Λόγου δέ ποτε γενομένου περὶ ἀποδείξεων, ἃς χρὴ ἀκούειν τοὺς νέους παρὰ τῶν φιλοσόφων πρὸς κατάληψιν ὧν μανθάνουσιν, ἔφη ὁ Μουσώνιος οῦχὶ πολλὰς ἐφ’ ἑκάστου πρἀγματος ζητεῖν ἀποδείφεις προσήκειν, ἀλλ’ ἀνυσίμους καὶ ἐωαργεῖς. οὔτε γὰρ ἰατρὸς ἐκεῖνος, ἔφη, ἐπαινετὸς ὁ πράγμακα πολλὰ προσφέρων τοῖς νοσοῦσιν, ἀλλ’ ὁ δι’ ὀλίγον ὧν προσφέρει λόγου ἀξίως ὠφελῶν· οὔτε φιλόσοφος ὁ διὰ πολλῶν ἀποδείξων διδάσκων τοὺς ἀκούοντας, ἀλλ’ ὁ δι’ ὀλίγων ἐπάγων αὐτοὺς ἐφ’ ὃ μέντοι βούλεται· καὶ ὁ ἀκουστὴς ὅσῳπερ ἃν ᾖ συνετώτερος, τοσούτῳ θᾶττον συναινέσι τῷ κεφαλαίῳ τοῦ λόγου, ὄντι γε ὑγιεῖ. ὅστις δὲ πανταχοῦ
δεῖται ἀποδείξεως καὶ ὅπου σαφῆ τὰ πράγματά ἐστιν, ἢ διὰ πολλῶν ἀποδείκνυσθαι βούλεται αὑτῷ τὰ δι’ ὀλίγων δυνάμενα, παντάπασιν ἄτοπος καὶ δυσμαθής. θεοὺς μὲν οὖν [οὐκ] εἰκὸς οὐδεμιᾶς ἀποδείξενς δεῖσθαι πρὸς μηδέν, ὅτι μήτε ἀσαφὲς μήτε ἄδηλόν ἐστιν αὐτοῖς μηδέν, πρὸς 〈οἷα〉μόνα δεῖ τῶν ἀποδείξεων· τοὺς δὲ ἀνθρώπους ἀνάγκη τὰ μὴ φανερὰ μηδ’ αὐτόθεν γνώριμα διὰ τῶν φανερῶν καὶ προδήλων ζητεῖν ἀνευρίσκειν, ὅπερ ἔργον ἀποδείξεώς ἐστιν. οἷον, ὅτι ἡδονὴ οὐκ ἔστιν ἀγαθόν, αὐτόθεν μὲν οὐ δοκεῖ εἶναι γνώριμον, έπείπερ ἔργῳ προσκαλείται ἡμᾶς ὡς ἀγαθὸν οὖσα ἡ ἡδονή· λαβόντος δέ τινος λῆμμα γνώριμον τὸ πᾶν άγαθὸν αἱρετὸν εἶναι, καὶ προσλαβόντος ἕτερον γνῶριμον τούτῳ τὸ τινὰς ἡδονὰς οὐχ αἱρετὰς εἶναι, ἀποδεικνύομεν τὸ μὴ ἀγαθὸν εἶναι τὴν ἡδονήν, διὰ τῶν γνωρίμων τὸ μὴ γνώριμον. πάλιν ὡς ὁ πόνος οὐκ ἔστι κακόν, αὐτόθεν μὲν οὐ φαίνεται πιθανόν· τοὐναντίον γὰρ τούτου δοκεῖ πιθανώτερον, τὸ κακὸν εἶναι τὸν πόνον· τεθέντος δὲ φανεροῦ λήμματος, τοῦ πᾶν τὸ κακὸν φευκτὸν εἶναι, καὶ προστεθέντος αὐτῷ φανερωτέρου τοῦ πόνους πολλοὺς οὐκ εἶναι φευκτούς, περαίνεται τὸ μὴ κακὸν γήνους τοῦ τῆς ἀποδείξεως, ἐπειδὴ τῶν
