545—46. μακραὶ δ’ αἰὲν ἐλ〈ευκαίνοντο〉: ὁ νοῦς· ἐλευ- καίνετο δὲ τὸ ὕδωρ καθάπερ ἀτραπὸς διὰ χλοηφοροῦντος πεδίου. ἢ ἄλλως· ὡς δήλη ἐστὶν ἡ ὁδὸς πεδίου μεταξὺ χλοηφόρου, οὕτω καὶ ὁ τύπος τῆς νεὼς ἐφαίνετο.


545-46. And long white lines: the sense: the water was whitened like a path through a grassy plain. Or otherwise: just as a road is visible in the midst of a grassy plain, so also the track of the ship appeared.

547-48. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-325

547—48. ἡμιθέων ἀνδρῶν: διὰ τούτου ἐβεβαιώσατο καὶ τοὺς
θεοὺς σκοπεῖν καὶ θαυμάζειν τὸν πλοῦν· οὐ γὰρ ἁπλῶς τινες ναῦται ἦσαν, ἀλλ’ ἡμίθεοι. τὸ δὲ
νῆα πρὸς πᾶν θαῦμα κεῖται ὑπὸ Ἀθηνᾶς εἰργασμένης.


547-48. Of demigod men: through this he confirmed that even the gods watched and marveled at the voyage; for they were not simply some sailors, but demigods. The ship is set as a wonder for all, having been made by Athena.

564-67a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-335

564—67 a. πρότονοι οἱ ἀπὸ τοῦ ἱστοῦ ἐκτεινόμενοι κάλοι ἐπὶ πρώραν καὶ πρύμναν.


564-67a. πρότονοι are the ropes stretched from the mast to the prow and stern.

564-67b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-336

b. ἠλακάτη τὸ τοῦ ἱστοῦ λεπτότατον καὶ ἀνώτατον, ὑπὲρ ὅ ἐστι τὸ καρχήσιον. ἕως οὖν, φησί, τοῦ ἄκρου τοῦ ἱστοῦ ἀνείλκυσαν τὰ ἄρμενα.


b. The mast's thinnest and highest part, above which is the top. So, he says, they hauled the sails up to the tip of the mast.

564-67b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-337 διακριδὸν δὲ διόλου ἢ διατεταμένως. περόνῃσι δὲ τοῖς πασσάλοις τοῖς κατὰ τὰ σανιδώματα καὶ τοὺς τῆς νεὼς τοίχους, ἐφ᾽ ὧν τὰ τοῦ ἀρμένου σχοινία δεσμεύουσιν. 229 230


And 'distinctly' means throughout or stretched tight. And 'with pins' means with the pegs along the planking and the ship's sides, on which they bind the ropes of the rigging.

564-67c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-338 ἐπ᾽ ἰκριόφιν: τὸ ἴκριον τοῦ ἱστοῦ μέρος. φησὶ δὲ Ἐρατοσθένης ἐν τῷ Ἀρχιτεκτονικῷ (fg 60 Strecker):

“ἱστός· πτέρνη, καρχήσιον, θωράκιον, ἠλακάτη, κεραία, ἴκριον”
. βέλτιον δὲ νοεῖν ἴκριον τὴν καλουμένην κεραίαν, ἧς τὰ ἄκρα ἀκροκέραια†. κάλωες δέ, δι᾽ ὧν στέλλεται τὸ ἱστίον, διὰ κρίκων διειλημμένοι. τούτων δὲ οἱ κάλοι, οἷς κατάγεται τὸ ἱστίον, μέσουροι λέγονται, οἱ δὲ ἑλκόμενοι εἰς πρώραν 〈καὶ πρύμναν〉 ἐξ ἑκατέρου μέρους τοῦ ἱστοῦ πρότονοι, οἱ δὲ κατὰ τὰς γωνίας πόδες· ἑξῆς τούτων πρόποδες, μεθ᾽ οὕς εἰσιν οἱ τέρθριοι λεγόμενοι, εἶτα μέσοι. ἠλακάτη δὲ τὸ ἀνώτατον τοῦ ἱστοῦ μέρος, ὥς φησιν Ἐρατοσθένης (v. supra). 231 232 233 234 235 236 237 238 239 240 241 242 243 244 245 246

564-67d. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-339 κάλωας ἀπ᾽ εὐθείας τῆς κάλως κατὰ Ἀττικούς. 247 248

583-84b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-353 Μάγνησσα: τὴν Μαγνησίαν λέγει τὴν κατὰ Θεσσαλίαν. ἔστι γὰρ καὶ ἑτέρα Μαγνησία περὶ Ἔφεσον, ἐκτισμένη ὑπὸ Λευκίππου τοῦ Καρὸς μετοικήσαντος ἐκεῖ σὺν Μάγνησι τοῖς ἐκ Κρήτης. 249 250 251 252 253 254

583-84c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-354 Μάγνησσά θ᾽ ὑπεύδ〈ιος〉: ὁ νοῦς· οὐ τραχεῖά τις οὐδὲ πετρώδης, ἀλλ᾽ ὁμαλή τις καὶ εὔδιος.

601-04a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-369 ἡ δὲ διάνοια· ἅμα δὲ τῇ ἡμέρᾳ ὁ Ἄθως αὐτοῖς ἀνεφάνη ἀπέχων τῆς Λήμνου τοσοῦτον, ὅσον ἂν ναῦς πλέουσα ἀπὸ ἠοῦς μέχρι μεσημβρίας πλοῦν διανύσῃ. καὶ τοσοῦτον, φησίν, ἀπέχουσαν τὴν Λῆμνον ὅμως σκιάζει διὰ τὸ ὕψος παρακλίναντος τοῦ ἡλίου· οὐ μόνον δὲ, ἀλλὰ καὶ μέχρι Μυρίνης. πόλις δέ ἐστιν ἡ Μυρίνη πρὸς τῷ τέλει τῆς Λήμνου, δίπολις γάρ ἐστιν ἡ Λῆμνος· ἔχει γὰρ Ἡφαιστίαν καὶ Μύριναν. ἐκλήθη δὲ ἀπὸ Μυρίνης τῆς Θόαντος γυναικός, Κρηθέως δὲ θυγατρός. 255 256


The meaning is: at daybreak Athos appeared to them, being as far from Lemnos as a ship sailing from dawn until midday would cover. And although Lemnos is so far away, he says, it nevertheless casts a shadow because of its height when the sun declines; and not only that, but even as far as Myrina. Myrina is a city at the end of Lemnos, for Lemnos has two cities: it has Hephaestia and Myrina. It was named after Myrina, the wife of Thoas and daughter of Cretheus.

601-04b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-370 〈κολώνη:〉 ἀκρώρεια. L g

601-04c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-371 ἔνδιον: μεσημβρινόν. L gS m (P)

601-04d. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-372 〈καὶ ἐσάχρι:〉 περιττὸς ὁ καὶ σύνδεσμος. L m

609-19a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-375 τῶν δὲ πρὸς Θρᾷκας ἐχόντων πόλεμον καὶ παλλακὰς ἐκεῖθεν αἰχμαλώτους λαμβανόντων καὶ ἀποστραφέντων τὰς γνησίας γαμετὰς κατὰ τὴν τῆς θεοῦ ὀργήν, ἐψηφίσαντο αἱ γυναῖκες νύκτωρ τοὺς ἄνδρας ἀνελεῖν. καὶ οὐ μόνον τοῦτο ἐποίησαν, ἀλλὰ καὶ τὰς αἰχμαλώτους ἀνεῖλον, καὶ δεδοικυῖαι, μὴ οἱ παῖδες ἀνδρωθέντες τιμωρίαν πατρῴων ζητήσωσι λαβεῖν, πᾶν ὁμοῦ τὸ ἄρσεν γένος ἀνεῖλον. 257 258 259 260


When those who were at war with the Thracians and took captive concubines from there turned away from their lawful wives because of the goddess's wrath, the women voted to kill their husbands at night. And not only did they do this, but they also killed the captive women, and fearing that their sons, when grown, would seek to exact vengeance for their fathers, they killed the entire male sex together.

609-19b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-376 ἐπὶ ληιάδεσσι: ταῖς αἰχμαλώτοις. L gS mP 261 262

609-19c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-377 〈ἔρον:〉 ἀντὶ τοῦ ἔρωτα, Αἰολικῶς διὰ τοῦ ο. L g 263 264

609-19d. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-378 ἀντιπέρηθεν: ἐξ ἐναντίας· οὕτω γὰρ κεῖται ἡ Θράκη τῆς Λήμνου. L

609-19e. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-379 ἄτισσαν: ὅτι ἄτιμον αὐτὴν ἐπὶ πολύν χρόνον ἐποίησαν. τῶν δὲ ἄλλων ἱστορούντων, ὅτι κατὰ χόλον τῆς Ἀφροδίτης αἱ Λημνιάδες δύσοσμοι ἐγένοντο, Μυρσίλος ἐν πρώτῳ Λεσβιακῶν (fg 7 M. IV 458) διαφέρεται καί φησι τὴν Μήδειαν παραπλέουσαν διὰ ζηλοτυπίαν ῥῖψαι εἰς τὴν Λῆμνον φάρμακον καὶ δυσοσμίαν γενέσθαι ταῖς γυναιξίν, εἶναί τε μέχρι τοῦ νῦν κατ᾽ ἐνιαυτὸν ἡμέραν τινά, ἐν ᾗ διὰ τὴν δυσωδίαν ἀπέχειν τὰς γυναῖκας ἄνδρα τε καὶ υἱεῖς. 265 266 267 268 269 270

609-19f. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-380 〈ἀμφ᾽ εὐνῇ:〉 λείπει τὸ ζηλοτυπήσασαι. L g

623-26a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-383 Εὐβοίας, τὸ πρότερον Οἰνοίη καλουμένη διὰ τὸ εἶναι αὐτὴν ἀμπελόφυτον. μνημονεύει δὲ τῆς μετονομασίας Ξεναγόρας (240 fg 31 J.) λέγων ὅτι μετωνομάσθη ἀπὸ Σικίνου τοῦ υἱοῦ Θόαντος καὶ νύμφης Οἰνηΐδος. ὅτι δὲ ἐνθάδε Θόας ἐσεώθη καὶ Κλεών ὁ Κουριεὺς ἱστορεῖ καὶ Ἀσκληπιάδης ὁ Μυρλεανός, δεικνὺς ὅτι παρὰ Κλέωνος τὰ πάντα μετήνεγκεν Ἀπολλώνιος. 271 272


Of Euboea, formerly called Oinoe because it is vine-growing. Xenagoras (240 FGrH 31 J.) mentions the renaming, saying that it was renamed after Sikinos, son of Thoas and the nymph Oineis. That Thoas was saved here is recorded by both Cleon of Curium and Asclepiades of Myrlea, showing that Apollonius took everything from Cleon.

