ΤΟΥ ΠΟΝΤΟΥ Ο ΠΕΡΙΜΕΤΡΟΣ.
Οὐρίου ἤτοι στόματος τοῦ Πόντου ἕως τοῦ ἱεροῦ στόματος τοῦ Ἴστρου ποταμοῦ στάδια τρισχίλια ἑξακόσια τεσσαράκοντα, μίλια τετρακόσια ὀγδοήκοντα πέντε ἥμισυ.
πόλεως, τῆς ἐν τέλει τῆς Εὐρώπης τῶν τοῦ Πόντου μερῶν τῆς ἐν τῷ στομίῳ τῆς Μαιώτιδος λίμνης ἤτοι Βοσπόρου τοῦ Κιμμερίου καλουμένου, στάδια μύρια χίλια ἑκατόν, μίλια χίλια τετρακόσια ὀγδοήκοντα. Λέγεται δὲ τῆς Εὐρώπης τῆς Ποντικῆς ὁ περίπλους
ἴσος εἶναι τῶ περίπλῳ τῶν τῆς Ἀσίας μερῶν.
ἑπτά. Ἀπὸ δὲ τοῦ Φάσεως ποταμοῦ ἕως τοῦ στόματος τῆς Μαιώτιδος λίμνης ἤτοι ἕως τῆς Ἀχιλλείου κώμης στάδια τετρακισχίλια εἴκοσι πέντε, μίλια πεντακόσια τριακονταὲξ ἥμισυ, ὡς γίνεσθαι ἀπὸ τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἕως τοῦ στόματος τῆς Μαιώτιδος
λίμνης στάδια μύρια δισχίλια τετρακόσια ὀγδοήκοντα ἑπτὰ, μίλια χίλια ἑξακόσια ἐξήκοντα πέντε ἥμισυ.
Πόντου, ἀριστερῶν δὲ τῶν παρὰ τὴν Εὐρώπην μερῶν τοῦ Πόντου, ἀπὸ τοῦ Ἱεροῦ Διὸς Οὐρίου, στάδια δισμύρια τρισχίλια πεντακόσια ὀγδοήκοντα ἑπτὰ, μίλια τρισχίλια ἑκατὸν τεσσαράκοντα πέντε. Ἔστι δὲ καὶ ὁ περίπλους τῆς Μαιώτιδος λίμνης στάδια ἐννακισχίλια.
μίλια χίλια διακόσια.
Anametresis Pontou. Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.