τὴν δὲ πίστιν οὐκ οὖσαν κατὰ τὸν ὁρθὸν λόγον ἠχθέσθην. ὅθεν
πρὸς ἐπανόρθωσιν τοῦ τῶν ἀνθρώπων γένους ἀποσταλεὶς φειδόμενός τε τῶν ἀπάτῃ καὶ πλάνῃ ἑαυτοὺς ἐκδεδωκότων, ταῦτα τὰ γράμματα πρὸς σὲ ἀναγκαῖον ἡγησάμην ἀποστεῖλαι. πρῶτον μὶν πρὸς σωτηρίαν
τῆς σεαυτοῦ ψυχῆς, ἔπειτα δὲ καὶ τῶν ἅμα σοι τυγχανόντων , πρὸς τὸ <μὴ> ἀδιάκριτόν σε ἔχειν τὸν λογισμόν, ὡς οἱ τῶν ἁπλουστέρων
καθηγεμόνες διδάσκουσι λέγοντες τὸ ἀγαθὸν κοὶ τὸ κακὸν ἀπὸ τοῦ αὐτοῦ φέρεσθαι, καὶ μίαν ἀρχὴν εἰσηγούμενοι, οὐ διακρίνοντες οὐδὲ διαιροῦντες ἀπὸ τοῦ φωτὸς τὸ σκότος καὶ τὸ ἀγαθὸν ἀπὸ τοῦ κακοῦ καὶ φαύλου καὶ τὸν ἔξωθεν ἄνθρωπον ἀπὸ τοῦ ἔνδον, ὡς προείπομεν, άλλὰ κιρνῶντες καὶ ἐγκαταμιγνῦντες θάτερον θατέρῳ οὐ
παύονται. σὺ δέ, ὦ τέκνον, μὴ ἶσα τοῖς πολλοῖς τῶν ἀνθρώπων
ἀλογίστως καὶ ἁπλῶς ἀμφότερα, ὡς ἂν τύχοι, ἐνώσῃς, μηδὲ τῷ τῆς 3 4 ἀγαθωσύνης θεῷ ἀνατίθεσο· ἀρχὴν γὰρ καὶ τέλος καὶ τὸν τούτων πατέρα τῶν κακῶν ἐπὶ τὸν θεὸν ἀναφέρουσιν, ὦν τὸ τέλος κατάρας ἐγγύς. οὔτε γὰρ ἐν τοῖς εἰρημένοις <ἐν> εὐαγγελίοις παρ᾿ αὐτοῦ τοῦ σωτῆρος ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ πιστεύουσιν, ὅτι οὐ δύναται
δέδρον καλὸν καρποὺς κακοὺς ποιῆσαι, οὑδὲ μὴν δένδρον κακὸν καλοὺς καρποὺς ποιῆσαι. καὶ πῶς τὸν θεὸν τοῦ Σατανᾶ καὶ τῶν
κακῶν αὐτοῦ πραγμάτων λέγειν τολμῶσι ποιητὴν καὶ δημιουργὸν θαυμάζειν μοι ἐπέρχεται. καὶ εἴθε μὲν ἄχρι τούτων ἔφθασεν αὐτῶν ἡ ματαιοπονία καὶ μὴ τὸν μονογενῆ τὸν ἐκ τῶν κόλπων τοῦ πατρὸς
καταβάντα Χριστόν, Μαρίας τινὸς γυναικὸς ἔλεγον εἶναι υἱόν, ἐξ αἴματος κοὶ σαρκὸς καὶ τῆς ἄλλης δυσωδίας τῶν γυναικῶν γεγεννῆσθαι. καὶ ἵνα μὴ τὰ πολλὰ διὰ τῆσδε τῆς ἐπιστολῆς γράφων εἰς
μῆκος χρόνου σιασύρω σου τὴν ἐπιείκειαν, οὐκ ἔχων τὰς φυσικὰς φράσεις, ἐπὶ τούτοις ἀρκεσθήσομαι. τὸ δ' ὅλου γνώσῃ παρόντος μου
πρὸς σέ, εἴγε τῆς σεαυτοῦ σωτηρίας ἔτι φείδῃ. οὔδὲ γὰρ βρόχον τινὶ 5 6 7 ἐπιβάλλω, ὡς οἱ τῶν πολλῶν ἀφρονέστεροι ποιοῦσιν. νόει νόει ἃ λέγω. τέκνον τιμιώτατε.
Acta Archelai. Hegemonius. ed. Charles Henry Beeson. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.