623-26b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-384 ἐπακτῆρες: ἀντὶ τοῦ ἁλιεῖς. ἐπὶ νήσου κυνηγοὺς οὐ δεῖ λέγειν. L g (P)

623-26c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-385 〈τόν:〉 Σίκινον. S g

643-48a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-397 σφωιτέροιο τοκ〈ῆος〉: ἀκαίρως τῷ δυϊκῷ ἐχρήσατο ἀντὶ ἑνικοῦ.

643-48b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-398 〈Ἀχέροντος:〉 ποταμὸς Ἅιδου. L g

643-48c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-399 ἀπροφάτους: ἀπροσφωνήτους, ἀπροφασίστους.

643-48d. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-400 〈ἀπροφάτους:〉 σκοτεινάς. S m

643-48e. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-401 ἐπιδέδρομε λήθ〈η〉: ὅτι λέγονται οἱ τεθνηκότες λήθην τῶν γεγονότων αὐτοῖς ἐν τῇ ζωῇ λαμβάνειν. οὗτος οὖν, φησί, καὶ τεθνηκὼς εἰς λήθην οὐκ ἔπεσεν καὶ μετεμψυχωθεὶς κατὰ τὸν τῶν φιλοσόφων λόγον ἤδει τίς ἦν διὰ τὰς τοῦ Ἑρμοῦ βουλὰς. Φερεκύδης (3 fg 109 J.) δέ φησιν, ὅτι δῶρον εἶχε παρὰ τοῦ Ἑρμοῦ ὁ Αἰθαλίδης τὸ τὴν ψυχὴν αὐτοῦ ποτὲ μὲν ἐν Ἅιδου, ποτὲ δὲ ἐν τοῖς ὑπὲρ τὴν γῆν τόποις εἶναι. φασὶ δὲ τοῦτον τὸν Αἰθαλίδην οἱ Πυθαγορικοί (cf. 14, 8 Diels-Kranz) τῆς ψυχῆς οὔσης ἀφθάρτου κατὰ μὲν τοὺς Τρωικοὺς χρόνους ἀναβιώσαντα Εὔφορβον εἶναι τὸν Πάνθου, ἔπειτα ἐκ τούτου Πύρρον τὸν Κρῆτα, εἶτα Ἠλεῖόν τινα, οὗ τὸ ὄνομα ἀγνοεῖται, μετὰ ταῦτα αὐτὸν τὸν Πυθαγόραν. Πυθαγόρας δέ, ἐν τῷ μεταλλοιοῦσθαι... 273 274 275 276 277 278 279 280 281 282 283 284

643-48e. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-402 τὰς ψυχὰς καὶ παρεισδύνειν εἰς ἕτερα σώματα, φησίν, ὅτι γένοιτο μὲν πρῶτον Αἰθαλίδης Ἑρμοῦ υἱὸς καὶ Σαμίας ἑταίρας, εἶτα Εὔφορβος Τρώς, εἶτα 〈...〉 καὶ Πυθαγόρας· τὴν δὲ μνήμην αὑτῷ παρέπεσθαι τῷ κεχαρίσθαι Ἑρμῆν τῷ Αἰθαλίδῃ υἱῷ ὄντι. 285 286 287 288


the souls also slip into other bodies, he says, that first he became Aethalides, son of Hermes and a Samian courtesan, then Euphorbus the Trojan, then 〈...〉 and Pythagoras; and that memory attended him because Hermes had favored Aethalides, his son.

643-48f. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-403 μεμόρηται: κατὰ ἔκθλιψιν τοῦ ι, ἔστι γὰρ μεμοίραται ἀντὶ τοῦ κεκλήρωται. Αἰθαλίδης δέ, κῆρυξ τῶν Ἀργοναυτῶν, ἑτερήμερος, ὥς φασιν, ὥστε μίαν μὲν ἐν Ἅιδου, μίαν δὲ ὑπὲρ τὴν γῆν ἡμέραν διάγειν. 289 290 291 292 293 294

659-61a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-407 λαρόν: ἡδύ, ἀπολαυστικόν· παρὰ τὸ λῶ πεποίηται, ὃ σημαίνει τὸ θέλω. ἤια δὲ νῦν ἐφόδια βρώματα. 295 296 297 298

659-61b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-408 μή δ᾽ ἄμμε: δῶμεν αὐτοῖς χρείας, ἵνα ἐκτὸς τῶν πύργων μένωσιν ἀπρόσοδοι πρὸς ἡμᾶς, μήπως διὰ τὴν τῶν ἐπιτηδείων ἀνάγκην καὶ χρείαν εἰσιόντες εἰς τὴν πόλιν ἀκριβῶς τὰ καθ᾽ ἡμᾶς μάθωσιν. L

681-82. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-418 ἄλλα δ᾽ ὀπίσσω: πολλὰ δὲ κακὰ χείρονα μάχης καὶ πολέμου ἔσται. L

685-88a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-420 βώσεσθε: ἀντὶ τοῦ βιώσεσθε. ὁ δὲ νοῦς· αἱ δὲ νεώτεραι πῶς βιώσεσθε καὶ ζήσεσθε, ὅταν γηράσητε, τῶν μὲν παλαιοτέρων παρελθουσῶν, ὑμῶν δὲ λοιπὸν μὴ δυναμένων ἐργάζεσθαι; ἢ αὐτόματοι οἱ βόες ἀροτριάσουσι, καὶ θερίσουσι τοῦ ἔτους περιερχομένου, μηδενὸς ἀνθρώπου ἐπικειμένου τῷ ἔργῳ; 299 300

685-88b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-421 πρόκα: εὐθέως. L g (P)

685-88c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-422 〈καὶ πρόκα τελλομένου ἔτεος:〉 γράφεται καὶ περιτελλομένου ἔτεος. L m

689-90. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-423 ἦ μὲν ἐγών: ἐν ἤθει λέγει ταῦτα· εἰ καὶ πεφρίκασιν οἷον φοβοῦνται ἐπ᾽ ἐμὲ αἱ κῆρες ἐλθεῖν νῦν, ὅμως ἀποθανοῦμαι· λέγει δὲ τῷ ὑπεργεγηρακέναι.

703-04. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-434 ὄρσο μοι, Ἰφινό〈η〉: τὸ ἑξῆς· ὄρσο μοι, Ἰφινόη, τοῦδ᾽ ἀνέρος ἀντιόωσα, ὅστις στόλου ἡγεμονεύει, ἡμέτερόνδε μολεῖν. τὸ δὲ ἀντιόωσα ἀντὶ τοῦ ἀντιάσουσα οἷον ἀξιώσουσα, τουτέστι δεησομένη. στόλος δέ ἐστιν ἐπὶ πρᾶξίν τινα πορευόμενον πλῆθος, καὶ ἐπὶ νεῶν τε λέγεται καὶ σχεδὸν ἐπὶ πάσης ὁρμῆς καὶ μείζονος παρασκευῆς. προστίθησι δὲ οὕτω Παλαμήδης·

“οὕτω δὲ λέγεται καὶ ἡ εἰς ὀξὺ 〈τῆς νεὼς〉 ἀπόληξις”
. 301 302 303 304 305 306 307 308

718-19. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-438 εἴσαντο: ἀντὶ τοῦ διενοήθησαν, ὑπέλαβον. τηλυγέτην δὲ νῦν ἀκουστέον μόνην. ὁ γὰρ νοῦς· διενοήθησαν δὲ μονογενῆ Θόαντι τὴν Ὑψιπύλην γεγενημένην τὴν βασιλείαν τοῦ πατρὸς εἰληφέναι. 309 310

721-22. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-439 Ἰτωνίδος: ἐν Θεσσαλίᾳ θεὰ Ἰτωνὶς τιμᾶται καὶ ἐν Κορωνείᾳ [πόλις] τῆς Βοιωτίας, ἀπὸ Ἰτώνου τοῦ ἥρωος. ἀστείως δὲ οὐ πολεμικῇ σκευῇ χρώμενον εἰσάγει, ἀλλ᾽ ἐσθῆτι κοσμούμενον· πρῶτον μέν, ὅτι ἀπόλεμον αὐτὸν ἐκάλει, ἔπειτα, ὅτι καὶ γυναικῶν μόνων ἡ πόλις, αἳ μάλιστα τοῖς τοιούτοις χαίρουσι. καὶ ὁ Μένανδρος (fg 736 K. III 208):

“εὐκαταφρόνητος τῇ στολῇ εἴσειμι καὶ ταῦτ᾽ εἰς γυναῖκας”
. ἤδη δὲ καὶ διὰ τῆς δωρησαμένης θεοῦ τὸ τῆς χλανίδος κάλλος ἐσήμηνεν. P 311 312 313 314 315 316 317 318 319 320 321 322 323 324