ἀνθρώπων οἱ μὲν ὀξύτεροι οἱ δ’ ἀμβλύτεροί εἰσι καὶ οἱ μὲν ἐω ἔθεσι κρείττοσιν, οἱ δὲ ἐν χείροσι τεθραμμένοι, οἱ μὲν ἤθους ἢ φύσεως ὄντες χείρονος, πλειόνων δέοιντ’ ἂν ἀποδείξεων καὶ πραγματείας μείζονος, ὥστε δέξασθαι ταυτὶ τὰ δόγματα καὶ τυπωθῆωαι κατὰ ταῦτα, καθάπερ οἶμαι καὶ τὰ πονηρὰ τῶν σωμάτων, ὁπὀταν μέλλῃ καλῶς ἕξειν, πάνυ πολλῆς ἐπιμελείας δεῖται· ὅσοι δὲ τῶν νέων εὐφυέτεροι καὶ ἀγωγῆς μετεσχηκότες κρείττονος, οὗτοι ῥᾷόν τε καὶ θᾶττον καὶ δι’ ὀλίγων ἀποδείξεων συναινοῖεν ἂν τοῖς λεγομένοις ὀρθῶς καὶ ἀκολουθοῖεν. ὅτι δ’ οὕτως ἔχει ταῦτα, γνοίμεν ἂν ῥᾳδίως, εἰ νοήσαιμεν μειράκιον ἢ νεανίαν, τὸν μὲν ἐν τρυφῇ πάσῃ τεθραμμένον καὶ τό τε σῶμα τεθηλυμμένον καὶ τὴν ψυχὴν ἐκλελυμένον ὑπὸ ἔθῶν ἀγόντων εἰς μαλακίαν, ἔτι δὲ νωθῆ παρεχόμενον καὶ δυσμαθῆ τὴν φύσιν· τὸν δ’ αὖ Λακωνικῶς πως ἠγμένον καὶ τρυφᾶν οὐκ εἰθισμένον καὶ καρτερεῖν μεμελετηκότα καὶ τῶν λεγομένων ὀρθῶς εὐήκοον ὄντα· εἶτα τοὺς δύο τούτους νεανίας εἰ θείημεν ἀκούοντας φιλοσόφου λέγοντος περὶ θανάτου, περὶ πόνου, περὶ πενίας, περὶ τῶν ὁμοίων, ὠς οὐ κακῶν ὄντων, πάλιν δ’ αὖ περὶ ζωῆς, περὶ ἡδονῆς, περὶ πλούτου, περὶ τῶν παραπλησίων τούτοις, ὡς οὐκ ἀγαθὰ ἐστιν, ἆρά γε ὅμοίως ἄμφω προσήσονται 〈ἂν〉 πίθοιτο τοῖς λεγομένοις; οὐκ ἔστιν εἰπεῖν.
ἀλλ’ ὁ μὲν μόγις καὶ βραδέως καῖ ὥσπερ μοχλευόμενος ὑπὸ μυρίων λόγων τάχ’ ἂν ἐπιωεύσειεν ὁ νωθέστερος· ὁ δ’ αὖ ταχέως καῖ ἑτοίμως δέξεται τὰ λεγόμενα ὡς οίκεῖα καῖ προσήκοντα αὑτῷ, μήτε ἀποδείξεων δεόμενος πολλῶν μήτε πραγματείας μείζονος. ἢ οὐ τοιούτος παῖς ἐκεῖνος ὁ Λάκων, ὃς Κλεάνθην τὸν φιλόσοφον ἠρώτησεν, εἰ ἀγαθὸν ὁ πόνος έστιν; οὕτω γὰρ ἐκεῖνος φαίνεται φύσει πεφυκὼς καλῶς καὶ τεθραμμένος εὖ πρὸς ἀρετήν, ὥστε ἐγγύτερον εἶναι νομίζειν τὸν πόνον τῆς τἀγαθοῦ φύσεως ἢ τῆς τοῦ κακοῦ· ὅς γε ὡς ὁμολογουμένου τοῦ μὴ κακὸν ὑπάρχειν αὐτόν, εἰ άγαθὸν τυγχάνει ὤν, ἐπυνθάνετο. ὅθεν καὶ ὁ Κλεάνθης ἀγασθεὶς τοῦ παιδὸς εἶπεν ἄρα πρὸς αὐτόν·
αἵματος εἶς ἀγαυοῖο, φίλον τέκος, οἷ’ ἀγορεύεις.
πῶς οὖν τοιοῦτος οὐ ῥᾳδίως ἐπείσθη ἂν μήτε πενίαν μήτε θάνατον δεδιέναι μήτ’ ἄλλο μηδὲν τῶν δοκούντων
φοβερῶν, μηδ’ αὖ διώκειν πλοῦτον ἢ ζωὴν ἢ ἡδονην;