723-24. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-440 δρυόχους: ἐν οἷς καταπήσσεται ἡ τρόπις ξύλοις, ταῦτα οὕτω καλοῦσιν. Ὅμηρος (τ 574):

‘ἵσταχ᾽ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας’
. δρύοχοι οὖν τὰ ἐγκοίλια τῆς νεώς. κανόνας δὲ τὰς στάθμας, οἷς τὰ ξύλα καὶ τοὺς τοίχους οἱ τέκτονες ἐξισάζουσιν. δάε δέ· ἐδίδαξεν ἡ θεός. 325 326

726-27. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-442 ἔρευθος: ἐρύθημα. ἔστι δὲ καὶ βοτάνης εἶδος ἐρυθρόν, ᾗ τὰ ἔρια βάπτουσιν. ἐρευθήεσσα δὲ ἀντὶ τοῦ πυρρά, ὑπέρυθρος. καὶ ἔστι παρὰ τὸ Σαπφικόν (fg inc. lib. 37 Lobel = 20 B. III 96):

‘παντοδαπαῖς〈ι〉 μεμιγμένα χροιαῖσιν’
. 327 328 329 330

730-31a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-445 Κύκλωπες: οὗτοι γάρ, Βρόντης καὶ Στερόπης, τῷ Διὶ τὸν κεραυνὸν ἔδωκαν. καὶ Ἡσίοδος (Theog. 141):

‘οἳ βροντήν Ζηνὶ ἔδοσαν τεῦξάν τε κεραυνόν’
.

730-31b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-446 〈ἐπ᾽ ἀφθίτῳ:〉 ἐπὶ θείῳ καὶ θαυμαστῷ καὶ ἀθανάτῳ ἔργῳ. L g

730-31c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-447 ἤτοι ἐπὶ ποσότητος τόσον ἢ ἐπὶ θαύματος, τοσοῦτον ἀντὶ τοῦ μεγάλως. L m (P)

732-33. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-448 μιῆς δ᾽ ἔτι δεύετο: ὅτι ἦν ἡμιτελὴς παρὰ μίαν ἀκτῖνα ὁ κεραυνός. αἰνίττεται δέ, ὅτι τὸ κατασκεύασμα ἀληθῶς εἶχε τὸν κεραυνὸν καὶ ὀλίγῳ ἐλαττούμενον τῆς ἀληθοῦς λαμπηδόνος· οὐ γὰρ οἷόν τε ἦν τεχνίτην ἐν ποικίλματι ὁμοίαν τὴν λαμπηδόνα ποιῆσαι τῆς ἀληθοῦς.

735-37a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-450 Ἀντιόπης: δύο Ἀντιόπαι ἐγένοντο, ἡ μὲν Νυκτέως, ἡ δὲ Ἀσωποῦ, ἧς καὶ μέμνηται· ἧς καὶ Διὸς Ἀμφίων καὶ Ζῆθος, οἳ καὶ ἐτείχισαν τὰς Θήβας. 331 332 333 334 335 336

735-37a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-451 καὶ τὰς Θήβας ἐτείχισαν, ὡς καὶ Ὅμηρός φησιν (λ 263):

“οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο”
. Φερεκύδης (3 fg 41 c J.) δὲ καὶ τὴν αἰτίαν παραδίδωσι· διότι Φλεγύας πολεμίους ὄντας εὐλαβοῦντο. 〈...〉 βασιλεύοντι 〈...〉 Κάδμῳ 〈...〉. 337 338


and they built the walls of Thebes, as Homer also says (λ 263):

735-37b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-452 〈κεῖτο πέλας:〉 ἀστείως ὡς πρὸς τὴν ἕδραν τῆς πόλεως καὶ τὴν στάσιν τῶν τειχῶν τὸ κεῖτο ἔταξεν. L g (P) 339 340

747-51b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-461 Μήστωρ, Ἠλεκτρύων, καὶ κοινὴν ἔσχον τὴν βασιλείαν. Μήστορος δὲ θυγάτηρ Ἱπποθόη, ἧς καὶ Ποσειδῶνος Πτερέλαος· Πτερελάου παῖδες Τηλεβόας καὶ Τάφιος, ἀφ᾽ οὗ ἡ νῆσος. ὡς δέ τινες, Τηλεβόου τοῦ Πτερελάου ἐγένοντο παῖδες οἱ καλούμενοι Τηλεβόαι. ἐλθόντες δὲ ἀπήτουν Ἠλεκτρύωνα τὰ τῆς μάμμης ἑαυτῶν Ἱπποθόης, ἀντιστάντες δὲ αὐτοῖς οἱ Ἠλεκτρυωνίδαι ἀνηρέθησαν ὑπ᾽ αὐτῶν. Τηλεβόαι οὖν οἱ Τάφιοι, ἤτοι ὅτι τῆλε οἰκοῦντες ἀπὸ Ἄργους τὰς βοῦς ἀπήλασαν, ἢ ἀπὸ Τηλεβόου τοῦ Πτερελάου τοῦ βασιλέως υἱοῦ, οὗ ἀδελφὸς Τάφιος, ἀφ᾽ οὗ καὶ ἡ νῆσος. 341 342 343 344 345 346 347 348 349 350


Mestor and Electryon held the kingship in common. Mestor's daughter was Hippothoe, and by Poseidon she had Pterelaus. Pterelaus' sons were Teleboas and Taphius, from whom the island is named. But according to some, the sons of Teleboas son of Pterelaus were those called Teleboans. They came and demanded from Electryon the property of their grandmother Hippothoe, and when the sons of Electryon opposed them, they were killed by them. So the Teleboans are the Taphians, either because they drove off the cattle from Argos while living far away (tēle), or from Teleboas son of King Pterelaus, whose brother was Taphius, from whom the island is named.

747-51c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-462 ἀμέρσαι: στερησαι. L gP

763-64a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-475 ζητητέον δὲ τί βούλεται αὐτῷ ταῦτα τὰ ποικίλματα. καὶ ἐροῦμεν, ὅτι ὁ ποιητὴς διὰ τῆς χλαμύδος οὐδὲν ἕτερον ἢ τὴν κοσμικὴν τάξιν καὶ τὰς τῶν ἀνθρώπων πράξεις φησί. καὶ πρῶτον μὲν διὰ τοῦ κεραυνοῦ καὶ τῶν Κυκλώπων θεόν τινα καὶ θείαν φύσιν ἀλληγορεῖ· διὸ καί φησιν (v. 730):

“ἐπ᾽ ἀφθίτῳ ἥμενοι ἔργῳ”
. μεθ᾽ ὃ πόλεις κτιζομένας διὰ τῆς τοῦ Ἀμφίονος λύρας ἱστορεῖ· ἔπειτα τὰ ἐν ταῖς πόλεσι πάντα γινόμενα, ἔρωτάς τε καὶ πολέμους — τοῦτο γὰρ βούλεται αὐτῷ ἡ Ἀφροδίτη ὁπλοφοροῦσα, ἡ δὲ βία καὶ αἱ μάχαι διὰ τῆς τῶν Ταφίων ἱστορίας —, ἀγῶνάς τε καὶ γάμους διὰ τῶν τοῦ Πέλοπος ἄθλων, ἀσεβείας τε καὶ τιμωρίας πρὸς τῶν κρειττόνων διὰ τοῦ Τιτυοῦ, ἐπιβουλάς τε καὶ διαβολὰς καὶ σωτηρίας διὰ τῆς τοῦ Φρίξου ἱστορίας, καὶ σχεδὸν πάντα τὰ ἐν ταῖς πόλεσι γινόμενα διὰ τῆς χλαμύδος ποιητικῶς ἔφρασεν. δῶρον δέ φησιν εἶναι τὴν χλαμύδα τῆς Ἀθηνᾶς, ἐπειδὴ ὅ τε κόσμος ὑπὸ τῆς θείας φρονήσεως γέγονε, τῶν τε ἐν αὐτῷ ὑπὸ τῶν ἀνθρώπων πραττομένων οὐδὲν ἄνευ φρονήσεως ὀρθῶς γένοιτ᾽ ἄν. 351 352 353 354 355 356


One must inquire what these embroidered designs mean to him. And we shall say that the poet, through the cloak, speaks of nothing other than the cosmic order and the deeds of men. And first, through the thunderbolt and the Cyclopes, he allegorizes some god and divine nature; therefore he also says (v. 730):

763-64b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-476 εἰσαΐων: ἐφθέγγετο γὰρ ὁ κριὸς πιστούμενος τῷ Φρίξῳ τὴν σωτηρίαν κατὰ βούλησιν Διός. L m (P)

763-64c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-477 〈ὅδ᾽ ᾖ:〉 κριός. S g

763-64d. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-478 ἐξενέποντι: περιττὴ ἡ ἐξ. L gP

763-64e. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-479 〈ἐξενέποντι:〉 ἀνθρώπῳ. S m 357 358

769-73. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-482 αἱ δὲ Ἀριστάρχειοι (I 404, 10 Ludwich) δι᾽ ἑτέρου ρ ἔχουσι τὰς τοιαύτας γραφάς, ὡς Ἡρακλέων (fg 11 Berndt Progr. gymn. Insterb. 1914, 21) φησὶν ἐν τῇ π τῆς Ἰλιάδος (228)

‘τό ῥα τότ᾽ ἐκ χηλοῖο λαβών’
. τὸ δὲ δεῖσεν ἀργαλέας ἔριδας τὰς τῶν μνηστήρων λέγει τῆς Ἀταλάντης ἔριδας· ἔδεισεν, μὴ εἰς στάσιν αὐτοὺς ἐξάψῃ καὶ διαφορά τις γένηται μεταξύ, τῶν μὲν μιγῆναι αὐτῇ θελόντων, τῆς δὲ τὴν παρθενίαν τηρούσης. ὅτι δὲ ἐμίγησαν οἱ Ἀργοναῦται ταῖς Λημνίαις, Ἡρόδωρος ἱστορεῖ ἐν τοῖς Ἀργοναυτικοῖς (31 fg 6 J.). Αἰσχύλος δὲ ἐν Ὑψιπύλῃ (p. 79 N.²) ἐν ὅπλοις φησὶν αὐτὰς ἐπελθούσας χειμαζομένοις ἀπείργειν, μέχρι λαβεῖν ὅρκον παρ᾽ αὐτῶν ἀποβάντας μιγήσεσθαι αὐταῖς. Σοφοκλῆς δὲ ἐν ταῖς Λημνίαις (II p. 52 Pearson) καὶ μάχην ἰσχυρὰν αὐτοῖς συνάψαι φησίν. 359 360 361 362 363 364 365 366


The Aristarchean editions (I 404, 10 Ludwich) have such readings with a second rho, as Heracleon (fg 11 Berndt Progr. gymn. Insterb. 1914, 21) says in the 17th book of the Iliad (228)

865-68b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-539 βάροις ἤλθομεν; καὶ οὔ φησι τὸ κάλλος αὐτῶν ἀποφυγόντες· τάχα γὰρ ἀληθῶς ἐν τῇ Λήμνῳ εὐπρεπεστέρας εἶναι γυναῖκας συνέβαινεν· καὶ πρὸς τὸ σεμνὸν τοῦ Ἡρακλέους. L


Did we come with heavy ships? And he says not having escaped their beauty; for perhaps truly in Lemnos it happened that the women were more beautiful; and this is in keeping with the dignity of Heracles. L

879-83d. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-548

ναῖκας, ἄνθεσι δὲ τοὺς ἥρωας, σίμβλῳ δὲ κοίλῳ τὴν πόλιν· τὰ δὲ ἐπίλοιπα πῶς ἂν οὐκ εἴη ἀνάρμοστα, δι᾽ ὧν φησι· χαίρει καὶ ἀγάλλεται ὁ λειμών, καίτοι λυπεῖται ἡ πόλις, διὸ φησι κινυρόμεναι · καὶ πάλιν ἀνάρμοστον τὸ
‘γλυκὺν ἄλλοτέ τ᾽ ἄλλον καρπὸν ἀμέργουσιν’
· οὐ γὰρ δὴ τὸν ἀρειότερον τῶν ἡρώων ἑκάστη ἔσπευδεν ἀπολαμβάνειν. ταῦτα δ᾽ ἂν πρὸς τὴν πρώτην μῖξιν καὶ σύνοδον ἡρμόζετο. L


women, and to flowers the heroes, and to a hollow hive the city; but how would the remaining parts not be incongruous, through which he says: the meadow rejoices and exults, although the city grieves, wherefore he says wailing; and again incongruous is 'they pluck the sweet fruit, one at one time, another at another'; for surely each woman was not eager to receive the more warlike of the heroes. But these things would have been fitting for the first mingling and union. L
367 368

879-83e. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-549

πρὸς τοὺς ἐπιλαμβανομένους τῆς παραβολῆς, ὅτι οὐ πάντα τὰ λεγόμενα ἁρμόττει τοῖς προκειμένοις, ῥητέον, ὅτι τὰ μὲν τῆς παραβολῆς πρὸς σαφήνειαν τοῦ γενομένου λαμβάνεται, τὰ δὲ πρὸς κάλλος μόνον καὶ ἔκφρασιν συντελεῖ. P


To those who find fault with the comparison, because not all the things said fit the subject, one must say that some parts of the comparison are taken for clarity of what happened, while others contribute only to beauty and description. P
369 370

879-83f. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-550

ἐνδυκέως: ἐπιμελῶς, σπουδαίως. τὸ δὲ κινυρόμεναι οὐκ εὖ· σημαίνει γὰρ τὸ θρηνῳδούσαι καὶ ἔδει κλαίουσαι, δακρυόεσσαι.


ἐνδυκέως: carefully, zealously. But κινυρόμεναι is not good; for it means 'lamenting', and it should be 'weeping', 'tearful'.
371 372

916-18b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-572

Ἀξιοκέρσα, Ἀξιόκερσος, 〈Κάσμιλος〉. Ἀξίερος μὲν οὖν ἐστιν ἡ Δημήτηρ, Ἀξιοκέρσα δὲ ἡ Περσεφόνη, Ἀξιόκερσος δὲ ὁ Ἅιδης· ὁ δὲ προστιθέμενος τέταρτος Κάσμιλος ὁ Ἑρμῆς ἐστιν, ὡς ἱστορεῖ Διονυσόδωρος (68 fg 1 J.). Κάβειροι δὲ δοκοῦσι προσαγορεύεσθαι ἀπὸ Καβείρων τῶν κατὰ Φρυγίαν ὀρῶν, ἐπεὶ ἐντεῦθεν μετηνέχθησαν. οἱ δὲ δύο εἶναι τοὺς Καβείρους φασί, [πρότερον] πρεσβύτερον μὲν Δία, νεώτερον δὲ Διόνυσον.


Axiokersa, Axiokersos, 〈Kasmilos〉. Axieros then is Demeter, Axiokersa is Persephone, Axiokersos is Hades; and the fourth added, Kasmilos, is Hermes, as Dionysodorus (68 fg 1 J.) relates. The Cabeiri seem to be named from the Cabeirian mountains in Phrygia, since they were brought from there. Others say that the Cabeiri are two, the elder Zeus, the younger Dionysus.
ἡ δὲ Σαμοθράκη ἐκαλεῖτο πρότερον Λευκοσία, ὡς ἱστορεῖ Ἀριστοτέλης ἐν Σαμοθράκης πολιτείᾳ (fg 538 Rose 1567a 34). ὕστερον δὲ ἀπὸ Σάου, τοῦ Ἑρμοῦ καὶ Ῥήνης παιδός, Σάμος προσωνομάσθη κατὰ παρένθεσιν τοῦ μ. Θρᾳκῶν δὲ οἰκησάντων αὐτὴν ἐκλήθη Σαμοθράκη.


Samothrace was formerly called Leucosia, as Aristotle relates in the Constitution of Samothrace (fg 538 Rose 1567a 34). Later, from Saos, the son of Hermes and Rhene, it was renamed Samos by insertion of the m. When Thracians settled it, it was called Samothrace.
373 374 375 376 377 378 379 380 381 382 383 384 385 386

916-18c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-573 ἀγανῇσι τελεσεφορίῃσι: ταῖς θείαις καὶ ὁσίαις μυσταγωγίαις. L g (P)

916-18d. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-574 θέμιστας: ἀντὶ τοῦ μυστήρια. L g (P)

916-18e. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-575 σαώτεροι: ἀκινδυνότεροι. λέγονται γὰρ οἱ αὐτόθι μυηθέντες ἐπακούεσθαι εἰς ὃ ἂν εὔξωνται, ὡς Ἀριστοφάνης (Pac. 277 sq.)·

‘ἀλλ᾽ εἴ τις ὑμῶν ἐν Σαμοθράκῃ τυγχάνει / μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλόν.’
δοκοῦσι γὰρ μᾶλλον σῴζεσθαι οἱ τὰ μυστήρια εἰδότες.


For those who know the mysteries seem to be saved more.
387 388 389 390

919-21b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-577 ὄργια: τὰ μυστήρια, παρὰ τὸ εἴργειν τοὺς ἀμυήτους αὐτῶν. ἢ τὰ ἐν ὀργάσι γινόμενα· ὀργάδες δὲ οἱ σύμφυτοι τόποι καὶ ὑγροί.

932-33a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-584 391 392 393 394 395 396 397 398

932-33b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-585 Πιτύεια: ἡ Λάμψακος τὸ πρότερον Πιτύεια προσηγορεύετο, ἥν τινες Πιτύουσαν ὀνομάζουσι 〈διὰ τὸ ἔχειν πίτυς πολλάς〉. τινὲς δέ φασιν, ὅτι Φρίξος γενόμενος ἐνταῦθα θησαυρὸν ἔθηκεν καὶ ἀπὸ τούτου ἡ πόλις ὠνομάσθη· Θρᾷκες γὰρ τὸν θησαυρὸν πιτύην λέγουσι. μνημονεύει δὲ αὐτῆς καὶ Ὅμηρος (B 829)·

‘καὶ Πιτύειαν ἔχον’
. 399 400 401 402

932-33b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-586

ἡ δὲ Ἀβαρνὶς τοῦ Ἑλλησπόντου, ᾗ τὸ παλαιὸν Ἀπαρνὶς ἐκαλεῖτο, ὡς εἴρηται, ἀπὸ τοῦ Ἀφροδίτην ἐνταῦθα τεκοῦσαν τὸν Πρίαπον ἀπαρνήσασθαι τὸν παῖδα διὰ τὸ ἀπρεπὲς τοῦ αἰδοίου.


Aparnis is a place on the Hellespont, which in ancient times was called Aparnis, as has been said, from Aphrodite, having given birth to Priapus there, renouncing the child because of the unseemliness of his genitals.
403 404

936-49f. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-594 ἔστιν ἡ Ἀσία, ἐκ δὲ ἀριστερῶν ἡ Εὐρώπη. πολυλήιον δὲ τὴν Φρυγίαν εἶπεν τὴν πολύπυρον ἢ πολυθρέμμονα. 405 406


Asia is on the right, and Europe on the left.

936-49g. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-595 ὅσσον τ᾽ ἐπιμύρ〈ε〉τ〈αι〉: ὅσον, φησί, διάστημα ἰσθμοῦ ἔστιν. οἱ δὲ τὸ ὅσον θαυμαστικῶς ἤκουσαν, ὃ κρεῖττον, ἵνα ᾖ· ἡ χερρόνησος καὶ εἰς θάλασσαν κειμένη καὶ ἰσθμόν ἔχουσα — εἶτα θαυμαστικῶς· ὅσον γὰρ ἐκεῖνος ὁ ἰσθμὸς βοᾷ τοῖς κύμασι ῥησσόμενος. ἰσθμὸς δὲ καλεῖται ὁ ἐξ ἀμφοτέρων τῶν μερῶν θάλασσαν ἔχων τόπος· εἴρηται δὲ ἰσθμὸς παρὰ τὸ ἐν στενῷ εἶναι, οἷον ἴστνος τις ὤν· ὅθεν καὶ τοῦ τραχήλου τὰ παρίσθμια. πορθμὸς δὲ ὁ ἐξ ἀμφοτέρων γῆν ἔχων. 407 408 409 410 411 412 413 414 415 416

936-49h. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-596 ἐπιμύρεται: ηχεῖ, βοᾷ. L g (P)

936-49i. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-597 ἐπιπρηνής: ἀντὶ τοῦ ἐπίπροσθεν. L gG g (P)

936-49k. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-598 καταειμένος: καταρρεόμενος, ἢ καταπνεόμενος, ἢ κεκαλυμμένος φυτοῖς. L gG m (P) 417 418

936-49l. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-599 ἀμφίδυμοι δὲ, ὅτι ὁ τῆς Κυζίκου λιμὴν δισσὰς εἰσόδους ἐξ ἑκατέρου μέρους ἔχει. L 419 420

936-49m. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-600 ἀμφίδυμοι: δύο εἰσόδους ἔχουσαι· τοιοῦτος γάρ ἐστιν ὁ Κυζίκου λιμήν. L gG g (P) 421 422 423 424 425 426

936-49n. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-601 Αἰσήποιο: ποταμός 〈πέραν〉 Κυζίκου. L gP 427 428

936-49o. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-602 Γηγενέες: τούτων καὶ Ἡρόδωρος μνημονεύει ἐν τοῖς Ἀργοναυτικοῖς (31 fg 7 J.), καὶ ὅτι ἐπολέμησαν Ἡρακλεῖ. 429 430

936-49o. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-603 οἱ μὲν οὖν Γηγενεῖς περὶ Κύζικον ᾤκουν, οἱ δὲ Δολίονες περὶ τὸν ἰσθμόν.


The Earthborn, then, dwelt around Cyzicus, and the Doliones around the isthmus.

936-49p. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-604 ἥρως Αἰνήιος: Κυζίκου πατὴρ Αἰνεύς, Ἀπόλλωνος παῖς καὶ Στίλβης 〈...〉 ὅθεν καὶ πόλις ὠνόμασται. 〈...〉 μητρὸς δὲ Εὐανθείας. μετέστη δὲ ἐκ Θεσσαλίας καὶ ᾤκησε περὶ τὸν Ἑλλήσποντον. 431 432

936-49q. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-605 ἐν δ᾽ ἥρως Αἰνήιος: ὅτι Αἰνεὺς Θετταλὸς ὢν τὸ γένος ᾤκησεν ἐν Ἑλλησπόντῳ. γήμας δὲ Εὐεώρου βασιλέως τῶν Θρᾳκῶν Αἰνήτην, γεννᾷ Κύζικον, ἀφ᾽ οὗ ἡ πόλις. Εὐεώρου δὲ υἱὸς Ἀκάμας, ὃν Ὅμηρος ἐν τῇ Βοιωτίᾳ (Β 844) ἡγεῖσθαι Θρᾳκῶν ἅμα τῷ Πείρῳ 〈φησίν〉. 433 434 435 436

936-49r. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-606 δίου Εὐεώροιο: τοῦ ἐνδόξου Εὐεώρου ἡ θυγάτηρ. Εὔεωρος δὲ Θράκης βασιλεύς· Ὅμηρος (Ζ 8)· ‘υἱὸν Εὐεώρου Ἀκάμαντ᾽ ἠύν τε μέγαν τε’. 437 438

955-60d. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-615 〈κεῖνον:〉 τὸν ὑπὸ τῶν ἡρώων καταλειφθέντα. L g

955-60e. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-616 Νηλεῖδαι: οἱ μετὰ Νηλέως τοῦ Κόδρου ἀποικήσαντες ἐκ τῆς Ἀττικῆς Ἴωνες καὶ τὴν Καρίαν καὶ Φρυγίαν κατασχόντες, χρησμοῖς τοῦ Ἀπόλλωνος ἐκεῖνον τὸν λίθον τῇ Ἀθηνᾷ ἀφιέρωσαν.

955-60f. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-617 ὀλίγον δὲ λίθον τὸν μικρὸν ἔφη, ὡς καὶ Ὅμηρος (υ 259) ‘ὀλίγην τράπεζαν’ καὶ Θεόκριτος (Ι 47) ‘ὀλίγον κοῦρον’. P 439 440

974-76a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-632 ἀκήρατος: ἀντὶ τοῦ ἄπαις καὶ καθαρὰ ὠδίνων. Κλείτη δὲ θυγάτηρ Μέροπος Περκωσίου τὸ γένος, μάντεως, ἣν Κύζικος ἔγημεν, ὡς ἱστορεῖ Δηίοχος (fg 4 M. II 17) καὶ Ἔφορος (70 fg 184 J.). 441 442 443 444 445 446

974-76b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-633 〈νέον:〉 νεωστί. L g

996-97. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-647 ἐφ᾽ Ἡρακλεῖ τετράφθαι τοὺς Γηγενεῖς. ὁ δὲ μῦθος ἀπὸ τοῦ Νεμεαίου λέοντος. μέμνηται δὲ καὶ Καλλίμαχος ἐν οἷς φησι (Hymn. III 107—09)·

“τήν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φευγοῦσαν / Ἥρης ἐννεσίῃσιν, ἀέθλιον Ἡρακλῆι / ὕστερον ὄφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.”
447 448 449 450


that the Earthborn were reared for Heracles. The story is from the Nemean lion. Callimachus also mentions it where he says (Hymn III 107–09):

1037-38b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-682 γετικώτατος καὶ ἀποθεωθεὶς ἅμα τῷ ἀδελφῷ διασῴζει τὰς ναῦς. ἢ ἀφανοῦς καὶ ἀπροοράτου, παρὰ τὸ δείκω. τὸ δὲ

ἔκτοθεν ταὐτόν ἐστι τῷ ἐκτός. περὶ δὲ τῆς μάχης καὶ Δηίοχος (fg 6 M. II 18) ἱστορεῖ. περὶ δὲ τῆς τοῦ Κυζίκου ἀναιρέσεως καὶ τῆς ὅλης μάχης οὐ συμφωνεῖται. Ἔφορος (70 fg 61 J.) μὲν γάρ φησι τοὺς Δολίονας Πελασγοὺς ὄντας καὶ ἐχθρωδῶς διακειμένους πρὸς τοὺς τὴν Θεσσαλίαν καὶ Μαγνησίαν κατοικοῦντας διὰ τὸ ἀπελασθῆναι ὑπ᾽ αὐτῶν ἐπιθέσθαι αὐτοῖς, γράφων ἐν τῇ θ᾽. ἠκολούθηκε δὲ Ἀπολλώνιος Δηιόχῳ (v. supra). Καλλισθένης δὲ ἐν τῷ α᾽ τοῦ Περίπλου (124 fg 6 J.) κατ᾽ ἔχθραν φησὶ τοὺς οἰκοῦντας τὴν Κύζικον ἐπιθέσθαι νυκτὸς τοῖς Ἀργοναύταις.


ἔκτοθεν is the same as ἐκτός. About the battle also Deiochus (fg 6 M. II 18) gives an account. But about the killing of Cyzicus and the whole battle there is no agreement. Ephorus (70 fg 61 J.) says that the Doliones, being Pelasgians and hostilely disposed toward the inhabitants of Thessaly and Magnesia because they had been driven out by them, attacked them, writing in the ninth book. Apollonius followed Deiochus (see above). But Callisthenes in the first book of the Periplus (124 fg 6 J.) says that the inhabitants of Cyzicus attacked the Argonauts at night out of enmity.
451 452 453 454


and after being deified together with his brother he saves the ships. Or of unseen and unforeseen, from δείκω. The

1037-38c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-683 〈αὐτῇ ὑπὸ νυκτί:〉 αὐτῇ τῇ νυκτί, θαυμαστικῶς. L g

1037-38d. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-684 〈πέδησεν:〉 κατέσχεν. L g

1049-50. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-690 δὲ ἱεράκων γένη ἕξ, ὡς Καλλίμαχος ἐν τοῖς Περὶ ὀρνέων (fg 100 c 1 Schn.). καὶ Ὅμηρος δὲ ἔοικε τοῦτο γινώσκειν· φησί γοῦν (ν 86 sq.)·

“οὐδέ κεν ἴρηξ / κίρκος ὁμαρτήσειεν ἐλαφρότατος πετεηνῶν”
καί (ο 526) “κίρκος Ἀπόλλωνος ταχὺς ἄγγελος”. ὁ δὲ ἱέραξ ἱερός ἐστιν Ἀπόλλωνος.
πέλεια δὲ περιστερᾶς εἶδος ὅμοιον φάττῃ, ὡς φησιν Ἀριστοτέλης (Hist. an. V 13, 544 b 1).


πέλεια is a kind of dove similar to the wood pigeon, as Aristotle says (Hist. an. V 13, 544 b 1).
455 456 457 458


There are six kinds of hawks, as Callimachus in his On Birds (fg 100

1075-77a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-705 δὲ πᾶν τὸ πεπηγὸς οὕτω λέγουσι. τὸ δὲ Κύζικον ἐνναίοντες ἀντὶ τοῦ οἱ Κυζικηνοί. Ἰάονες δὲ διὰ τὸ ἀποίκους εἶναι Μιλησίων. καὶ γὰρ εἰς Μίλητον ὁ Νηλεὺς ἀποικίαν ἐστείλατο καὶ ἐκεῖθεν ἐπὶ Κύζικον μετὰ πολὺν χρόνον· ὅθεν καὶ τοὺς Κυζικηνοὺς Ἴωνας ἐκάλεσεν. 459 460


but they call everything congealed thus. But the

1075-77b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-706 πελάνους ἐπαλετρ〈εύουσιν〉: πᾶς δῆμος ἐπὶ τῆς μύλης ἐπαλετρεύουσι καὶ ἀλήθουσι πελάνους. πέλανος δὲ ὁ διαπεπηγμένος καὶ ῥυπαρὸς 〈ἀφρὸς〉 κατὰ Ἀττικούς, ὡς καὶ Εὐριπίδης (Orest. 220)·

‘στόματος ἀφρώδη πέλανον’
. φησὶ δὲ τοὺς ἀκαθάρτους καὶ εὐτελεῖς ἄρτους, οὓς ὁ Θεόκριτος (XXIV 138) Δωρικούς φησιν. 461 462 463 464

1079. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-707 ἦμαθ᾽ ὁμοῦ: τὸ ὁμοῦ παρ᾽ Ὁμήρῳ μὲν τὸ ἐν τῷ αὐτῷ τόπῳ σημαίνει (Λ 127)

“ὁμοῦ δ᾽ ἔχον ὠκέας ἵππους”
, παρὰ δὲ τοῖς μεθ᾽ Ὅμηρον καὶ ἄλλα σημαίνει, ὡς καὶ Σοφοκλῆς ἐπὶ χρόνου τέθεικεν αὐτό (Oed. R. 4 sq.)·
‘πόλις δ᾽ ὁμοῦ μὲν θυμιαμάτων γέμει, / ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων’.
νῦν δὲ ἀντὶ τοῦ ὁμοίως κεῖται, ὡς καὶ παρ᾽ Εὐριπίδῃ (Herc. 455)·
‘ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες’.
465 466 467 468

1080. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-708 〈ἐπιπλομένη:〉 ἐπερχομένη. L gr (P)

1081. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-709 ὧλλοι μέν ῥα: ἡ τοιαύτη συναλοιφὴ τῆς νεωτέρας Ἰάδος ἐστί. διὸ μέμφονται Ζηνοδότῳ εἰπόντι 〈δεῖν ἀναγινώσκειν〉 (Β 1)

“ὧλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες”
· οὐ κέχρηται γὰρ ταύτῃ Ὅμηρος. 469 470 471 472

1082a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-710 πύματον λάχος: ὕστατον κλῆρον καὶ μερίδα τοῦ ἐν τῇ Δολιονίᾳ ὕπνου λαμβάνοντες καὶ ἐκεῖσε ὑπνοῦντες· τῇ γὰρ ἑξῆς ἀναπλεῖν ἔμελλον. L gM P 473 474 475 476

1082b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-711 〈πύματον λάχος:〉 τοῦ ἐν Κυζίκῳ ὕπνου ὕστατον λάχος φησίν. S m 477 478

1083. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-712 ἀδινὰ κνώσσοντασ: ἐφύλαττον μεγάλως καὶ βαθέως ὑπνοῦντας. ὁ δὲ Ταρραῖος (fg 8 Linnenkugel De Lucillo Tarrhaeo, Diss. Monast. 1926, 89 ) λεπτὰ κοιμωμένους καὶ οὐ κατὰ βάθος.

1085—87a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-713 〈θεσπίζουσα:〉 προλέγουσα, μαντευομένη. L g

1085—87b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-714 λῆξιν ὀρινομένων: τὴν κατάπαυσιν καὶ λώφησιν τῆς τῶν ἀνέμων βίας. 〈ἀκταίης:〉 τὸ γὰρ ὄρνεον θαλάσσιον καὶ ἐν τοῖς αἰγιαλοῖς βιοῦν. λέγεται δὲ καὶ ὁ Ζεὺς ἐφεξῆς ιε᾽ ἡμέρας ἤ, ὡς τινες, ιδ᾽ εὐδιεινὰς ποιεῖν, ἵνα ἀποκυήσῃ παρὰ τοῖς αἰγιαλοῖς, αἱ ἀλκυονίδες ἡμέραι καλοῦνται, ζ᾽ πρὸ τοῦ τόκου καὶ ζ᾽ μετὰ τὸν τόκον. εἴληφε δὲ τὰ περὶ τῶν ἀλκυόνων παρὰ Πινδάρου ἐκ Παιάνων (fg 62 Schr.). εὐλόγως δὲ ὄσσαν εἶπε τὴν τῆς ἀλκυόνος φωνήν· ὑπὸ γὰρ Ἥρας ἦν ἀπεσταλμένη, ὡς φησι Πίνδαρος. 479 480 481 482 483 484 485 486

1085—87c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-715 ἀκταίης ὄρνιθος: τῆς παρὰ ταῖς ἀκταῖς καὶ τοῖς αἰγιαλοῖς διατριβούσης καθήκουσαν φωνὴν ἀκούσας. 487 488

1089a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-716 ἀφλάστοιο: Ἀπολλόδωρος ἐν ταῖς Λέξεσι (cf. 244 fg 240 J.) ἀποδέδωκεν ἄφλαστον τὸ ἀκροστόλιον. οὐκ εὖ, ἐπειδὴ τὸ 489 490 491 492

1089a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-717 ἀκροστόλιόν ἐστι τὸ ἄκρον τοῦ στόλου, στόλος δὲ λέγεται τὸ ἐξέχον ἀπὸ τῆς πτυχῆς καὶ διῆκον ἄχρι τῆς πρώρας ξύλον· πτυχὴ δὲ λέγεται, ὅπου τὸ τῆς νεὼς ἐπιγράφεται ὄνομα. ἔστιν οὖν ἄφλαστον 〈οὐ〉 τὸ ἀκροστόλιον 〈τὸ〉 κατὰ τὴν πρώραν, ἀλλ᾽ ὁ ποιητὴς αὐτὸ παραδίδωσιν ἐπὶ τῆς πρύμνης λέγων (Ο 716 sq.)·

“Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν, οὔτι μεθίει / ἄφλαστον μετὰ χερσὶν ἔχων.”
καὶ εἴρηται ἄφλαστον κατὰ συγγένειαν τοῦ φ πρὸς τὸ θ, ἄθλαστον· κατὰ ἀντίφρασιν, ἐπεὶ εὔθλαστόν ἐστιν. ἔστιν οὖν ἄφλαστον σανίδιον κατὰ τὴν πρύμναν. 493 494 495 496


The acrostolion is the tip of the stolos, and stolos is the name for the timber that projects from the ptyche and extends to the prow; ptyche is the name for the place where the ship's name is inscribed. Therefore the acrostolion at the prow is not the aphlaston, but the poet applies the term to the stern when he says (O 716 sq.):

1089b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-718 〈ἀφλάστοιο:〉 ἀκροστολίου. G g

1098—1102a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-719 ἐκ γὰρ τῆς ἄνεμ〈οι〉: ἐκ ταύτης τῆς Ῥέας καὶ γῆ καὶ θάλασσα καὶ οὐρανὸς συνέχεται. οἱ γὰρ φυσικοὶ αὐτὴν γῆν φυσιολογοῦσι καὶ τὴν πάντων ἁρμογὴν καὶ σύνδεσμον, καὶ τὸ ὄνομα αὐτῆς ἐτυµολογοῦσι παρὰ τὸ ῥεῖν ἀεὶ καὶ ποιεῖν τείρεα. καὶ φυσικῶς ταύτης ἄνδρα τὸν Κρόνον φασίν, οἱονεὶ τὸν χρόνον μεταβολῇ τῶν ἀντιστοίχων· σύνεστι δὲ τῇ τῶν στοιχείων τάξει ἐξ ἀνάγκης ὁ χρόνος. καὶ εἶτα λοιπὸν ἀλληγορικῶς τούτους τῶν θαλασσίων καὶ οὐρανίων καὶ χθονίων θεῶν πατέρασ εἶναί φασι· μετὰ γὰρ τὴν τῶν στοιχείων θέσιν καὶ σύνδεσμον συνέβη καὶ θεοὺς καὶ θεῶν δυνάμεις καὶ διαφορὰς μαθεῖν τοὺς ἄνδρας καὶ τιμῆσαι. 497 498 499 500

1098—1102b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-720 πεπείρηται: συνέχεται, συνέζευκται. L gG gP

1109. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-721 Ἱερῆς ἐκ πείσματα: ἧς καὶ ἐν τοῖς πρώτοις μέμνηται εἰπών (v. 1019)·

“Ἱερὴ δὲ φατίζεται ἥδ᾽ ἔτι πέτρη.”
501 502 503 504

1110. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-722 ἤρεσαν: ἐκωπηλάτησαν. τῷ δὲ συντελικῷ ἀντὶ παρατατικοῦ εἶπεν, τοῦ ἤρεσσον. λιμένα δὲ Θρηίκιον λέγει, ἐπειδὴ κεῖται μὲν ἡ Κύζικος ἐπ᾽ ἐσχάτοις τῆς Φρυγίας, συνάπτει δὲ ἡ Βιθυνία τῇ Φρυγίᾳ, Βιθυνοί δὲ Θρᾷκες κατὰ τὸ δεξιὸν μέρος. ἢ ἐπειδὴ Θρᾷκες Κύζικον ᾤκησαν. 505 506 507 508

1112—13. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-723 καὶ πᾶσα περαίη Θρηικ〈ίης〉: καὶ πᾶσα ἡ ἐν- 509 510

1112-13. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-724 ἀντία χώρα τῆς Θράκης. 〈Μακριάδες...〉 Ποντικὸν δὲ ἔθνος οἱ Μάκρωνες. τὸ δὲ χερσὶν ἑαῖς οὐκ εὖ εἴρηκεν· ὤφειλε γὰρ σφετέραις. 511 512


The land opposite Thrace.

1114—15a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-725 〈ἠερόεν〉 στόμα Βοσπόρου: ἠερόεν οἷον ἀερώδες ἤτοι ὁμιχλῶδες. Βόσπορος δὲ τὸ τῆς Προποντίδος στενόν, οὕτω κληθὲν ἀπὸ τῆς διανηξαμένης βοός, τῆς Ἰοῦς. 513 514 515 516

1114—15b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-726 ἐκ δ᾽ ἑτέρης: οὐ λέγει ἐκ δ᾽ ἑτέρης ἠπείρου — καὶ γὰρ ἡ Μυσία καὶ ὁ Αἴσηπος τῆς Ἀσίας —, ἐπὶ ἑτέρας δὲ χώρας λέγει, τῆς Τρῳάδος, καθ᾽ ἣν ὁ Αἴσηπος ῥεῖ χωρίσων αὐτὴν τῆς Μυσίας. καὶ Ὅμηρος (Μ 21)· ‘Γρήνικός τε καὶ Αἴσηπος’. ἡ δὲ Τρῳὰς ἀπὸ Μυσίας ἀρχομένη τῆς Μεγάλης ἐπὶ τοῦ Αἰσήπου λήγει· ἡ δὲ Δολιονία καὶ Φρυγία ἄρχεται μὲν ἀπὸ τοῦ Αἰσήπου, λήγει δὲ ἐπὶ Ῥυνδάκου. Μυσίαι δὲ δύο, ὧν ἡ μὲν μία τῇ Εὐρώπῃ πλησιάζει, ἡ δὲ ἑτέρα τῇ Ἀσίᾳ· τῆς οὖν ἐν Ἀσίᾳ Μυσίας αἱ κολῶναι τοῖς Ἀργοναύταις ἐφαίνοντο. 517 518 519 520

1116. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-727 καὶ πεδίον Νηπήιον: πεδίον Νηπείας ἔστι περὶ Κύζικον. μνημονεύει δὲ αὐτοῦ καὶ Καλλίμαχος ἐν Ἑκάλῃ (fg 45 Schn. = 101 Kapp)·

‘Νηπείης ἥ τ᾽ ἄργος, ἀοίδιμος Ἀδρήστεια.’
τὴν δὲ Νήπειαν Διονύσιος ὁ Μιλήσιος (32 fg 9 J.) πεδίον τῆς Μυσίας φησὶν εἶναι. ὁ γὰρ βασιλεὺς τῶν Μυσῶν Ὄλυμπος θυγατέρα Ἰάσου ἔγημεν, Νήπειαν ὄνομα, καὶ κατώκησεν ἐν τῷ πεδίῳ τούτῳ, ὃ νῦν καλεῖται Νηπείας πεδίον. Ἀπολλόδωρος (244 fg 175 J.) δὲ φησι Νηπείας πεδίον ἐν Φρυγίᾳ. ὁ δὲ Καλλίμαχός φησιν ἐν Ὑπομνήμασι (fg 100 h 3 Schn.) Νέμεσιν εἶναι τὴν τὸ πεδίον κατέχουσαν. ἔστι δὲ 521 522 523 524

1116. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-728 καὶ πόλις καλουμένη Ἀδρήστεια ἀπὸ 〈Ἀδράστου〉 τοῦ ἱδρυσαμένου. ὁ δὲ Ἀπολλώνιος ἑκατέρων μέμνηται, τῆς τε πόλεως καὶ τοῦ πεδίου· φησὶ γάρ·

ἄστυ τε καὶ πεδίον Νηπήιον Ἀδρηστείης.
τῆς δὲ πόλεως καὶ Ὅμηρος μνημονεύει (Β 828)·
‘οἳ δ᾽ ἄρ᾽ Ἀδρήστειαν εἶχον’.


And a city called Adrasteia, named after Adrastus its founder. Apollonius mentions both, the city and the plain; for he says:

1117—19a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-729 ἔσκε δέ τι στιβα〈ρὸν στύπος〉: στύπος τὸ πρέμνον καὶ στέλεχος, ἐξ οὗ καὶ 〈Ἀρχίλοχος (fg 127 B. II 423) ‘ὀρέων〉 ἀπεστύπαζον’. βρέτας δὲ τὸ βροτῷ ἐοικός. καὶ Εὐφορίων (fg 125 Scheidw.) δὲ ἐκ τούτου κινηθεὶς τὸ ξόανον τῆς μητρὸς τῶν θεῶν φησιν ἀµπέλινον εἶναι, διὰ τὸ τὴν ἄµπελον ἴσως ἱερὰν εἶναι τῆς Ῥέας. 525 526 527 528

1117—19b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-730 πρόχνυ: παντελῶς. L gG gS mP

1117—19c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-731 γεράνδρυον: ἀρχαῖον, ξηρόν, ἄχρηστον. L gG gS mP 529 530 531 532

1120. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-732 〈ὀκριόεντι〉 κολωνῷ: τῇ ἐξεχούσῃ ἀκρώρειᾳ. L g (P) 533 534

1123a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-733 χέραδος: ἡ τῶν βραχέων λίθων συλλογή τῶν καθ᾽ ἕνα χειρὶ ληφθῆναι δυναμένων, οὓς Ὅμηρος χερμάδιά φησι. τὸ δὲ βωμὸν ἀντὶ τοῦ εἰς βωμοῦ κατασκευήν. 535 536 537 538

1123b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-734 χέραδες λέγονται οἱ σωροί τῶν μικρῶν λίθων. φησὶ Δημήτριος ὁ Σκήψιος (fg 70 Gaede) τὴν διάλεκτον Ἀπολλωνιατῶν εἶναι τῶν ἐν Πόντῳ. μνημονεύει καὶ Σαπφώ (fg inc. lib. 30 Lobel = 114 B. III 127)

‘μή κίνη χεράδας’
καὶ Ὅμηρος (Φ 319)
‘ἅλις χεράδος περιχεύας’.
χέραδος δὲ ὁ τῶν λίθων σωρός· εἰς δὲ τὴν τοῦ βωμοῦ κατασκευὴν λίθους ἐσώρευον.


χέραδος is the heap of stones; for the construction of the altar they heaped up stones.
539 540 541 542

1124a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-735 δρυΐνοισιν: εἰκότως· ἡ γὰρ δρῦς ἱερὰ τῆς Ῥέας, ὡς φησιν Ἀπολλόδωρος ἐν γ᾽ Περὶ θεῶν (244 fg 92 J.).

1124b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-736 δρυΐνοις δὲ αὐτούς φησι στέφεσθαι διὰ τὸ μεμερίσθαι τῇ θεῷ τὸ δένδρον τοῦτο, διὰ τὸ καὶ πρὸς στέγας καὶ πρὸς τροφὴν 〈τὸ〉 πρῶτον χρησιμεῦσαι. 543 544

1125. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-737 Δινδυμίην: τὴν ἐν τῷ Δινδύμῳ ὄρει τιμωμένην ἐπικαλούμενοι καὶ ἱκετεύοντες. L g (P)

1126—31a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-738

ἐνναέτιν Φρυγίης, Τιτίην θ᾽ ἅμα: [περί] τῶν Ἰδαίων Δακτύλων καλουμένων πρώτους 〈τούτους〉 φησὶν εἶναι καὶ παρέδρους τῇ μητρὶ τῶν θεῶν, ἀκολουθῶν Μαιανδρίῳ λέγοντι Μιλησίους, ὅταν θύωσι τῇ Ῥέᾳ, προθύειν Τιτίᾳ καὶ Κυλλήνῳ. εἰσὶ δὲ οὗτοι τῶν Ἰδαίων Δακτύλων μοιρηγέται καὶ μητρὸς θεῶν πάρεδροι. Καλλίστρατος δὲ ἐν τῇ β᾽ τῶν Καθ᾽ Ἡράκλειαν περὶ Τιτίου φησίν (fg 2 M. IV 354)·
‘ὁ δὲ Τιτίας ἥρως ἐγχώριος, ὃν οἱ μὲν μυθεύουσι παῖδα Διός, οἱ δὲ τὸν πρεσβύτατον τῶν Μαριανδυνοῦ τοῦ Κιμμερίου παίδων, δι᾽ ὃν μάλιστα τὸ ἔθνος ηὔξηται καὶ προάγεται ἔτι εἰς εὐδαιμονίαν·


The nine-year-old Phrygian woman, and Titias together: [concerning] the so-called Idaean Dactyls, he says that these were the first and the assessors of the mother of the gods, following Maeandrius who says that the Milesians, whenever they sacrifice to Rhea, sacrifice first to Titias and Cyllenus. These are the leaders of the Idaean Dactyls and the assessors of the mother of the gods. But Callistratus in the second book of his On Heraclea says about Titias (fg 2 M. IV 354): 'Titias is a local hero, whom some mythologize as a child of Zeus, but others as the eldest of the children of Mariandynus, son of Cimmerius, through whom especially the nation has grown and is still advancing to prosperity;'
545 546

1126—31a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-739 ἀπεθεώθη δὲ ὑπὸ Μαριανδυνῶν’, καὶ Προμαθίδας δὲ ἐν τοῖς Περὶ Ἡρακλείας (fg 1 M. III 201) λέγει περὶ Τιτίου, ὅστις ἦν, καὶ Θεοφάνης (188 fg 2 J.). ὅτι δὲ νύμφη τῆς Οἰαξίδος γῆς δραξαμένη τοὺς καλουμένους Ἰδαίους Δακτύλους ἐποίησε, παρὰ Στησιμβρότου (107 fg 12 b J.) εἴληφε. 〈...〉 καὶ ὅτι διὰ τῶν χειρῶν διερρύησαν, Δακτύλους κληθῆναι. Σοφοκλῆς δὲ αὐτοὺς Φρύγας καλεῖ ἐν Κωφοῖς Σατύροις (fg 364 Pearson). 547 548


He was deified by the Mariandynians, and Promathidas in his work On Heraclea (fr. 1 M. III 201) speaks about Titius, who he was, and Theophanes (188 fr. 2 J.). That a nymph of the Oaxian land, grasping the earth, produced the so-called Idaean Dactyls, he took from Stesimbrotus (107 fr. 12 b J.). 〈...〉 and that because they slipped through the hands, they were called Dactyls. Sophocles calls them Phrygians in The Deaf Satyrs (fr. 364 Pearson).

1126—31b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-740 Δάκτυλοι Ἰδαῖοι: ἐκατέρους πέντε φασὶ τούτους εἶναι, δεξιοὺς μὲν τοὺς ἄρσενας, ἀριστεροὺς δὲ τὰς θηλείας. Φερεκύδης (3 fg 47 J.) δὲ τοὺς μὲν δεξιοὺς κ᾽ λέγει, τοὺς δὲ εὐωνύμους λβ᾽. γόητες δὲ ἦσαν καὶ φαρμακεῖς, καὶ δημιουργοί σιδήρου λέγονται πρώτοι καὶ μεταλλεῖς γενέσθαι· ἀριστεροὶ μὲν αὐτῶν, ὡς φησι Φερεκύδης (v. supra), οἱ γόητες, οἱ δὲ μεταλλεύοντες δεξιοί. ὠνομάσθησαν δὲ ἀπὸ τῆς μητρὸς Ἴδης. ὡς 〈δὲ〉 Ἑλλάνικός (4 fg 89 J.) φησι, Ἰδαῖοι Δάκτυλοι ἐκλήθησαν, ὅτι ἐν τῇ Ἴδῃ συντυχόντες τῇ Ῥέᾳ ἐδεξιώσαντο τὴν θεὸν καὶ τῶν δακτύλων αὐτῆς ἥψαντο. ὡς δὲ Μνασέας ἐν τῷ α᾽ Περὶ Ἀσίας (fg 26 M. III 154), Ἰδαῖοι Δάκτυλοι λέγονται ἀπὸ τοῦ πατρὸς Δακτύλου. 549 550 551 552

1126-31b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-741 καὶ τῆς μητρὸς Ἴδης. ὁ δὲ τὴν Φορωνίδα συνθεὶς γράφει οὕτως (fg 2 Kinkel):

“ἔνθα γόητες / Ἰδαῖοι Φρύγες ἄνδρες ὀρέστεροι οἰκί᾽ ἔναιον, / Κέλμις Δαμναμενεύς τε μέγας καὶ ὑπέρβιος Ἄκμων, / εὐπάλαμοι θεράποντες ὀρείης Ἀδρηστείης, / οἳ πρῶτοι τέχνην πολυμήτιος Ἡφαίστοιο / εὗρον ἐν οὐρείῃσι νάπαις ἰόεντα σίδηρον / ἤνεγκάν τ᾽ ἐς πῦρ καὶ ἀριπρεπὲς ἔργον ἔτευξαν.”
553 554 555 556


and of their mother Ida. The author of the Phoronis writes as follows (fr. 2 Kinkel):

1126-31c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-742 Δικταῖον: τὸ Κρητικὸν σπήλαιον· Δίκτη γὰρ ὄρος Κρήτης. L g (P) 557 558

1126-31d. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-743 〈ἀμφοτέρῃσιν:〉 λείπει χερσί. L g

1126-31e. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-744 δραξαμένη: ἔθος ἐστὶ ταῖς κυούσαις τῶν παρακειμένων λαμβάνεσθαι καὶ ἀποκουφίζειν ἑαυτὰς τῶν ἀλγηδόνων, ὡς καὶ Λητὼ ἐλάβετο τοῦ φοίνικος. 〈...〉 ἔδει δὲ εἰπεῖν ‘Ὀαξίδος’· προσετέθη δὲ τὸ ι. 559 560 561 562

1126-31f. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-745 ἐβλάστησεν: ἐγέννησεν. L gP

1132. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-746 ἐριώλας: διαφόρως ἀνεγνώσθη, ἐπικρατεῖ δὲ ἡ βαρεῖα τάσις. L m (P) 563 564 565 566

1134—39a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-747 Ὀρφῆος ἀνωγῇ: τῇ τοῦ Ὀρφέως παρακελεύσει, ὡς αὐτοῦ τῆς ὀρχήσεως προκαταρχομένου.

βηταρμὸν δὲ τὴν ὄρχησιν παρὰ τὴν ἁρμόδιον βάσιν αὐτῶν· λέγει δὲ νῦν τὴν πυρρίχην ὄρχησιν. τὸ δὲ ἑξῆς· ὠρχοῦντο τοῖς ξίφεσι τὰς ἀσπίδας κομποῦντες διὰ τὸ τὸν Κύζικον θρηνεῖσθαι ὑπὸ τῶν Δολιόνων, ἵνα μὴ τῆς θυσίας οὔσης


Betarmos means the dance, from their harmonious step; he now means the pyrrhic dance. The sequence is: they danced with swords, striking their shields, because Cyzicus was being mourned by the Doliones, so that no ill-omened sound might rise up during the sacrifice; whence also the Phrygians propitiate Rhea with cymbals and drums.
567 568 569 570 571 572 573 574

1134-39a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-748 δύσφημος φωνὴ ἀναφέρηται· ὅθεν καὶ Φρύγες κυμβάλοις καὶ τυμπάνοις τὴν Ῥέαν ἱλάσκονται.


an ill-omened sound may rise up; whence also the Phrygians propitiate Rhea with cymbals and drums.

1134-39b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-749 ῥόμβος τροχίσκος, ὃν στρέφουσιν ἱμᾶσι τύπτοντες, καὶ οὕτως κτύπον ἀποτελοῦσι. τινὲς δὲ ῥύμβον αὐτὸν καλοῦσιν, ὡς καὶ Εὔπολις ἐν Βάπταις (fg 72 Kock I 274) καὶ Δίδυμος (fg I 5, 33 Schmidt 69). 575 576 577 578 579 580 581 582

1141—48a. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-750 ἀνταίη: ἡ Ῥέα οὕτω λέγεται, διότι ἐναντία τοῖς Τελχῖσιν ἐγένετο. ὡς δέ τινες, ἀνταίη ἡ εὐάντητος καὶ εὐλιτάνευτος. 583 584 585 586

1141—48b. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-751 σήματ᾽ ἔγεντο: διὰ τούτου οὐδὲν ἕτερον ὁ ποιητής φησιν ἢ τὴν τῆς θεοῦ φύσιν· καὶ τοῖς φυσικοῖς γὰρ δοκεῖ ἡ αὐτὴ εἶναι τῇ γῇ, γῆς δὲ εὐμενείας σημεῖον τὸ εὔκαρπα εἶναι τὰ δένδρα καὶ πόας αὐτομάτους φύειν. 587 588 589 590 591 592

1141—48c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-752 τερείνης: τῆς ἁπαλῆς καὶ χλωρᾶς. εἰλυοὺς δὲ τὰς καταδύσεις τῶν θηρῶν. ξυλόχους δὲ τοὺς ἐν τοῖς ὄρεσιν ὑλώδεις τόπους. ἔστι δὲ ὑπερβατόν· εἰλυούς τε ξυλόχους τε καταλιπόντες. διὰ πολλῶν δὲ τὸ θαυμαστὸν παρέστησε, διά τε τοῦ διψάδος καὶ ὅτι... 593 594 595 596

1141-48c. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-753 οὐκ ὀλίγον τὸ ἀναδοθὲν ὕδωρ, ἀλλὰ καὶ ἄληκτον. τὸ δὲ ναῖεν οὐκ εὖ. ἔδει γὰρ χωρὶς τοῦ ι νᾶεν, ἵν᾽ ᾖ ἔρρει, ὡς παρ᾽ Ὁμήρῳ (ι 222)·

‘νᾶεν δ᾽ ὀρῷ ἄγγεα πάντα’
. d. ἡ δὲ σύνταξις κατὰ μετάθεσιν, ὡς τὸ ‘ῥέε δ᾽ αἵματι γαῖα’ ἀντὶ τοῦ ‘αἷμα ἔρρεεν ἐν τῇ γῇ’. ἢ μεταληπτέον τὸ ναῖεν εἰς τὸ κατάρρυτον, ἵν᾽ ᾖ· ‘κατάρρυτον ἦν τὸ Δίνδυμον ὕδασιν’. P 597 598


Not a little water was given forth, but also unceasing. And the

1141-48e. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-754 〈ποίη:〉 βοτάνης. L g

1141-48f. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-755 〈παροίτερον:〉 ἔμπροσθεν, πρότερον. L g

1141-48g. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-756 ἀνέβραχε: ἀντὶ τοῦ ἀνεδόθη. L gP

1141-48h. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-757 διψάδος: ξηρᾶς. L g (P)

1152. mvp-tlg5012-tlg001-wendel1935e-com-eng1-758 νῆσον: τὴν Κύζικον. L g (P)